- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:62-70
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
イソクラテスは、逆境から身を起こして大業を成し遂げたコノン、ディオニュシオス、キュロスの先例を挙げ、恵まれた条件にあるピリッポスならばギリシア諸都市の和合をさらに容易に達成できると激励し、この企てが彼に比類なき栄誉と幸福をもたらすことを説く。
ἀτυχήσας γὰρ ἐν τῇ ναυμαχίᾳ τῇ περὶ Ἑλλήσποντον οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τοὺς συνάρχοντας, οἴκαδε μὲν ἀφικέσθαι κατῃσχύνθη, πλεύσας δʼ εἰς Κύπρον χρόνον μέν τινα περὶ τὴν τῶν ἰδίων ἐπιμέλειαν διέτριβεν, αἰσθόμενος δʼ Ἀγησίλαον μετὰ πολλῆς δυνάμεως εἰς τὴν Ἀσίαν διαβεβηκότα καὶ πορθοῦντα τὴν χώραν οὕτω μέγʼ ἐφρόνησεν, ὥστʼ ἀφορμήν οὐδεμίαν ἄλλην ἔχων πλὴν τὸ σῶμα καὶ τὴν διάνοιαν ἤλπισε Λακεδαιμονίους καταπολεμήσειν ἄρχοντας τῶν Ἑλλήνων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ ταῦτα πέμπων ὡς τοὺς βασιλέως στρατηγοὺς ὑπισχνεῖτο ποιήσειν. καὶ τί δεῖ τὰ πλείω λέγειν; συστάντος γὰρ αὐτῷ ναυτικοῦ περὶ Ῥόδον καὶ νικήσας τῇ ναυμαχίᾳ1 Λακεδαιμονίους μὲν ἐξέβαλεν ἐκ τῆς ἀρχῆς, τοὺς δʼ Ἕλληνας ἠλευθέρωσεν, οὐ μόνον δὲ τὰ τείχη τῆς πατρίδος ἀνώρθωσεν, ἀλλὰ καὶ τὴν πόλιν εἰς τὴν αὐτὴν δόξαν προήγαγεν ἐξ ἧσπερ ἐξέπεσεν. καίτοι τίς ἂν προσεδόκησεν ὑπʼ ἀνδρὸς οὕτω ταπεινῶς πράξαντος ἀναστραφήσεσθαι τὰ τῆς Ἑλλάδος πράγματα, καὶ τὰς μὲν ἀτιμωθήσεσθαι τὰς δʼ ἐπιπολάσειν τῶν Ἑλληνίδων πόλεων;
というのも、彼はヘレースポントス周辺の海戦で、自らの過失ではなく同僚将軍たちの過失によって不運に見舞われた際、帰国することを恥じらい、キュプロスへ渡航してしばらくの間は私的な事柄の処理に時を過ごしていたが、アゲシラオスが大軍を率いてアジアへと渡航しその地を略奪しているのを知るや、大いなる志を抱き、自らの身と知性以外にはいかなる足がかりも持たぬ身でありながら、陸海双方でギリシア人を支配していたラケダイモーン人を打ち倒すことを期待し、王の配下の将軍たちのもとへ使者を送ってこれを成し遂げると約束したのである。これ以上多くを語る必要があるだろうか。彼のもとにロドス島周辺で艦隊が結成されると、海戦に勝利してラケダイモーン人をその支配権から放逐し、ギリシア人を解放し、祖国の城壁を再建したばかりか、かつて都市が転落したのと同じ栄誉へと都市を復帰させたのである。それにしても、これほど惨めな境遇に置かれていた人物によってギリシアの諸情勢が覆され、ギリシア諸都市のうちあるものは地位を失い、他のものは台頭することになろうとは、いったい誰が予期しえただろうか。
Διονύσιος τοίνυν (βούλομαι γὰρ ἐκ πολλῶν σε πεισθῆναι ῥᾳδίαν εἶναι τὴν πρᾶξιν, ἐφʼ ἥν σε τυγχάνω παρακαλῶν) πολλοστὸς ὢν Συρακοσίων καὶ τῷ γένει καὶ τῇ δόξῃ καὶ τοῖς ἄλλοις ἅπασιν, ἐπιθυμήσας μοναρχίας ἀλόγως καὶ μανικῶς, καὶ τολμήσας ἅπαντα πράττειν τὰ φέροντα πρὸς τὴν δύναμιν ταύτην, κατέσχε μὲν Συρακούσας, ἁπάσας δὲ τὰς ἐν Σικελίᾳ πόλεις, ὅσαι περ ἦσαν Ἑλληνίδες, κατεστρέψατο, τηλικαύτην δὲ δύναμιν περιεβάλετο καὶ πεζὴν καὶ ναυτικήν, ὅσην οὐδεὶς ἀνὴρ τῶν πρὸ ἐκείνου γενομένων.
さらにディオニュシオスについて見よ(私は、私が勧告しているこの事業が容易であることを、多くの事例からあなたに納得してもらいたいのである)。彼は家柄においても名声においても他のあらゆる点においてもシラクサ人の中で取るに足らない存在であったが、分別のない狂気じみた思いで単独支配を欲し、この権力へと至るあらゆる行動をあえて敢行することによって、シラクサを掌握し、シケリアにおけるすべての都市、それがギリシア人の都市である限りにおいてことごとく征服し、過去のいかなる人物も及ばぬほど巨大な陸海双方の軍事力を自らの周囲に築き上げたのである。
ἔτι τοίνυν Κῦρος (ἵνα μνησθῶμεν καὶ περὶ τῶν βαρβάρων) ἐκτεθεὶς μὲν ὑπὸ τῆς μητρὸς εἰς τὴν ὁδόν, ἀναιρεθεὶς δʼ ὑπὸ Περσίδος γυναικός, εἰς τοσαύτην ἦλθε μεταβολὴν ὥσθʼ ἁπάσης τῆς Ἀσίας γενέσθαι δεσπότης.
さらにまた(蛮族についても言及しておくなら)キュロスは、母によって道端に遺棄され、ペルシア人女性に拾い育てられながらも、アジア全土の支配者となるほどの変貌を遂げたのである。
ὅπου δʼ2 Ἀλκιβιάδης μὲν φυγὰς ὤν, Κόνων δὲ δεδυστυχηκώς, Διονύσιος δʼ οὐκ ἔνδοξος ὤν, Κῦρος δʼ οὕτως οἰκτρᾶς αὐτῷ τῆς ἐξ ἀρχῆς γενέσεως ὑπαρξάσης, εἰς τοσοῦτον προῆλθον καὶ τηλικαῦτα διεπράξαντο, πῶς οὐ σέ γε χρὴ προσδοκᾶν τὸν ἐκ τοιούτων μὲν γεγονότα, Μακεδονίας δὲ βασιλεύοντα, τοσούτων δὲ κύριον ὄντα, ῥᾳδίως τὰ προειρημένα συστήσειν;
それならば、アルキビアデスは追放者であり、コノンは不運に見舞われ、ディオニュシオスは無名であり、キュロスは出生からしてこのように哀れであったにもかかわらず、これほどの地位へと昇り詰め、これほど偉大な事業を成し遂げたというのに、あのように高貴な者たちの子孫であり、マケドニアの王であり、これほど強大な支配権を有するあなたが、前述の事柄を容易にまとめ上げられると期待しないわけにいくだろうか。
σκέψαι δʼ ὡς ἄξιόν ἐστι τοῖς τοιούτοις τῶν ἔργων μάλιστʼ ἐπιχειρεῖν, ἐν οἷς κατορθώσας μὲν ἐνάμιλλον τὴν σαυτοῦ δόξαν καταστήσεις τοῖς πρωτεύσασι, διαμαρτὼν δὲ τῆς προσδοκίας ἀλλʼ οὖν τήν γʼ εὔνοιαν κτήσει3 τὴν παρὰ τῶν Ἑλλήνων, ἣν πολὺ κάλλιόν ἐστι λαβεῖν ἢ πολλὰς πόλεις τῶν Ἑλληνίδων κατὰ κράτος ἑλεῖν· τὰ μὲν γὰρ τοιαῦτα τῶν ἔργων φθόνον ἔχει καὶ δυσμένειαν καὶ πολλὰς βλασφημίας, οἷς δʼ ἡμεῖς συμβεβουλεύκαμεν οὐδὲν πρόσεστι τούτων. ἀλλʼ εἴ τις θεῶν αἵρεσίν σοι δοίη μετὰ ποίας ἂν ἐπιμελείας καὶ διατριβῆς εὔξαιο τὸν βίον διαγαγεῖν, οὐδεμίαν ἕλοιʼ ἄν, εἴπερ ἐμοὶ συμβούλῳ χρῷο, μᾶλλον ἢ ταύτην.
成功すれば自らの名声を覇を唱えた者たちと比肩するものとし、たとえ期待に違えることがあっても、ギリシア人からの好意は獲得できるような、そのような事業にこそ何よりも着手することがいかに価値あることかをよく考えてほしい。この好意を得ることは、力づくで多くのギリシア諸都市を奪取することよりもはるかに美しいことである。なぜなら、そうした征服行為は妬みや悪意や数々の非難を伴うが、私たちが勧告している事柄にはこれらが一切付随しないからである。もし神々のいずれかが、どのような配慮と活動のうちに生涯を過ごすことを望むかという選択肢をあなたに与えたとすれば、もし私を助言者として用いるならば、この生き方以上にあなたが選ぶものは何一つないであろう。
οὐ γὰρ μόνον ὑπὸ τῶν ἄλλων ἔσει ζηλωτός, ἀλλὰ καὶ σὺ σαυτὸν μακαριεῖς. τίς γὰρ ἂν ὑπερβολὴ γένοιτο τῆς τοιαύτης εὐδαιμονίας, ὅταν πρέσβεις μὲν ἥκωσιν ἐκ τῶν μεγίστων πόλεων οἱ μάλιστʼ εὐδοκιμοῦντες εἰς τὴν σὴν δυναστείαν, μετὰ δὲ τούτων βουλεύῃ περὶ τῆς κοινῆς σωτηρίας, περὶ ἧς οὐδεὶς ἄλλος φανήσεται τοιαύτην πρόνοιαν πεποιημένος, αἰσθάνῃ δὲ τὴν Ἑλλάδα πᾶσαν ὀρθὴν οὖσαν ἐφʼ οἷς σὺ τυγχάνεις εἰσηγούμενος, μηδεὶς δʼ ὀλιγώρως ἔχῃ τῶν παρὰ σοὶ βραβευομένων, ἀλλʼ οἱ μὲν πυνθάνωνται περὶ αὐτῶν ἐν οἷς ἐστίν, οἱ δʼ εὔχωνταί σε μὴ διαμαρτεῖν ὧν ἐπεθύμησας, οἱ δὲ δεδίωσι μὴ πρότερόν τι πάθῃς πρὶν τέλος ἐπιθεῖναι τοῖς πραττομένοις;
なぜなら、あなたは他者から羨望されるだけでなく、自らも自らを幸いな者とみなすようになるからである。これほどの大いなる幸福に勝るものが他にあろうか。すなわち、最も偉大な諸都市から最も名声ある使節たちがあなたの主権のもとへと参集し、彼らとともに共通の救済について協議し、この救済について他のいかなる者もこれほどの配慮を示したことがないという時、また全ギリシアがあなたが提案している事柄に刮目しているのを感じ取り、あなたの裁断を受ける事柄を軽視する者は一人もおらず、ある者たちはそれがどのような進捗にあるかを問い尋ね、ある者たちはあなたが望んだことを果たし損なわぬよう祈り、またある者たちは、進められている事柄を完結させる前にあなたが何らかの不運に見舞われはしないかと懸念している、まさにそのような時である。
- 63συστάντος γὰρ αὐτῷ ναυτικοῦ περὶ Ῥόδον καὶ νικήσας τῇ ναυμαχίᾳ
独立属格(絶対属格)句 συστάντος... ναυτικοῦ の後に、等位接続詞 καί を挟んで主節の主語(コノン)に一致する主格分詞 νικήσας が続けられている構文の乱れ(アナコルートン)。意味上は「彼のために艦隊が結成され、彼が海戦で勝利して…」と並列的に読まれる。
- 67ὅπου δʼ
空間的な場所を表す関係副詞ではなく、「〜である状況において」「〜であるのに」という対比的・理由提示的(接続詞的)な用法。先行する四人の歴史的人物(アルキビアデス、コノン、ディオニュシオス、キュロス)の困難な境遇と、主節のピリッポスの有利な立場を鮮やかに対比させている。
- 68διαμαρτὼν δὲ τῆς προσδοκίας ἀλλʼ οὖν τήν γʼ εὔνοιαν κτήσει
分詞 διαμαρτών は 譲歩の意(「たとえ期待に違えることがあっても」)を表し、それに続く ἀλλʼ οὖν... γε は「それにもかかわらず、少なくとも…は」と限定的な補償・譲歩を表す慣用的な呼応表現である。
