← イソクラテス

パンアテナイア祭演説

§214-223

弟子の自己弁護と軍事訓練の悪用に対する弾劾

対話相手は自身の発言の意図を軍事教練や団結の重視に限定して自己弁護し、弁論者はそれを一部認めつつも、善のために見出された技術を同胞の破壊に転用したスパルタの罪を改めて厳しく弾劾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§214

οἱ μὲν γὰρ ἄλλοι τοὺς κακουργοῦντας καὶ κλέπτοντας πονηροτέρους τῶν οἰκετῶν νομίζουσιν, ἐκεῖνοι δὲ τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων πρωτεύοντας βελτίστους εἶναι τῶν παίδων ὑπολαμβάνουσι καὶ μάλιστα τιμῶσιν. καίτοι τίς ἂν τῶν εὖ φρονούντων οὐκ ἂν τρὶς ἀποθανεῖν ἕλοιτο μᾶλλον, ἢ διὰ τοιούτων ἐπιτηδευμάτων γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος;”1 ταῦτʼ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδʼ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλʼ ἔλεγεν ὅτι “οὐ μὲν πεποίησαι τοὺς λόγους” ἐμὲ λέγων “ὡς ἅπαντʼ ἀποδεχομένου μου2 τἀκεῖ καὶ καλῶς ἔχειν νομίζοντος· ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις, ἐμοῦ δʼ οὐ δικαίως κατηγορεῖν. ἐγὼ γὰρ ἐλυπήθην μὲν τὸν λόγον ἀναγιγνώσκων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐ μὴν οὕτως ὡς ἐπὶ τῷ μηδὲν ἀντειπεῖν ὑπὲρ αὐτῶν δύνασθαι τοῖς γεγραμμένοις, εἰθισμένος τὸν ἄλλον χρόνον ἐπαινεῖν. εἰς τοιαύτην δʼ ἀπορίαν καταστὰς εἶπον ὅπερ ἦν λοιπόν, ὡς εἰ καὶ μηδὲν διʼ ἄλλο, διά γʼ ἐκεῖνο δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιμεν, ὅτι τοῖς καλλίστοις τῶν ἐπιτηδευμάτων χρώμενοι τυγχάνουσιν.

というのも、他の人々は悪事を働き盗みを働く者を召使たちよりも卑劣であるとみなすのに対し、彼らはそのような行いにおいて秀でている者を少年たちの中で最優秀であるとみなし、最も重んじるからである。それにしても、良識ある者のうち誰が、そのような生活慣行を通じて徳の修練を行っていると認知されるくらいなら、むしろ三度死ぬことを選ばないであろうか」これを聞いた彼は、語られた事柄に対してずうずうしく反論することは何一つしなかったが、かといって完全に黙りこくったわけでもなく、こう言った。「あなたは」と私のことを指して言い、「私が当地のすべての事柄を受け入れ、良好であると考えているという前提で言論を組み立てられたのではありません。私としては、あなたが少年たちの放任や他の多くの事柄について彼らを非難されるのはもっともなことであると思いますが、私を告発されるのは正当ではないと考えます。というのも、私はこの論述を読み進める中でスパルタ人に関して述べられた事柄に心を痛めましたが、日頃彼らを称賛することに慣れていたために、書かれた事柄に対して彼らを弁護して反論することが何もできないという事態ほどには心を痛めなかったからです。そしてこのような途方に暮れた状態に陥り、残された唯一の道として、たとえ他の何のためでもなくとも、彼らが最善の生活慣行を実践しているという点についてだけでも、私たちは皆当然彼らに感謝すべきである、と申し上げたのです。

§217

ταῦτα δʼ εἶπον οὐ πρὸς τὴν εὐσέβειαν οὐδὲ πρὸς τὴν δικαιοσύνην οὐδὲ πρὸς τὴν φρόνησιν ἀποβλέψας, ἃ σὺ διῆλθες, ἀλλὰ πρὸς τὰ γυμνάσια τἀκεῖ καθεστηκότα καὶ πρὸς τὴν ἄσκησιν τῆς ἀνδρίας καὶ τὴν ὁμόνοιαν καὶ συνόλως τὴν περὶ τὸν πόλεμον ἐπιμέλειαν, ἅπερ ἅπαντες ἂν ἐπαινοῖεν, καὶ μάλιστʼ ἂν αὐτοῖς ἐκείνους χρῆσθαι φήσειαν.”

私がこう言いましたのは、あなたが論及された敬虔や正義や思慮に目を向けてのことではなく、当地で確立されている鍛錬、勇敢さの修練、一致結束、そして概して戦争に関する配慮に目を向けてのことであり、これらこそは誰もが称賛し、彼らが最も実践していると誰もが言うであろう事柄なのです」。

§218

ταῦτα δʼ αὐτοῦ διαλεχθέντος ἀπεδεξάμην μέν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλʼ ὡς ἀποκρυπτόμενον3 τὸ πικρότατον τῶν τότε ῥηθέντων οὐκ ἀπαιδεύτως ἀλλὰ νοῦν ἐχόντως, καὶ περὶ τῶν ἄλλων ἀπολελογημένον σωφρονέστερον ἢ τότε παρρησιασάμενον· οὐ μὴν ἀλλʼ ἐκεῖνʼ ἐάσας περὶ αὐτῶν τούτων ἔφασκον κατηγορίαν ἔχειν πολὺ δεινοτέραν ἢ περὶ τῆς τῶν παίδων κλωπείας.

彼がこのように語ったとき、私はそれを受け入れた。告発された罪状の何かを彼が晴らしたと見なしたからではなく、当時語られたことのうち最も辛辣な部分を無教養にではなく分別をもって覆い隠し、その他の点についても当時の遠慮のない態度より思慮深く弁明したと見なしたからである。しかしながら、その事柄は措いておくとしても、まさにこれらの点についてこそ、私は少年たちの盗みに関するものよりもはるかに深刻な告発理由があると語った。

§219

“ἐκείνοις μὲν γὰρ τοῖς ἐπιτηδεύμασιν ἐλυμαίνοντο τοὺς αὑτῶν παῖδας, οἷς δʼ ὀλίγῳ πρότερον σὺ διῆλθες, τοὺς Ἕλληνας ἀπώλλυσαν. ῥᾴδιον δʼ, ὡς οὕτως εἶχε ταῦτα, συνιδεῖν. οἶμαι γὰρ ἅπαντας ἂν ὁμολογῆσαι κακίστους ἄνδρας εἶναι καὶ μεγίστης ζημίας ἀξίους, ὅσοι τοῖς πράγμασι τοῖς εὑρημένοις ἐπʼ ὠφελίᾳ, τούτοις ἐπὶ βλάβῃ χρώμενοι τυγχάνουσι, μὴ πρὸς τοὺς βαρβάρους μηδὲ πρὸς τοὺς ἁμαρτάνοντας μηδὲ πρὸς τοὺς εἰς τὴν αὑτῶν χώραν εἰσβάλλοντας, ἀλλὰ πρὸς τοὺς οἰκειοτάτους καὶ τῆς αὐτῆς συγγενείας μετέχοντας· ἅπερ ἐποίουν Σπαρτιᾶται. καίτοι πῶς ὅσιόν ἐστι φάσκειν καλῶς χρῆσθαι τοῖς περὶ τὸν πόλεμον ἐπιτηδεύμασιν, οἵτινες οὓς προσῆκε σώζειν, τούτους ἀπολλύοντες ἅπαντα τὸν χρόνον διετέλεσαν;

「というのも、彼らは前者の生活慣行によっては自らの子どもたちを堕落させていたが、君が少し前に論及した慣行によってはギリシア人たちを滅ぼしていたからである。そして、事態がそのようであったことは容易に理解できる。なぜなら、有益であるために見出された事柄を害悪のために用いている者たち、それも 異民族に対してでも、過ちを犯した者に対してでも、自らの国土に侵略してきた者に対してでもなく、最も近しい同族であり同じ血統にあずかる者たちに対してそうしている者たちこそは、最も邪悪な人間であり最大の処罰に値すると誰もが認めるであろうと私は考えるからである。まさにこれこそスパルタ人たちが行っていたことなのだ。それにしても、救うべきであった人々を終始滅ぼし続けた者たちが、戦争に関する生活慣行を立派に用いているなどと主張することが、どうして神聖なことといえようか。

§221

ἀλλὰ γὰρ οὐ σὺ μόνος ἀγνοεῖς τοὺς καλῶς χρωμένους τοῖς πράγμασιν, ἀλλὰ σχεδὸν οἱ πλεῖστοι τῶν Ἑλλήνων. ἐπειδὰν γάρ τινας ἴδωσιν ἢ πύθωνται παρά τινων ἐπιμελῶς διατρίβοντας περὶ τὰ δοκοῦντʼ εἶναι καλὰ τῶν ἐπιτηδευμάτων, ἐπαινοῦσι καὶ πολλοὺς λόγους ποιοῦνται περὶ αὐτῶν, οὐκ εἰδότες τὸ συμβησόμενον.

しかし実のところ、物事を立派に活用している人々を知らないのは君一人ではなく、ギリシア人のほぼ大多数がそうなのだ。彼らは誰かが立派であると思われる生活慣行に熱心に携わっているのを見たり誰かから聞き知ったりすると、その結果どうなるかも知らずに、彼らを称賛し大いに論じるのである。

§222

χρὴ δὲ τοὺς ὀρθῶς δοκιμάζειν βουλομένους περὶ τῶν τοιούτων ἐν ἀρχῇ μὲν ἡσυχίαν ἄγειν καὶ μηδεμίαν δόξαν ἔχειν περὶ αὐτῶν, ἐπειδὰν δʼ εἰς τὸν χρόνον ἐκεῖνον ἔλθωσιν, ἐν ᾧ καὶ λέγοντας καὶ πράττοντας αὐτοὺς ὄψονται καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν, τότε θεωρεῖν ἀκριβῶς ἕκαστον αὐτῶν, καὶ τοὺς μὲν νομίμως καὶ καλῶς χρωμένους οἷς ἐμελέτησαν ἐπαινεῖν καὶ τιμᾶν, τοὺς δὲ πλημμελοῦντας καὶ κακουργοῦντας ψέγειν καὶ μισεῖν καὶ φυλάττεσθαι τὸν τρόπον αὐτῶν, ἐνθυμουμένους ὡς οὐχ αἱ φύσεις αἱ τῶν πραγμάτων οὔτʼ ὠφελοῦσιν οὔτε βλάπτουσιν ἡμᾶς, ἀλλʼ ὡς αἱ τῶν ἀνθρώπων χρήσεις καὶ πράξεις ἁπάντων ἡμῖν αἴτιαι τῶν συμβαινόντων εἰσίν.

だが、そのような者たちについて正しく吟味しようと欲する者たちは、当初は沈黙を守り、彼らについて何らの予断も持たず、彼らが私的な場でも公的な場でも語りかつ行動するのを目にするその時期に至ったときに、彼らの各自を厳密に考察しなければならない。そして、自らが修練した事柄を適法にかつ立派に活用している者たちを称賛して尊び、逸脱して悪事を働いている者たちを非難し憎み、彼らのあり方を警戒すべきであって、物事の本性それ自体が私たちを利することも害することもなく、人間の活用と行為こそが、私たちに生じるすべての出来事の原因であるということを心に留めるべきなのである」。

構文注3 件
  1. 214γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος

    不定詞 γνωσθῆναι の意味上の主語が主節の主語(τίς ἂν τῶν εὖ φρονούντων)と一致しているため、主格分詞 ποιούμενος が結びついている構文。γνωσθῆναι(知られる)の補足語として分詞が主格で置かれ、「徳の修練を行っていると知られること」を表す。

  2. 215οὐ μὲν πεποίησαι τοὺς λόγους ... ὡς ἅπαντʼ ἀποδεχομένου μου

    ὡς に導かれる属格絶対構文(ἅπαντʼ ἀποδεχομένου μου)は、話し手(相手)についての主観的な前提・想定を表し、「私がそこのすべてを受け入れているという前提・見解のもとで(言論を組み立てたのではない)」という意味を成す。

  3. 218ἀπεδεξάμην μέν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλʼ ὡς ἀποκρυπτόμενον

    動詞 ἀπεδεξάμην(私は受け入れた)に対し、先行する属格 αὐτοῦ(属格絶対 ταῦτα δʼ αὐτοῦ διαλεχθέντος 中の主語)を念頭に置いた対格分詞 διαλυόμενον, ἀποκρυπτόμενον が ὡς とともに用いられ、「彼が〜していると見なしてではなく、むしろ〜していると見なして」という話し手の主観的判断・評価を表す構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:214-223