← イソクラテス

パンアテナイア祭演説

§205-213

スパルタ人の無学と少年への窃盗訓練の批判

イソクラテスは、スパルタ人が徳や生活慣行の創始者であるとする見解の矛盾を突いて論駁し、彼らが文字すら学ばず、少年たちに田野での窃盗を奨励・訓練させて出世の道としている実態を暴露して厳しく批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§205

τούτων δʼ οὕτως ἐχόντων, εἰ μὲν τυγχάνεις ἀληθῆ λέγων τούτους φάσκων εὑρετὰς γεγενῆσθαι τῶν καλλίστων ἐπιτηδευμάτων, ἀναγκαῖόν ἐστι τοὺς πολλαῖς γενεαῖς πρότερον γεγονότας, πρὶν Σπαρτιάτας ἐνταῦθα κατοικῆσαι, μὴ μετέχειν αὐτῶν, μήτε τοὺς ἐπὶ Τροίαν στρατευσαμένους μήτε τοὺς περὶ Ἡρακλέα καὶ Θησέα γεγονότας μήτε Μίνω τὸν Διὸς μήτε Ῥαδάμανθυν μήτʼ Αἰακὸν μήτε τῶν ἄλλων μηδένα τῶν ὑμνουμένων ἐπὶ ταῖς ἀρεταῖς ταύταις, ἀλλὰ ψευδῆ τὴν δόξαν ταύτην ἅπαντας ἔχειν· εἰ δὲ σὺ μὲν φλυαρῶν τυγχάνεις, προσήκει δὲ τοὺς ἀπὸ θεῶν γεγονότας καὶ χρῆσθαι ταύταις μᾶλλον τῶν ἄλλων καὶ καταδεῖξαι τοῖς ἐπιγιγνομένοις, οὐκ ἔστιν ὅπως οὐ1 μαίνεσθαι δόξεις ἅπασι τοῖς ἀκούσασιν, οὕτως εἰκῇ καὶ παρανόμως οὓς ἂν τύχῃς ἐπαινῶν. ἔπειτʼ εἰ μὲν εὐλόγεις αὐτοὺς οὐδὲν ἀκηκοὼς τῶν ἐμῶν, ἐλήρεις μὲν ἄν, οὐ μὴν ἐναντία γε λέγων ἐφαίνου σαυτῷ·

事態がこうである以上、もし君が、彼らが最善の生活慣行の創始者となったと主張して真実を述べているのだとすれば、スパルタ人が当地に定住するより多くの世代前に生まれた人々、すなわちトロイアへ遠征した者たちも、ヘラクレスやテセウスの周囲にいた者たちも、ゼウスの子ミノスも、ラダマンテュスも、アイアコスも、またこれらの徳によって讃えられている他の誰一人としてそれらにあずかってはおらず、全員が偽りの名声を有しているということにならざるを得ない。しかし、もし君が妄言を弄しているのであり、神々の子孫たる者たちこそが他の誰よりもそれらの徳を実践し後世の人々に示し教えるにふさわしいのだとすれば、君は聞き手全員に狂っていると見なされるに違いない。このように行き当たりばったりに不法にも、出くわした者たちを手当たり次第に称賛しているのだから。それに、もし君が私の論述を何も聞かずに彼らを称えていたのであれば、たしかに戯言を言ってはいたであろうが、自分自身に対して矛盾したことを言っているようには見えなかったはずである。

§207

νῦν δʼ ἐπῃνεκότι σοι τὸν ἐμὸν λόγον, τὸν ἐπιδεικνύντα πολλὰ καὶ δεινὰ Λακεδαιμονίους περὶ τε τοὺς συγγενεῖς τοὺς αὑτῶν καὶ περὶ τοὺς ἄλλους Ἕλληνας διαπεπραγμένους, πῶς οἷόν τʼ ἦν ἔτι σοὶ λέγειν τοὺς ἐνόχους ὄντας τούτοις, ὡς τῶν καλλίστων ἐπιτηδευμάτων ἡγεμόνες γεγόνασιν;2

だが今や、スパルタ人たちが同族に対しても他のギリシア人に対しても数々の恐るべき悪業を働いたことを論証している私の言論を称賛した君が、そのような悪業の責任を負う者たちについて、どうして今さら最善の生活慣行の先導者となったなどと語ることができようか。

§208

πρὸς δὲ τούτοις κἀκεῖνό σε λέληθεν, ὅτι τὰ παραλελειμμένα τῶν ἐπιτηδευμάτων καὶ τῶν τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων οὐχ οἱ τυχόντες εὑρίσκουσιν, ἀλλʼ οἱ τάς τε φύσεις διαφέροντες καὶ μαθεῖν πλεῖστα τῶν πρότερον εὑρημένων δυνηθέντες καὶ προσέχειν τὸν νοῦν τῷ ζητεῖν μᾶλλον τῶν ἄλλων ἐθελήσαντες.

その上、君は次のことを見落としている。すなわち、生活慣行や諸技術、その他すべてのことにおいて未開拓のまま残されていた事柄を発見するのは、ありふれた平凡な人々ではなく、天稟に秀で、かつて発見された事柄の多くを学ぶことができ、他の誰よりも探求に意を注ぐことを欲した者たちであるということだ。

§209

ὧν Λακεδαιμόνιοι πλέον ἀπέχουσι τῶν βαρβάρων· οἱ μὲν γὰρ ἂν φανεῖεν πολλῶν εὑρημάτων καὶ μαθηταὶ καὶ διδάσκαλοι γεγονότες, οὗτοι δὲ τοσοῦτον ἀπολελειμμένοι τῆς κοινῆς παιδείας καὶ φιλοσοφίας εἰσὶν ὥστʼ οὐδὲ γράμματα μανθάνουσιν, ἃ τηλικαύτην ἔχει δύναμιν ὥστε τοὺς ἐπισταμένους καὶ χρωμένους αὐτοῖς μὴ μόνον ἐμπείρους γίγνεσθαι τῶν ἐπὶ τῆς ἡλικίας τῆς αὑτῶν πραχθέντων ἀλλὰ καὶ τῶν πώποτε γενομένων.

スパルタ人たちは、これらの資質から異民族よりもさらに遠く隔たっている。というのも、異民族たちは多くの発見の学び手であり教え手であったことが示されうるのに対し、スパルタ人たちは共通の教養と哲学からあまりにかけ離れているため、文字すら学ばないのである。その文字こそは、それを理解し活用する人々を、自らの時代に行われた事柄だけでなく、過去のあらゆる時代に生じた事柄にも通じさせるほどの絶大な力を持つものであるというのに。

§210

ἀλλʼ ὅμως σὺ καὶ τοὺς τῶν τοιούτων ἀμαθεῖς ὄντας ἐτόλμησας εἰπεῖν ὡς εὑρεταὶ τῶν καλλίστων ἐπιτηδευμάτων γεγόνασι, καὶ ταῦτʼ εἰδὼς ὅτι τοὺς παῖδας τοὺς ἑαυτῶν ἐθίζουσι περὶ τοιαύτας πραγματείας διατρίβειν, ἐξ ὧν ἐλπίζουσιν αὐτοὺς οὐκ εὐεργέτας γενήσεσθαι τῶν ἄλλων, ἀλλὰ κακῶς ποιεῖν μάλιστα δυνήσεσθαι τοὺς Ἕλληνας.

それにもかかわらず、君はこのような事柄に無知な者たちについてさえ、最善の生活慣行の創始者となったなどとあえて口にし、しかも彼らが自らの子どもたちを、他の人々の恩人となるのではなく、ギリシア人を最大限に痛めつけることができるようになることを期待するような諸活動に専念するよう習慣づけていることを知りながらそうしたのである。

§211

ἃς πάσας μὲν διεξιὼν πολὺν ὄχλον ἐμαυτῷ τʼ ἂν παράσχοιμι καὶ τοῖς ἀκούουσιν, μίαν δὲ μόνον εἰπών, ἣν ἀγαπῶσι καὶ περὶ ἣν μάλιστα σπουδάζουσιν, οἶμαι δηλώσειν ἅπαντα τὸν τρόπον αὐτῶν. ἐκεῖνοι γὰρ καθʼ ἑκάστην τὴν ἡμέραν εὐθὺς ἐξ εὐνῆς ἐκπέμπουσι τοὺς παῖδας, μεθʼ ὧν ἂν ἕκαστοι βουληθῶσι, λόγῳ μὲν ἐπὶ θήραν, ἔργῳ δʼ ἐπὶ κλωπείαν τῶν ἐν τοῖς ἀγροῖς κατοικούντων·

それらすべてを一々列挙すれば私自身にとっても聞き手にとっても大きな煩わしさとなるであろうが、彼らが愛好し最も熱心に取り組んでいるものを一つだけ述べるだけでも、彼らのあり方全体を明らかにしうると私は考える。というのも、彼らは毎日起床するや直ちに、各自が望む仲間とともに子どもたちを送り出すのであるが、それは名目上は狩猟のため、実際には農村に暮らす人々に対する盗みを働かせるためなのである。

§212

ἐν ᾗ συμβαίνει τοὺς μὲν ληφθέντας ἀργύριον ἀποτίνειν καὶ πληγὰς λαμβάνειν, τοὺς δὲ πλεῖστα κακουργήσαντας καὶ λαθεῖν δυνηθέντας ἔν τε τοῖς παισὶν εὐδοκιμεῖν μᾶλλον τῶν ἄλλων, ἐπειδὰν δʼ εἰς ἄνδρας συντελῶσιν, ἢν ἐμμείνωσι τοῖς ἤθεσιν οἷς παῖδες ὄντες ἐμελέτησαν, ἐγγὺς εἶναι τῶν μεγίστων ἀρχῶν.

この営みにおいて、捕らえられた者は金銭を弁済し鞭打たれることになるのに対し、最も多くの悪事を働き発覚を免れることのできた者は、子どもの間でも他より重んじられ、成年男子に登録された後も、子ども時代に培った気風にとどまり続けるならば、最高の役職に近づくことができる。

§213

καὶ ταύτης ἤν τις ἐπιδείξῃ παιδείαν μᾶλλον ἀγαπωμένην ἢ σπουδαιοτέραν παρʼ αὐτοῖς εἶναι νομιζομένην, ὁμολογῶ μηδὲν ἀληθὲς εἰρηκέναι μηδὲ περὶ ἑνὸς πώποτε πράγματος. καίτοι τί τῶν τοιούτων ἔργων καλόν ἐστιν ἢ σεμνόν, ἀλλʼ οὐκ αἰσχύνης ἄξιον; πῶς δʼ οὐκ ἀνοήτους χρὴ νομίζειν τοὺς ἐπαινοῦντας τοὺς τοσοῦτον τῶν νόμων τῶν κοινῶν ἐξεστηκότας καὶ μηδὲν τῶν αὐτῶν μήτε τοῖς Ἕλλησι μήτε τοῖς βαρβάροις γιγνώσκοντας;

そして、もし誰かがこれ以上に愛好され、あるいは彼らの間でより重要なものとみなされている教育の存在を示しうるなら、私はかつていかなる事柄についても真実を語ったことがないと認めよう。それにしても、このような行いのどこに立派で気高いところがあるというのか。むしろ恥辱に値するものではないか。共通の法規からこれほど逸脱し、ギリシア人とも異民族とも何一つ共通の価値観を共有しない者たちを賞賛する者を、どうして愚昧と見なさずにいられようか。

構文注2 件
  1. 206οὐκ ἔστιν ὅπως οὐ

    二重否定による慣用句(「〜でないはずがない」「必然的に〜となる」)。否定辞 οὐκ と 関係副詞 ὅπως に導かれる否定節 οὐ… が組み合わさり、直説法(δόξεις)を伴って強い必然・確信を表す。

  2. 207τοὺς ἐνόχους ὄντας τούτοις, ὡς τῶν καλλίστων ἐπιτηδευμάτων ἡγεμόνες γεγόνασιν

    先取り(prolepsis)。従属節(ὡς 節)の意味上の主語となるべき語句(τοὺς ἐνόχους ὄντας τούτοις)が節外(主節の動詞 λέγειν の目的語の位置)に対格で引き出されている。論理的意味は「これらの罪責を負う者たちが最善の生活慣行の指導者となったと語ること」となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg021.humanitext-grc2:205-213