← イソクラテス

パンアテナイア祭演説

§18-26

ソフィストの中傷と教育論への導入

リュケイオンでソフィストがイソクラテスを中傷した事件を契機に、著者は反論のあり方を熟考し、スパルタ論へ戻る前に教育と詩人についての自己の見解を明かす方針を決定する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

ἀπαντήσαντες γάρ τινές μοι τῶν ἐπιτηδείων ἔλεγον ὡς ἐν τῷ Λυκείῳ συγκαθεζόμενοι τρεῖς ἢ τέτταρες τῶν ἀγελαίων σοφιστῶν καὶ πάντα φασκόντων εἰδέναι καὶ ταχέως πανταχοῦ γιγνομένων διαλέγοιντο περί τε τῶν ἄλλων ποιητῶν καὶ τῆς Ἡσιόδου καὶ τῆς Ὁμήρου ποιήσεως, οὐδὲν μὲν παρʼ αὑτῶν λέγοντες, τὰ δʼ ἐκείνων ῥαψῳδοῦντες καὶ τῶν πρότερον ἄλλοις τισὶν εἰρημένων τὰ χαριέστατα μνημονεύοντες·

というのも、私の親しい者たち何人かが私に出会って告げるには、リュケイオンに集まって座していた三、四人の平凡な群小ソフィストたち――万事を知っていると主張し、素早くどこにでも現れる連中であるが――が、他の詩人たちやヘシオドス、ホメロスの詩作について論じ合っており、自分たち自身の言葉は何一つ語らず、かの詩人たちの作品を暗唱し、かつて他の誰かによって語られた最も気の利いた文句を復唱していたとのことでした。

§19

ἀποδεξαμένων δὲ τῶν περιεστώτων τὴν διατριβὴν αὐτῶν ἕνα τὸν τολμηρότατον ἐπιχειρῆσαί με διαβάλλειν,1 λέγονθʼ ὡς ἐγὼ πάντων καταφρονῶ τῶν τοιούτων, καὶ τάς τε φιλοσοφίας τὰς τῶν ἄλλων καὶ τὰς παιδείας ἁπάσας ἀναιρῶ, καί φημι πάντας ληρεῖν πλὴν τοὺς μετεσχηκότας τῆς ἐμῆς διατριβῆς· τούτων δὲ ῥηθέντων ἀηδῶς τινας τῶν παρόντων διατεθῆναι πρὸς ἡμᾶς.

そして取り巻く会衆が彼らの講談を受け入れると、その中で最も厚かましい一人が私を中傷しようと企て、私がそうした類のことをことごとく軽蔑し、他者の哲学やあらゆる教育を否定しており、私の講談に参加した者たち以外の全員がくだらぬことを述べていると主張している、と言い立てたのです。そしてこれらのことが語られた結果、居合わせた者たちのある者は私に対して不快な感情を抱くに至ったというのです。

§20

ὡς μὲν οὖν ἐλυπήθην καὶ συνεταράχθην ἀκούσας ἀποδέξασθαί τινας τοὺς λόγους τούτους, οὐκ ἂν δυναίμην εἰπεῖν· ᾤμην γὰρ οὕτως ἐπιφανὴς εἶναι τοῖς ἀλαζονευομένοις πολεμῶν καὶ περὶ ἐμαυτοῦ μετρίως διειλεγμένος, μᾶλλον δὲ ταπεινῶς, ὥστε μηδένʼ ἄν ποτε γενέσθαι πιστὸν τῶν λεγόντων ὡς ἐγὼ τοιαύταις ἀλαζονείαις ἐχρησάμην.

この講説を何人かの人々が受け入れたと聞いて、私がどれほど悲しみ、動揺したかは、とても言い尽くせるものではありません。というのも、私は自慢話をする者たちと戦う者として自他ともに認められ、自分自身については控えめに、いやむしろ謙虚に語ってきたつもりでしたから、私がそのような大法螺を吹いたなどと言い立てる者のうち誰一人として信用されることは決してないだろうと考えていたからです。

§21

ἀλλὰ γὰρ οὐκ ἀλόγως ὠδυράμην ἐν ἀρχῇ τὴν ἀτυχίαν τὴν παρακολουθοῦσάν μοι πάντα τὸν χρόνον ἐν τοῖς τοιούτοις· αὕτη γάρ ἐστιν αἰτία καὶ τῆς ψευδολογίας τῆς περί με γιγνομένης καὶ τῶν διαβολῶν καὶ τοῦ φθόνου καὶ τοῦ μὴ δύνασθαί με τυχεῖν τῆς δόξης ἧς ἄξιός εἰμι, μηδὲ τῆς ὁμολογουμένης, μηδʼ ἣν ἔχουσί τινες τῶν πεπλησιακότων μοι καὶ πανταχῇ τεθεωρηκότων ἡμᾶς.

しかし実際、私が冒頭で、このような事柄において私に終始つきまとってきた不運を嘆いたのも無理からぬことでした。これこそが、私に関して生じる虚偽の言説、中傷、嫉妬、そして私がふさわしい評価や一般に認められた評判を得られず、また私に親しく接し万事において私をつぶさに観察してきた者たちが抱いているような評価さえ得られないことの原因なのです。

§22

ταῦτα μὲν οὖν οὐχ οἷόν τʼ ἄλλως ἔχειν, ἀλλʼ ἀνάγκη στέργειν τοῖς ἤδη συμβεβηκόσι. πολλῶν δέ μοι λόγων ἐφεστώτων, ἀπορῶ πότερον ἀντικατηγορῶ2 τῶν εἰθισμένων ἀεί τι ψεύδεσθαι περί μου καὶ λέγειν ἀνεπιτήδειον τολμώντων· ἀλλʼ εἰ φανείην σπουδάζων καὶ πολλοὺς λόγους ποιούμενος περὶ ἀνθρώπων οὓς οὐδεὶς ὑπείληφεν ἀξίους εἶναι λόγου, δικαίως ἂν μωρὸς εἶναι δοκοίην.

それゆえ、これらの事態はどうにもならないことであり、すでに起きてしまったことを甘受するほかありません。 しかし、論ずべき多くの言論が私の前に立ちはだかっている中で、私は、私について常に何かしら嘘をつくことを習慣とし、不都合な言辞を弄することを敢えてする者たちを逆告発すべきか迷っています。しかし、もし論じる価値などないと万人が認めているような連中を相手に真剣になり、長々と論説を重ねているように見えたなら、当然にも私は愚か者と見なされることでしょう。

§23

ἀλλὰ τούτους ὑπεριδὼν ἀπολογῶμαι πρὸς τοὺς ἀδίκως μοι τῶν ἰδιωτῶν φθονοῦντας, καὶ πειρῶμαι διδάσκειν αὐτοὺς ὡς οὐ δικαίως οὐδὲ προσηκόντως περί μου ταύτην ἔχουσι τὴν γνώμην; καὶ τίς οὐκ ἂν καταγνοίη μου πολλὴν ἄνοιαν, εἰ τοὺς μηδὲν διʼ ἕτερον δυσκόλως πρός με διακειμένους ἢ διὰ τὸ δοκεῖν χαριέντως εἰρηκέναι περὶ τινων, τούτους οἰηθείην ὁμοίως διαλεχθεὶς ὥσπερ πρότερον παύσειν ἐπὶ τοῖς λεγομένοις λυπουμένους, ἀλλʼ οὐ μᾶλλον ἀλγήσειν, ἄλλως τε κἂν φανῶ μηδὲ νῦν πω τηλικοῦτος ὢν πεπαυμένος παραληρῶν;

それとも、彼らを無視して、私に不当な嫉妬を向けている素人たちに対して弁明を行い、彼らが私についてそのような意見を抱くのが正当でも適切でもないことを教え諭そうと試みるべきでしょうか。しかし、ある事柄について私が巧みに語ったように見えたこと以外のいかなる理由もなく私に悪感情を抱いている人々に対して、以前と同様の仕方で語りかけることで彼らが語られる事柄に苦痛を覚えるのをやめさせられるのであって、かえって〔彼らが〕一層苦痛を覚えることにはならないと考えるなら、――とりわけ私自身がこの高齢に至っても妄言をやめていないように見えてしまうとすれば――誰が私の途方もない無分別を責め立てずにいられるでしょうか。

§24

ἀλλὰ μὴν οὐδʼ ἐκεῖνο ποιεῖν οὐδεὶς ἄν μοι συμβουλεύσειεν, ἀμελήσαντι τούτων καὶ μεταξὺ καταβαλόντι3 περαίνειν τὸν λόγον, ὃν προῄρημαι βουλόμενος ἐπιδεῖξαι τὴν πόλιν ἡμῶν πλειόνων ἀγαθῶν αἰτίαν γεγενημένην τοῖς Ἕλλησιν ἢ τὴν Λακεδαιμονίων· εἰ γὰρ τοῦτʼ ἤδη ποιοίην μήτε τέλος ἐπιθεὶς τοῖς γεγραμμένοις μήτε συγκλείσας τὴν ἀρχὴν τῶν ῥηθήσεσθαι μελλόντων τῇ τελευτῇ τῶν ἤδη προειρημένων, ὅμοιος ἂν εἶναι δόξαιμι τοῖς εἰκῇ καὶ φορτικῶς καὶ χύδην ὅ τι ἂν ἐπέλθῃ λέγουσιν· ἃ φυλακτέον ἡμῖν ἐστιν.

とはいえ、これらを放置し、途中で投げ出して、我がポリスがラケダイモン人たちのそれよりもギリシア人たちにとって多くの善きことの原因となったことを論証しようと志して選んだ当の言論を完結させるべきだと私に助言する者も、決して一人もいないでしょう。なぜなら、もし私が書かれたものに結末を与えもせず、これから語られようとする事柄の発端をすでに語られた事柄の結びと繋ぎ合わせもしないで今すぐその作業を行うとすれば、心に浮かぶままに漫然と、粗野に、乱脈に語る者たちと同類と見なされてしまうでしょうから。そしてそれは私が警戒しなければならないことなのです。

§25

κράτιστον οὖν ἐξ ἁπάντων τούτων, περὶ ὧν τὸ τελευταῖόν με διέβαλλον ἀποφηνάμενον ἃ δοκεῖ μοι, τότʼ ἤδη λέγειν4 περὶ ὧν ἐξ ἀρχῆς διενοήθην· οἶμαι γάρ, ἢν ἐξενέγκω γράψας καὶ ποιήσω φανερὰν ἣν ἔχω γνώμην περὶ τε τῆς παιδείας καὶ τῶν ποιητῶν, παύσειν αὐτοὺς ψευδεῖς πλάττοντας αἰτίας καὶ λέγοντας ὅ τι ἂν τύχωσιν.

したがって、これらすべての選択肢の中で最善なのは、彼らが最近私を中傷した当の事柄について私が思っていることを表明し、その上で初めて当初企図していた事柄について論じることです。というのも、教育や詩人たちに関して私が抱いている見解を書いて公表し明らかにするならば、彼らが虚偽の罪状を捏造し手当たり次第のことを口走るのをやめさせられると考えるからです。

§26

τῆς μὲν οὖν παιδείας τῆς ὑπὸ τῶν προγόνων καταλειφθείσης τοσούτου δέω καταφρονεῖν,5 ὥστε καὶ τὴν ἐφʼ ἡμῶν κατασταθεῖσαν ἐπαινῶ, λέγω δὲ τήν τε γεωμετρίαν καὶ τὴν ἀστρολογίαν καὶ τοὺς διαλόγους τοὺς ἐριστικοὺς καλουμένους, οἷς οἱ μὲν νεώτεροι μᾶλλον χαίρουσι τοῦ δέοντος, τῶν δὲ πρεσβυτέρων οὐδεὶς ἔστιν ὅστις ἂν ἀνεκτοὺς αὐτοὺς εἶναι φήσειεν.

さて、先祖たちによって残された教育を私が軽蔑するどころか、我々の時代に確立された教育をも私は称賛しています。すなわち、幾何学や天文学、またいわゆる論争的対話(エリスティケー)のことですが、これらに対しては、若者たちは必要以上に熱中し、年長者たちの中にはそれが耐えられるものだと認める者は一人もいないのです。

構文注5 件
  1. 19ἕνα τὸν τολμηρότατον ἐπιχειρῆσαί με διαβάλλειν

    文頭の ἔλεγον ὡς(18節)から導かれていた間接話法の従属節が、ここでは対格不定詞構文(ἐπιχειρῆσαι、意味上の主語は ἕνα τὸν τολμηρότατον、さらに後続の διατεθῆναι へ並列)へと移行している。間接話法の言明が長大化・多重化する際に ὡς 節から不定詞構文へ切り替わる古典ギリシア語の典型的な統語交替である。

  2. 22ἀπορῶ πότερον ἀντικατηγορῶ

    ἀπορῶ(迷う・途方に暮れる)に導かれる間接疑問文の中の動詞 ἀντικατηγορῶ(および後続の ἀπολογῶμαι、πειρῶμαι)は疑念接続法(deliberative subjunctive)である。ἀντικατηγορέω の接続法現在1人称単数は直説法と同形(-ῶ)となるが、文脈上「〜すべきか」という自問を表している。

  3. 24ἀμελήσαντι τούτων καὶ μεταξὺ καταβαλόντι

    与格分詞 ἀμελήσαντι と καταβαλόντι は、主節の οὐδεὶς ἄν μοι συμβουλεύσειεν の与格目的語 μοι に格一致している。同時にこれらは、後続する不定詞 περαίνειν の意味上の主語(「私がこれらを放置し、中断して、言論を完結させること」)を兼ねている。

  4. 25ἀποφηνάμενον ἃ δοκεῖ μοι, τότʼ ἤδη λέγειν

    κράτιστον [ἐστίν] に対する対格不定詞構文。主語となる対格(ἐμέ)が明示されないまま、アオリスト分詞 ἀποφηνάμενον が対格男性単数で置かれ、主不定詞 λέγειν に先行する動作を示している(「私が…表明した上で、そのとき初めて…論じること」)。

  5. 26τοσούτου δέω καταφρονεῖν

    τοσούτου δέω+不定詞で「私は〜することからそれほど遠く隔たっている」「〜するどころではない」を意味する古典ギリシア語の慣用表現。後続の ὥστε 節(ὥστε καὶ ... ἐπαινῶ)と呼応し、「軽蔑するどころか、むしろ称賛している」という強い対比をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:18-26