- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:27-35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は幾何学等の学問は若者の情操教育には有益だが成人には不十分であるとし、真に教養ある人物の四つの条件を提示した上で、詩人論を控えて自らの本来の主題であるアテナイの功績の論述へと移行する。
ἀλλʼ ὅμως ἐγὼ τοῖς ὡρμημένοις ἐπὶ ταῦτα παρακελεύομαι πονεῖν καὶ προσέχειν τὸν νοῦν ἅπασι τούτοις, λέγων ὡς εἰ καὶ μηδὲν ἄλλο δύναται τὰ μαθήματα ταῦτα ποιεῖν ἀγαθόν, ἀλλʼ οὖν ἀποτρέπει γε1 τοὺς νεωτέρους πολλῶν ἄλλων ἁμαρτημάτων. τοῖς μὲν οὖν τηλικούτοις οὐδέποτʼ ἂν εὑρεθῆναι νομίζω διατριβὰς ὠφελιμωτέρας τούτων οὐδὲ μᾶλλον πρεπούσας·
それにもかかわらず、私はこれらの学問に志した者たちに対して、努力を重ね、これらすべてに専心するよう勧めています。たとえこれらの学科が他に何の良いことももたらし得ないとしても、少なくとも若者たちを他の多くの過ちから遠ざけることにはなる、と言ってのことです。したがって、この年代の者たちにとって、これらより有益で、またよりふさわしい日課は見出せないだろうと私は考えています。
τοῖς δὲ πρεσβυτέροις καὶ τοῖς εἰς ἄνδρας δεδοκιμασμένοις2 οὐκέτι φημὶ τὰς μελέτας ταύτας ἁρμόττειν. ὁρῶ γὰρ ἐνίους τῶν ἐπὶ τοῖς μαθήμασι τούτοις οὕτως ἀπηκριβωμένων ὥστε καὶ τοὺς ἄλλους διδάσκειν, οὔτʼ εὐκαίρως ταῖς ἐπιστήμαις αἷς ἔχουσι χρωμένους, ἔν τε ταῖς ἄλλαις πραγματείαις ταῖς περὶ τὸν βίον ἀφρονεστέρους ὄντας τῶν μαθητῶν· ὀκνῶ γὰρ εἰπεῖν τῶν οἰκετῶν.
しかし、より年長で、成人の審査を通過した者たちにとっては、もはやこれらの修練はふさわしくない、と私は主張します。というのも、これらの学問を他人に教えられるほど厳密に極めた者たちの中にも、自らの持つ知識を時宜にかなった仕方で用いることもできず、生活に関わる他の実際的な事柄においては、弟子たちよりも――いや、家僕たちよりもと言うのは躊躇われますが――分別のない者がいるのを目にしているからです。
τὴν αὐτὴν δὲ γνώμην ἔχω καὶ περὶ τῶν δημηγορεῖν δυναμένων καὶ τῶν περὶ τὴν γραφὴν τὴν τῶν λόγων εὐδοκιμούντων, ὅλως δὲ περὶ ἁπάντων τῶν περὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις διαφερόντων. οἶδα γὰρ καὶ τούτων τοὺς πολλοὺς οὔτε τὰ περὶ σφᾶς αὐτοὺς καλῶς διῳκηκότας οὔτʼ ἐν ταῖς ἰδίαις συνουσίαις ἀνεκτοὺς ὄντας, τῆς τε δόξης τῆς τῶν συμπολιτευομένων ὀλιγωροῦντας, ἄλλων τε πολλῶν καὶ μεγάλων ἁμαρτημάτων γέμοντας· ὥστʼ οὐδὲ τούτους ἡγοῦμαι μετέχειν τῆς ἕξεως περὶ ἧς ἐγὼ τυγχάνω διαλεγόμενος.
また私は、民衆の前で演説する能力のある者や、演説文の執筆によって名声を得ている者、さらには技術や学問や能力において卓越しているすべての人々に対しても、同様の見解を抱いています。なぜなら、彼らの多くもまた、自分自身の身辺のことを立派に処理できず、私的な交わりにおいても耐え難く、同胞市民たちの評判を軽視し、他の多くの重大な過ちに満ちていることを知っているからです。それゆえ、彼らもまた、私が論じているところの精神的態度を分有してはいないと私は考えます。
τίνας οὖν καλῶ πεπαιδευμένους, ἐπειδὴ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις ἀποδοκιμάζω; πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι, καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας3 καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέροντος·
それでは、私が諸々の技術や学問や能力を評価しないとすれば、いかなる人々を教養ある者と呼ぶのでしょうか。第一には、日々生起する事態を立派に処理し、時宜を的確に捉える判断力を持ち、大抵の場合において有益なものを射当てることができる人々です。
ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμιλοῦντας τοῖς ἀεὶ πλησιάζουσι, καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δʼ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας· ἔτι τοὺς τῶν μὲν ἡδονῶν ἀεὶ κρατοῦντας, τῶν δὲ συμφορῶν μὴ λίαν ἡττωμένους, ἀλλʼ ἀνδρωδῶς ἐν αὐταῖς διακειμένους καὶ τῆς φύσεως ἀξίως ἧς μετέχοντες τυγχάνομεν· τέταρτον, ὅπερ μέγιστον, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδʼ ἐξισταμένους αὑτῶν μηδʼ ὑπερηφάνους γιγνομένους, ἀλλʼ ἐμμένοντας τῇ τάξει τῇ τῶν εὖ φρονούντων, καὶ μὴ μᾶλλον χαίροντας τοῖς διὰ τύχην ὑπάρξασιν ἀγαθοῖς ἢ τοῖς διὰ τὴν αὑτῶν φύσιν καὶ φρόνησιν ἐξ ἀρχῆς γιγνομένοις. τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων ἀλλὰ καὶ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ τελέους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.
次には、常に身近に接する者たちと礼節をもって正当に交わり、他者の不快さや重苦しさを寛大かつ容易に耐え忍び、自分自身を付き合う者たちに対して可能な限り負担にならず節度ある存在として提供できる人々です。さらに、快楽を常に制禦し、不幸に過度に屈することなく、不幸の中にあっても雄々しく、私たちが分有している人間の本性にふさわしい態度を保つ人々です。第四に、これが最も重要ですが、順境によって身を滅ぼすことなく、自己を見失わず、傲慢にもならず、分別ある者たちの隊列にとどまり、偶然によってもたらされた善きことよりも、自らの天性と分別によって最初から生み出された善きことをこそ喜ぶ人々です。そして、これらの一つに対してだけでなく、これらすべてに対して魂の状態を調和させている人々、これらこそが思慮深く完全な成人であり、すべての徳を備えていると私は断言します。
περὶ μὲν οὖν τῶν πεπαιδευμένων τυγχάνω ταῦτα γιγνώσκων. περὶ δὲ τῆς Ὁμήρου καὶ τῆς Ἡσιόδου καὶ τῆς τῶν ἄλλων ποιήσεως ἐπιθυμῶ μὲν εἰπεῖν, οἶμαι γὰρ ἂν παῦσαι τοὺς ἐν τῷ Λυκείῳ ῥαψῳδοῦντας τἀκείνων καὶ ληροῦντας περὶ αὐτῶν, αἰσθάνομαι δʼ ἐμαυτὸν ἔξω φερόμενον τῆς συμμετρίας τῆς συντεταγμένης τοῖς προοιμίοις.
教養ある人々について私が抱いている見解は、およそこのようなものです。他方、ホメロスやヘシオドス、その他の詩人たちの詩作についても私は論じたいと望んでおり、そうすればリュケイオンで彼らの作品を暗唱し愚論を吐いている者たちをやめさせることができると思うのですが、自分自身が序論として定められた釣合いを逸脱しつつあることに気づいています。
ἔστι δʼ ἀνδρὸς νοῦν ἔχοντος μὴ τὴν εὐπορίαν ἀγαπᾶν, ἢν ἔχῃ τις περὶ τῶν αὐτῶν πλείω τῶν ἄλλων εἰπεῖν, ἀλλὰ τὴν εὐκαιρίαν διαφυλάττειν ὑπὲρ ὧν ἂν ἀεὶ τυγχάνῃ διαλεγόμενος· ὅπερ ἐμοὶ ποιητέον ἐστίν. περὶ μὲν οὖν τῶν ποιητῶν αὖθις ἐροῦμεν, ἢ μή με προανέλῃ τὸ γῆρας, ἢ περὶ σπουδαιοτέρων πραγμάτων ἔχω τι λέγειν4 ἢ τούτων.
そして、物事の道理を心得た人の務めは、同一の事柄について他者よりも多く語る手持ちがあるとしても、その豊富さを喜ぶことではなく、いかなる時も論じている主題に即して時宜を守ることにあります。そしてそれこそが私のなすべきことなのです。それゆえ、詩人たちについては、老年が私を先に奪い去らない限り、あるいはこれらの事柄よりも重大な事柄について語るべきものがない限り、また改めて語ることにしましょう。
περὶ δὲ τῶν τῆς πόλεως εὐεργεσιῶν τῶν εἰς τοὺς Ἕλληνας ἤδη ποιήσομαι τοὺς λόγους, οὐχ ὡς οὐ πλείους ἐπαίνους πεποιημένος περὶ αὐτῆς ἢ σύμπαντες οἱ περὶ τὴν ποίησιν καὶ τοὺς λόγους ὄντες· οὐ μὴν ὁμοίως καὶ νῦν. τότε μὲν γὰρ ἐν λόγοις περὶ ἑτέρων πραγμάτων ἐμεμνήμην αὐτῆς, νῦν δὲ περὶ ταύτης τὴν ὑπόθεσιν ποιησάμενος.
さて、我がポリスがギリシア人たちにもたらした恩恵について、今や論じることにします。私がこれまでに、詩や言論に携わるすべての者たちを合わせたよりも多くの称賛をこのポリスに捧げてこなかったというわけではありませんが、今回は同様ではありません。かつては他の事柄をめぐる言論の中でこのポリスに言及していたのに対し、今やこのポリスそのものを主題として定めているからです。
- 27εἰ καὶ μηδὲν ἄλλο δύναται τὰ μαθήματα ταῦτα ποιεῖν ἀγαθόν, ἀλλʼ οὖν ἀποτρέπει γε
譲歩節(εἰ καί+直説法)を受けた主節の冒頭に小辞結合 ἀλλʼ οὖν ... γε が置かれ、「たとえ〜だとしても、少なくとも…である」と譲歩に対する最低限の主張・限定的肯定を表す慣用構文である。
- 28τοῖς εἰς ἄνδρας δεδοκιμασμένοις
δοκιμάζω εἰς ἄνδρας はアテナイの市民資格審査(ドキマシアー)を経て成人市民名簿(レークシアルキコン・グラマテイオン)に登録された者を指す制度的表現。ここでは修練期を終えた一人前の成年の政治的・社会的是認を意味する。
- 30τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας
形容詞 ἐπιτυχής は動詞 ἐπιτυγχάνω(〜に中てる、遭遇する)に由来し、ここでは属格 τῶν καιρῶν を目的語的に支配して「好機・時宜を的確に捉える(判断力)」を意味する。
- 34ἢ μή με προανέλῃ τὸ γῆρας, ἢ περὶ σπουδαιοτέρων πραγμάτων ἔχω τι λέγειν
ἢ μή(ἢν μή=εἰ μή の異形)が接続法 προανέλῃ とともに否定条件節「老年が私を奪い去らない限り」を導き、続く ἢ は「さもなければ〜でない限り」と並列的な除外条件を示している。
