- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg020.humanitext-grc2:53-61
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者はテーバイの過度の拡張主義とフォーキス戦争による困窮、そしてアテナイの和平受容を指摘して講和の成立可能性を論じ、さらに過去の難事を成した実例としてアルキビアデスの行動を振り返る。
ἀλλὰ μὴν τὰ περὶ Θηβαίους οὐδὲ σὲ λέληθεν. καλλίστην γὰρ μάχην νικήσαντες, καὶ δόξαν ἐξ αὐτῆς μεγίστην λαβόντες, διὰ τὸ μὴ καλῶς χρῆσθαι ταῖς εὐτυχίαις οὐδὲν βέλτιον πράττουσι τῶν ἡττηθέντων καὶ δυστυχησάντων. οὐ γὰρ ἔφθασαν τῶν ἐχθρῶν κρατήσαντες, καὶ πάντων ἠνώχλουν1 μὲν ταῖς πόλεσι ταῖς ἐν Πελοποννήσῳ, Θετταλίαν δʼ ἐτόλμων καταδουλοῦσθαι, Μεγαρεῦσι δʼ ὁμόροις οὖσιν ἠπείλουν, τὴν δʼ ἡμετέραν πόλιν μέρος τι τῆς χώρας ἀπεστέρουν, Εὔβοιαν δʼ ἐπόρθουν, εἰς Βυζάντιον δὲ τριήρεις ἐξέπεμπον ὡς καὶ γῆς καὶ θαλάττης ἄρξοντες.
しかしながら、テーバイ人たちに関することについては、あなたもよくご存知のはずである。なぜなら彼らは、最も見事な戦いで勝利を収め、そこから最大の栄誉を得たにもかかわらず、その幸運を正しく用いることができなかったために、敗北して不運に見舞われた者たちよりも何ら良い状態にはないからである。彼らは敵を征服するやいなや、あらゆる者たち、すなわちペロポネーソスの諸都市を悩ませ、テッサリアを奴隷化しようと企て、隣国であるメガラ人たちを脅迫し、私たちの都市からその領土の一部を奪い、エウボイアを略奪し、陸も海も支配せんばかりの勢いでビザンティオンへ三段櫂船を派遣した。
τελευτῶντες δὲ πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν ὡς τῶν τε πόλεων ἐν ὀλίγῳ χρόνῳ κρατήσοντες, τόν τε τόπον ἅπαντα τὸν περιέχοντα κατασχήσοντες, τῶν τε χρημάτων τῶν ἐν Δελφοῖς περιγενησόμενοι ταῖς ἐκ τῶν ἰδίων δαπάναις. ὧν οὐδὲν αὐτοῖς ἀποβέβηκεν, ἀλλʼ ἀντὶ μὲν τοῦ λαβεῖν τὰς Φωκέων πόλεις τὰς αὑτῶν ἀπολωλέκασιν, εἰσβάλλοντες δʼ εἰς τὴν τῶν πολεμίων ἐλάττω κακὰ ποιοῦσιν ἐκείνους ἢ πάσχουσιν ἀπιόντες εἰς τὴν αὑτῶν·
そして最後にはフォーキス人たちに対して戦争を仕掛け、短期間で諸都市を制圧し、周囲の土地全域を掌握し、自らの出費をもってデルポイの富に打ち勝てると目論んだのである。だが、これらの何一つ彼らの思い通りにはならず、フォーキス人たちの都市を手に入れるどころか自らの都市を失ってしまい、敵の領土に侵入しても、自国へ退却する際に被る打撃ほどには敵に損害を与えられていない。
ἐν μὲν γὰρ τῇ Φωκίδι τῶν μισθοφόρων τινὰς ἀποκτείνουσιν, οἷς λυσιτελεῖ τεθνάναι μᾶλλον ἢ ζῆν, ἀναχωροῦντες δὲ τοὺς ἐνδοξοτάτους αὑτῶν καὶ μάλιστα τολμῶντας ὑπὲρ τῆς πατρίδος ἀποθνήσκειν ἀπολλύουσιν. εἰς τοῦτο δʼ αὐτῶν περιέστηκε τὰ πράγματα, ὥστʼ ἐλπίσαντες ἅπαντας τοὺς Ἕλληνας ὑφʼ αὑτοῖς ἔσεσθαι νῦν ἐν σοὶ τὰς ἐλπίδας ἔχουσι τῆς αὑτῶν σωτηρίας. ὥστʼ οἶμαι καὶ τούτους ταχέως ποιήσειν ὅ τι ἂν σὺ κελεύῃς καὶ συμβουλεύῃς.
というのも、フォーキスの地では生きるより死ぬ方がましであるような傭兵たちを何人か殺害しているにすぎないが、退却の際には自らの最も名誉ある、祖国のために死ぬことを最も厭わない者たちを失っているからである。そして彼らの状況は、全ギリシア人を自らの配下に置くことを期待していたのに、今ではあなたの中に自らの救済の希望を抱くほどに立ち至っている。それゆえ、彼らもまたあなたが命じ勧められることを速やかに行うであろうと私は考える。
λοιπὸν δʼ ἂν ἦν ἡμῖν ἔτι περὶ τῆς πόλεως διαλεχθῆναι τῆς ἡμετέρας, εἰ μὴ προτέρα τῶν ἄλλων εὖ φρονήσασα τὴν εἰρήνην ἐπεποίητο. νῦν δʼ αὐτὴν οἶμαι καὶ συναγωνιεῖσθαι τοῖς ὑπὸ σοῦ πραττομένοις, ἄλλως τε κἂν δυνηθῇ συνιδεῖν ὅτι ταῦτα διοικεῖς πρὸ τῆς ἐπὶ τὸν βάρβαρον στρατείας.
私たちの都市についてさらに論じることが私たちに残されていたはずであるが、他の都市に先立って分別を働かせ、和平を結んでいなかったならばの話である。今ではこの都市も、とりわけあなたがこの調停を蛮族に対する遠征に先立って執り行っているのだと見て取ることができれば、あなたの為す事柄に味方して協力するであろうと私は考えている。
ὡς μὲν οὖν οὐκ ἀδύνατόν ἐστί σοι συστῆσαι τὰς πόλεις ταύτας, ἐκ τῶν εἰρημένων ἡγοῦμαί σοι γεγενῆσθαι φανερόν· ἔτι τοίνυν ὡς καὶ ῥᾳδίως ταῦτα πράξεις, ἐκ πολλῶν παραδειγμάτων οἶμαί σε γνῶναι ποιήσειν. ἢν γὰρ φανῶσιν ἕτεροί τινες τῶν προγεγενημένων μὴ καλλίοσι μὲν μηδʼ ὁσιωτέροις ὧν ἡμεῖς συμβεβουλεύκαμεν ἐπιχειρήσαντες, μείζω δὲ καὶ δυσκολώτερα τούτων ἐπιτελέσαντες, τί λοιπὸν ἔσται τοῖς ἀντιλέγουσιν ὡς οὐ θᾶττον σὺ τὰ ῥᾴω πράξεις ἢ ʼκεῖνοι τὰ χαλεπώτερα;2
このように、あなたがこれらの都市を和合させることが不可能でないということは、述べられた事柄からあなたにとって明らかになったと考える。さらに、あなたがこれらを容易に成し遂げられるであろうことも、多くの実例からあなたに納得させられると考えている。なぜなら、私たちが勧告している事柄よりも美しくも敬虔でもない事柄に着手し、これらよりも重大で困難な事柄を成し遂げた過去の者たちが存在することが明らかになるならば、彼らがより困難なことを為したのよりも速やかに、あなたがより容易なことを為すことはないと反論する者たちに、どのような反論の余地が残るであろうか。
σκέψαι δὲ πρῶτον τὰ περὶ Ἀλκιβιάδην. ἐκεῖνος γὰρ φυγὼν παρʼ ἡμῶν, καὶ τοὺς ἄλλους ὁρῶν τοὺς πρὸ αὑτοῦ ταύτῃ συμφορᾷ κεχρημένους ἐπτηχότας διὰ τὸ μέγεθος τὸ τῆς πόλεως, οὐ τὴν αὐτὴν γνώμην ἔσχεν ἐκείνοις, ἀλλʼ οἰηθεὶς πειρατέον εἶναι βίᾳ κατελθεῖν προείλετο πολεμεῖν πρὸς αὐτήν.
まずアルキビアデスに関することを見てほしい。彼は私たちのもとから追放された際、自分以前にこの災難に遭った他の者たちが都市の強大さゆえに怯え竦んでいたのを見ながら、彼らと同じ思いを抱くことはなく、力づくで帰国を試みるべきであると考えて、その都市に対して戦争を仕掛けることを選んだのである。
καθʼ ἕκαστον μὲν οὖν τῶν τότε γενομένων εἴ τις λέγειν ἐπιχειρήσειεν, οὔτʼ ἂν διελθεῖν ἀκριβῶς δύναιτο, πρός τε τὸ παρὸν ἴσως ἂν ἐνοχλήσειεν· εἰς τοσαύτην δὲ ταραχὴν κατέστησεν οὐ μόνον τὴν πόλιν ἀλλὰ καὶ Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλληνας, ὥσθʼ ἡμᾶς μὲν παθεῖν ἃ πάντες ἴσασι, τοὺς δʼ ἄλλους τηλικούτοις κακοῖς περιπεσεῖν, ὥστε μηδέπω νῦν ἐξιτήλους εἶναι τὰς συμφορὰς τὰς διʼ ἐκεῖνον τὸν πόλεμον ἐν ταῖς πόλεσιν ἐγγεγενημένας, Λακεδαιμονίους δὲ τοὺς τότε δόξαντας εὐτυχεῖν εἰς τὰς νῦν ἀτυχίας διʼ Ἀλκιβιάδην καθεστάναι·
当時の出来事を一つ一つ語ろうと試みるならば、正確に詳述することもできず、現在の機会にとってはおそらく退屈なものとなろう。しかし彼は、私たちの都市だけでなくラケダイモーン人たちや他のギリシア人たちをもこれほどの混乱に陥れたため、私たちは誰もが知るような苦難を被り、他の者たちはこれほど甚大な災難に巻き込まれることとなった。そのため、その戦争によって諸都市に生じた災厄はいまだに消え去ることがなく、当時幸運に見舞われたと見なされたラケダイモーン人たちも、アルキビアデスのせいで現在の不運に陥るに至ったのである。
πεισθέντες γὰρ ὑπʼ αὐτοῦ τῆς κατὰ θάλατταν δυνάμεως ἐπιθυμῆσαι καὶ τὴν κατὰ γῆν ἡγεμονίαν ἀπώλεσαν, ὥστʼ εἴ τις φαίη τότε τὴν ἀρχὴν αὐτοῖς γενέσθαι τῶν παρόντων κακῶν, ὅτε τὴν ἀρχὴν τῆς θαλάττης ἐλάμβανον,3 οὐκ ἂν ἐξελεγχθείη ψευδόμενος. ἐκεῖνος μὲν οὖν τηλικούτων αἴτιος γενόμενος κατῆλθεν εἰς τὴν πόλιν, μεγάλης μὲν δόξης τυχών, οὐ μὴν ἐπαινούμενος ὑφʼ ἁπάντων. Κόνων δʼ οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀντίστροφα τούτων ἔπραξεν.
彼らはアルキビアデスに説き伏せられて海上の覇権を欲したために陸上の支配権までも失ったのであり、もし誰かが、彼らが海の支配権を握った時こそが現在の災悪の始まりであったと述べたとしても、偽りを語っていると論駁されることはないであろう。こうして彼はこれほど重大な事態の原因となって都市へと帰国し、大きな名声を得たものの、決してすべての者から称賛されたわけではなかった。 そしてコノンは、それから何年も経たないうちに、これとは正反対のことを成し遂げたのである。
- 53οὐ γὰρ ἔφθασαν τῶν ἐχθρῶν κρατήσαντες, καὶ πάντων ἠνώχλουν
οὐκ ἔφθην(または否定+φθάνω)+分詞+καί(またはἤδη)は「〜するやいなや…した」を表す慣用構文。ここではテーバイ人が敵を打ち破るやいなや即座に周囲の都市への干渉・圧迫を開始した時間的近接性と拙速さを表現している。
- 57τί λοιπὸν ἔσται τοῖς ἀντιλέγουσιν ὡς οὐ θᾶττον σὺ τὰ ῥᾴω πράξεις ἢ ʼκεῖνοι τὰ χαλεπώτερα;
τί λοιπὸν ἔσται(何が残されているだろうか)に与格 τοῖς ἀντιλέγουσιν が係り、それに続く ὡς οὐ 節は反論の内容を導く名詞節。反語的疑問文全体で「彼らが困難なことを為したのよりも速やかに、あなたがより容易なことを為せないはずがない、と認めざるを得ない(反論の余地はない)」という意味を表す。
- 61ὅτε τὴν ἀρχὴν τῆς θαλάττης ἐλάμβανον
直前の τὴν ἀρχὴν τῶν παρόντων κακῶν(現在の災厄の始まり)における ἀρχή(端緒・始まり)と、本句の τὴν ἀρχὴν τῆς θαλάττης(海の支配権・覇権)における ἀρχή(権力・支配権)が、語義の重なりを利用した言葉遊び・対句的表現となっている。構文上は時間節(ὅτε...)の目的語。
