← イソクラテス

アンティドシス

§28-35

告発者の虚偽と市民への無害の証明

弁論者は訴状の朗読を求めた後、告発者が法廷弁論への関与や弟子たちからの莫大な富を誇張・捏造して法廷の嫉妬と憎悪を煽っていると反論する。さらに、これまでの人生で自らによって害を被ったと訴え出た市民が一人も存在しない事実を挙げ、自らの潔白と温厚さを主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28

ἀλλʼ ἀνεγκλητεὶ μέχρι ταυτησὶ τῆς ἡλικίας βεβιωκὼς εἰς τὸν αὐτὸν καθέστηκα κίνδυνον, εἰς ὅνπερ ἂν εἰ πάντας ἐτύγχανον ἠδικηκώς.1 οὐ μὴν παντάπασιν ἀθυμῶ διὰ τὸ μέγεθος τοῦ τιμήματος, ἀλλʼ ἐάν περ ἐθελήσητε μετʼ εὐνοίας ἀκροάσασθαι, πολλὰς ἐλπίδας ἔχω τοὺς μὲν διεψευσμένους τῶν ἐμῶν ἐπιτηδευμάτων2 καὶ πεπεισμένους ὑπὸ τῶν βουλομένων βλασφημεῖν ταχέως μεταπεισθήσεσθαι περὶ αὐτῶν, τοὺς δὲ τοιοῦτον εἶναί με νομίζοντας οἷός περ εἰμί, βεβαιότερον ἔτι ταύτην ἕξειν τὴν διάνοιαν.

だが、この年齢に至るまで非難されることなく生きてきたにもかかわらず、私は、仮にすべての人々に不正を働いていたとしても陥ったであろうまさにその危険に立たされている。もっとも、求刑の重大さゆえに完全に落胆しているわけではなく、もし皆さんが好意をもって耳を傾けてくださるならば、私の生き方について誤解を抱き、中傷を望む者たちによって信じ込まされていた人々は、速やかにその考えを改めるであろうし、他方、私をありのままの人物であるとみなしている人々は、その確信をいっそう確固たるものにするであろうと、私は大いに期待している。

§29

ἵνα δὲ μὴ λίαν ἐνοχλῶ πολλὰ πρὸ τοῦ πράγματος λέγων, ἀφέμενος τούτων, περὶ ὧν οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. καί μοι ἀνάγνωθι τὴν γραφήν. "Γραφή" . ἐκ μὲν τοίνυν τῆς γραφῆς πειρᾶταί με διαβάλλειν ὁ κατήγορος ὡς διαφθείρω τοὺς νεωτέρους λέγειν διδάσκων καὶ παρὰ τὸ δίκαιον ἐν τοῖς ἀγῶσι πλεονεκτεῖν, ἐκ δὲ τῶν ἄλλων λόγων ποιεῖ με τηλικοῦτον, ὅσος οὐδεὶς πώποτε γέγονεν οὔτε τῶν περὶ τὰ δικαστήρια καλινδουμένων οὔτε τῶν περὶ τὴν φιλοσοφίαν διατριψάντων· οὐ γὰρ μόνον ἰδιώτας φησί μου γεγενῆσθαι μαθητάς, ἀλλὰ καὶ ῥήτορας καὶ στρατηγοὺς καὶ βασιλέας καὶ τυράννους, καὶ χρήματα παρʼ αὐτῶν παμπληθῆ τὰ μὲν εἰληφέναι τὰ δʼ ἔτι καὶ νῦν λαμβάνειν.

だが、本題の前に多くのことを語ってあまり煩わせることのないよう、これらのことは脇に置き、皆さんが票を投じることになる事柄について、今すぐ皆さんに説明することに努めよう。そして、私のために訴状を読み上げてくれ。 "訴状" . さて、告発者は訴状からは、私が言論を教え、裁判において正義に反して不当な利益を得ることを教えて若者たちを腐敗させているとして私を中傷しようと試み、その他の言説からは、法廷に入り浸っている者たちの中にも、哲学に携わってきた者たちの中にも、かつて誰一人として存在しなかったほど並外れた大人物として私を仕立て上げている。というのも、私人たちばかりでなく、弁論家たちや将軍たち、王たちや僭主たちまでもが私の弟子となったのであり、〔私が〕彼らから莫大な金銭を、一部はすでに受け取り、一部は今なお受け取っていると主張しているからである。

§31

τοῦτον δὲ τὸν τρόπον πεποίηται τὴν κατηγορίαν, ἡγούμενος ἐκ μὲν ὧν καταλαζονεύεται περί μου καὶ τοῦ πλούτου καὶ τοῦ πλήθους τῶν μαθητῶν φθόνον ἅπασι τοῖς ἀκούουσιν ἐμποιήσειν, ἐκ δὲ τῆς περὶ τὰ δικαστήρια πραγματείας εἰς ὀργὴν καὶ μῖσος ὑμᾶς καταστήσειν· ἅπερ ὅταν πάθωσιν οἱ κρίνοντες, χαλεπώτατοι τοῖς ἀγωνιζομένοις εἰσίν. ὡς οὖν τὰ μὲν μείζω τοῦ προσήκοντος εἴρηκε, τὰ δʼ ὅλως ψεύδεται, ῥᾳδίως οἶμαι φανερὸν ποιήσειν.

彼がこのようなやり方で告発を仕立て上げたのは、私と私の富や多数の弟子たちについて大言壮語することによって、すべての聴衆に妬みを抱かせ、法廷に関する活動についての申し立てによって、皆さんを怒りと憎悪に陥れようと考えたからである。そして審判者たちがこうした感情を抱いたときには、法廷で争う者たちに対して最も苛酷になるのである。したがって、彼がある事柄については誇張して語り、別の事柄については全くの偽りを語っていることを、私は容易に明らかにできると考える。

§32

ἀξιῶ δʼ ὑμᾶς τοῖς μὲν λόγοις οἷς πρότερον ἀκηκόατε περί μου τῶν βλασφημεῖν καὶ διαβάλλειν βουλομένων, μὴ προσέχειν τὸν νοῦν, μηδὲ πιστεύειν τοῖς μήτε μετʼ ἐλέγχου μήτε μετὰ κρίσεως εἰρημένοις, μηδὲ ταῖς δόξαις χρῆσθαι ταῖς ἀδίκως ὑπʼ ἐκείνων ὑμῖν ἐγγεγενημέναις, ἀλλʼ ὁποῖός τις ἂν ἐκ τῆς κατηγορίας τῆς νῦν καὶ τῆς ἀπολογίας φαίνωμαι, τοιοῦτον εἶναί με νομίζειν· οὕτω γὰρ γιγνώσκοντες αὐτοί τε δόξετε καλῶς κρίνειν καὶ νομίμως, ἐγώ τε τεύξομαι πάντων τῶν δικαίων.

私は皆さんに要請する。悪口と中傷を望む者たちから私に関して以前に耳にした言葉には注意を払わず、吟味も裁きも経ずに語られた事柄を信じることもなく、彼らによって皆さんの心に不当に植え付けられた思い込みを用いることもせず、現在の告発と弁明から私がどのような人物として現れるかに応じて、私をまさにそのような人物であるとみなしていただきたい。このように判断することによって、皆さん自身も公正かつ法に従って裁いていると認められるであろうし、私自身も正当な権利のすべてを享受することになるであろう。

§33

ὅτι μὲν οὖν οὐδεὶς οὔθʼ ὑπὸ τῆς δεινότητος τῆς ἐμῆς οὔθʼ ὑπὸ τῶν συγγραμμάτων βέβλαπται τῶν πολιτῶν, τὸν ἐνεστῶτα κίνδυνον ἡγοῦμαι μέγιστον εἶναι τεκμήριον. εἰ γάρ τις ἦν ἠδικημένος, εἰ καὶ τὸν ἄλλον χρόνον ἡσυχίαν εἶχεν, οὐκ ἂν ἠμέλησε τοῦ καιροῦ τοῦ παρόντος, ἀλλʼ ἦλθεν ἂν ἤτοι κατηγορήσων ἢ καταμαρτυρήσων. ὅπου γὰρ ὁ μηδʼ ἀκηκοὼς μηδὲν πώποτε φλαῦρον εἰς ἀγῶνά με τηλικουτονὶ κατέστησεν, ἦ που σφόδρʼ ἂν οἱ κακῶς πεπονθότες ἐπειρῶντʼ ἂν δίκην παρʼ ἐμοῦ λαμβάνειν.

さて、市民の誰も私の弁論の腕前によっても著作によっても害を被っていないということについては、現在の危機こそが最大の証拠であると私は考える。というのも、もし誰かが不正を被っていたなら、それ以外の間はずっと沈黙していたとしても、現在の好機を見過ごすことはなく、告発するか証言するかするためにやって来たはずだからである。これまで何一つ悪いことを聞いたことすらない者が私をこれほどの大規模な訴訟に巻き込んだというのに、現実に害を被った者たちであれば、なおのこと私に処罰を受けさせようと強く努めたはずではないか。

§34

οὐ γὰρ δὴ τοῦτό γʼ ἐστὶν οὔτʼ εἰκὸς οὔτε δυνατόν, ἐμὲ μὲν περὶ πολλοὺς ἡμαρτηκέναι, τοὺς δὲ ταῖς συμφοραῖς διʼ ἐμὲ περιπεπτωκότας ἡσυχίαν ἔχειν καὶ μὴ τολμᾶν ἐγκαλεῖν, ἀλλὰ πραοτέρους ἐν τοῖς ἐμοῖς εἶναι κινδύνοις τῶν μηδὲν ἠδικημένων, ἐξὸν αὐτοῖς δηλώσασιν ἃ πεπόνθασι τὴν μεγίστην παρʼ ἐμοῦ λαβεῖν τιμωρίαν.3

というのも、私が多くの人々に対して罪を犯していながら、私のせいで不幸に陥った者たちが沈黙を守って咎め立てすることを敢えてせず、自らが被ったことを公にして私に最大の懲罰を受けさせることが可能であったのに、何ら不正を被っていない者たちよりも私の危機に際して温厚であるなどということは、ありそうにもなければ可能でもないからである。

§35

ἀλλὰ γὰρ οὔτε πρότερον οὔτε νῦν οὐδείς μοι φανήσεται τοιοῦτον οὐδὲν ἐγκαλέσας. ὥστʼ εἰ συγχωρήσαιμι τῷ κατηγόρῳ καὶ προσομολογήσαιμι πάντων ἀνθρώπων εἶναι δεινότατος, καὶ συγγραφεὺς τῶν λόγων τῶν λυπούντων ὑμᾶς τοιοῦτος οἷος οὐδεὶς ἄλλος γέγονε, πολὺ ἂν δικαιότερον ἐπιεικὴς εἶναι δοκοίην ἢ ζημιωθείην.4

しかし実のところ、過去においても現在においても、私にそのような非難を浴びせた者は誰一人として現れないであろう。それゆえ、仮に私が告発者に譲歩し、全人類の中で最も弁舌に長けており、皆さんを不快にさせるような言論の著作に関して他に並ぶ者のない執筆者であると認めたとしても、私が処罰されるよりは寛容な人間とみなされるほうがはるかに正当であろう。

構文注4 件
  1. 28εἰς ὅνπερ ἂν εἰ πάντας ἐτύγχανον ἠδικηκώς

    関係節内の ἄν は、省略された主節相当の動詞(反実仮想過去 κατέστην など)に係り、「たとえ万人に不正を働いていた(直説法過去 ἐτύγχανον)としても陥ったであろうまさにその危険」という過去の反実仮想の帰結節を形成している。

  2. 28τοὺς μὲν διεψευσμένους τῶν ἐμῶν ἐπιτηδευμάτων

    完了中受動相分詞 διεψευσμένους は属格 τῶν ἐμῶν ἐπιτηδευμάτων を伴い、「私の生き方について誤解した/事実と異なる判断を下した人々」を意味する。動詞 διαψεύδομαι は関心・対象を表す分離・関係属格を伴って「〜について欺かれる・誤解する」の意をなす。

  3. 34ἐξὸν αὐτοῖς δηλώσασιν ἃ πεπόνθασι τὴν μεγίστην παρʼ ἐμοῦ λαβεῖν τιμωρίαν

    ἐξόν は非人称動詞 ἔξεστι の現在分詞中性単数対格による対格独立構文(accusative absolute)で、譲歩的に「〜することが可能であったのに」を表す。意味上の主語である与格 αὐτοῖς および一致する分詞 δηλώσασιν、不定詞 λαβεῖν を統語的に支配している。

  4. 35πολὺ ἂν δικαιότερον ἐπιεικὴς εἶναι δοκοίην ἢ ζημιωθείην

    比較級副詞句 πολὺ ... δικαιότερον のもとで、δοκοίην(現在能動態希求法1人称単数+ἄν)と ζημιωθείην(アオリスト受動態希求法1人称単数)が接続詞 ἤ で対比・並列されている。非人称構文ではなく人称構文(Personal construction)が採られているため、主語は1人称単数(ἐγώ)であり、述語形容詞 ἐπιεικής も主格となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:28-35