← イソクラテス

アンティドシス

§18-27

中傷の害悪と告発者リュシマコスの弾劾

語り手は中傷の有害性と法廷における偏見を告発し、市民の平穏な生活を脅かす告発者リュシマコスの悪意と金銭目当ての動機を弾劾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

οὐ θαυμάζω δὲ τῶν πλείω χρόνον διατριβόντων1 ἐπὶ ταῖς τῶν ἐξαπατώντων κατηγορίαις ἢ ταῖς ὑπὲρ αὑτῶν ἀπολογίαις, οὐδὲ τῶν λεγόντων ὡς ἔστι μέγιστον κακὸν διαβολή· τί γὰρ ἂν γένοιτο ταύτης κακουργότερον, ἣ ποιεῖ τοὺς μὲν ψευδομένους εὐδοκιμεῖν, τοὺς δὲ δικάζοντας ἐπιορκεῖν, ὅλως δὲ τὴν μὲν ἀλήθειαν ἀφανίζει, ψευδῆ δὲ δόξαν παραστήσασα τοῖς ἀκούουσιν ὃν ἂν τύχῃ τῶν πολιτῶν ἀδίκως ἀπόλλυσιν;

私は、欺罔を行う者たちへの告発に対して、自らのための弁明に対してよりも多くの時間を費やす人々を怪しむこともなければ、中傷こそが最大の害悪であると述べる人々を怪しむこともない。というのも、中傷より悪質なものが他にあろうか。中傷は偽りを語る者たちに名声を博させ、裁判員たちに誓約を破らせ、総じて真実を覆い隠し、聴衆に誤った思い込みを植え付けて、市民のうち偶然標的となった者を不当に破滅させるのである。

§19

ἃ φυλακτέον ἐστίν, ὅπως μηδὲν ὑμῖν συμβήσεται τοιοῦτον, μηδʼ ἃ τοῖς ἄλλοις ἂν ἐπιτιμήσαιτε τούτοις αὐτοὶ φανήσεσθε περιπίπτοντες. οἶμαι δʼ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι τῇ πόλει πολλάκις οὕτως ἤδη μετεμέλησε τῶν κρίσεων τῶν μετʼ ὀργῆς καὶ μὴ μετʼ ἐλέγχου γενομένων, ὥστʼ οὐ πολὺν χρόνον διαλιποῦσα παρὰ μὲν τῶν ἐξαπατησάντων δίκην λαβεῖν ἐπεθύμησε, τοὺς δὲ διαβληθέντας ἡδέως ἂν εἶδεν ἄμεινον ἢ πρότερον πράττοντας.

これらは防がねばならぬことであり、皆さんにこのようなことが一切生じず、他者に非難を加えるであろうまさにその事柄に、皆さん自身が陥っている姿を晒すことのないようにしなければならない。そして私は、かつてこの都市が、吟味ではなく怒りによって下された判決を幾度もひどく後悔したあまり、間もなくして欺罔を働いた者たちに処罰を科すことを強く望み、中傷された者たちが以前よりも恵まれた境遇にあるのを見ることを喜んだであろうことを、皆さんが知らないわけではないと考える。

§20

ὧν χρὴ μεμνημένους μὴ προπετῶς πιστεύειν τοῖς τῶν κατηγόρων λόγοις, μηδὲ μετὰ θορύβου καὶ χαλεπότητος ἀκροᾶσθαι τῶν ἀπολογουμένων. καὶ γὰρ αἰσχρὸν ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων ἐλεημονεστάτους ὁμολογεῖσθαι καὶ πραοτάτους ἁπάντων εἶναι τῶν Ἑλλήνων, ἐπὶ δὲ τοῖς ἀγῶσι τοῖς ἐνθάδε γιγνομένοις τἀναντία τῇ δόξῃ ταύτῃ φαίνεσθαι πράττοντας·

これらを心に留め、告発者たちの言論を性急に信じることなく、また弁明を行う者たちに騒擾と苛立ちをもって耳を傾けることのないようにすべきである。実のところ、他の事柄においては全ギリシア人の中で最も情け深く最も温厚であると公認されていながら、当地で行われる裁判においてはその評判と正反対のことを行っているように見えるとすれば、それは恥ずべきことである。

§21

καὶ παρʼ ἑτέροις μὲν ἐπειδὰν περὶ ψυχῆς ἀνθρώπου δικάζωσι, μέρος τι τῶν ψήφων ὑποβάλλεσθαι τοῖς φεύγουσι,2 παρʼ ὑμῖν δὲ μηδὲ τῶν ἴσων τυγχάνειν τοὺς κινδυνεύοντας τοῖς συκοφαντοῦσιν, ἀλλʼ ὀμνύναι μὲν καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ἦ μὴν ὁμοίως ἀκροάσεσθαι τῶν κατηγορούντων καὶ τῶν ἀπολογουμένων, τοσοῦτον δὲ τὸ μεταξὺ ποιεῖν, ὥστε τῶν μὲν αἰτιωμένων ὅ τι ἂν λέγωσιν ἀποδέχεσθαι, τῶν δὲ τούτους ἐξελέγχειν πειρωμένων ἐνίοτε μηδὲ τὴν φωνὴν ἀκούοντας ἀνέχεσθαι, καὶ νομίζειν μὲν ἀοικήτους εἶναι ταύτας τῶν πόλεων ἐν αἷς ἄκριτοί τινες ἀπόλλυνται τῶν πολιτῶν, ἀγνοεῖν δʼ ὅτι τοῦτο ποιοῦσιν οἱ μὴ κοινὴν τὴν εὔνοιαν τοῖς ἀγωνιζομένοις παρέχοντες.

また、他国においては人の命に関わる裁判を行う際には、票の一部を被告側に投じて便宜を図るのに対し、皆さんの間では、危機に瀕している者たちが讒言者たちと同等の扱いすら受けることがなく、毎年、告発者たちと弁明者たちの双方を平等に聴聞すると厳粛に誓約していながら、両者の間にこれほどの格差を設け、告発する者たちに対しては何を語ろうとそれを受け入れる一方で、彼らを論駁しようと努める者たちに対しては、時にその声を聞くことすら容認せず、市民の何人かが裁判も経ずに破滅させられるような都市は住むに値しないと考えながらも、法廷で争う者たちに公平な好意を提供しない者こそがまさにそれと同じことを行っているのだということに無知であるとは。

§23

ὃ δὲ πάντων δεινότατον, ὅταν τις αὐτὸς μὲν κινδυνεύων κατηγορῇ τῶν διαβαλλόντων, ἑτέρῳ δὲ δικάζων μὴ τὴν αὐτὴν ἔχῃ γνώμην περὶ αὐτῶν. καίτοι χρὴ τοὺς νοῦν ἔχοντας τοιούτους εἶναι κριτὰς τοῖς ἄλλοις, οἵων περ ἂν αὐτοὶ τυγχάνειν ἀξιώσαιεν, λογιζομένους ὅτι διὰ τοὺς συκοφαντεῖν τολμῶντας ἄδηλον ὅστις εἰς κίνδυνον καταστὰς ἀναγκασθήσεται λέγειν ἅπερ ἐγὼ νῦν πρὸς τοὺς μέλλοντας περὶ αὐτοῦ τὴν ψῆφον διοίσειν.

そして万事の中で最も酷いのは、自分自身が窮地に陥っているときには中傷する者たちを激しく非難しておきながら、他者の裁判に臨む際には彼らに対して同じ見解を持たない場合である。しかし分別ある者たちは、自らが受けるに値すると自認するような裁判人として他者に対処すべきであり、讒言を辞さない者たちのせいで、誰が窮地に陥れられ、自らについて投票を行おうとしている者たちに向かってまさに私が今語っているようなことを語るよう強いられるか分かったものではない、ということを思量すべきである。

§24

οὐ γὰρ δὴ τῷ γε κοσμίως ζῆν ἄξιον πιστεύειν ὡς ἀδεῶς ἐξέσται τὴν πόλιν οἰκεῖν· οἱ γὰρ προῃρημένοι τῶν μὲν ἰδίων ἀμελεῖν τοῖς δʼ ἀλλοτρίοις ἐπιβουλεύειν οὐ τῶν μὲν σωφρόνως πολιτευομένων ἀπέχονται, τοὺς δὲ κακόν τι δρῶντας εἰς ὑμᾶς εἰσάγουσιν, ἀλλʼ ἐν τοῖς μηδὲν ἀδικοῦσιν ἐπιδειξάμενοι τὰς αὑτῶν δυνάμεις παρὰ τῶν φανερῶς ἐξημαρτηκότων πλέον λαμβάνουσιν ἀργύριον.

というのも、規律正しく生きているからといって、恐れを抱かずにこの都市に暮らすことができると信じるべきではないからである。自らの事柄を顧みず他人のものを狙うことを決意した者たちは、慎み深く市民生活を送る者たちに手を出さず悪事を働く者たちを皆さんのもとへ連行するのではなく、何ら罪を犯していない者たちを相手に自らの力を誇示して見せることで、明白に罪を犯した者たちからより多くの金銭を巻き上げるのである。

§25

ἅπερ Λυσίμαχος διανοηθεὶς εἰς τουτονὶ τὸν κίνδυνόν με κατέστησεν, ἡγούμενος τὸν ἀγῶνα τὸν πρὸς ἐμὲ παρʼ ἑτέρων αὑτῷ χρηματισμὸν ποιήσειν, καὶ προσδοκῶν, ἢν ἐμοῦ περιγένηται τοῖς λόγοις, ὅν φησι διδάσκαλον εἶναι τῶν ἄλλων, ἀνυπόστατον τὴν αὑτοῦ δύναμιν ἅπασιν εἶναι δόξειν.

リュシマコスはまさにこれらのことを目論んで私をこの危険に陥れたのであり、私に対する裁判が他者から自らへの金儲けをもたらすと考え、他者の師であると彼が言うこの私を言論において打ち負かすならば、自らの力量は誰の目にも抗しがたいものと映るであろうと期待したのである。

§26

ἐλπίζει δὲ ῥᾳδίως τοῦτο ποιήσειν· ὁρᾷ γὰρ ὑμᾶς μὲν λίαν ταχέως ἀποδεχομένους τὰς αἰτίας καὶ τὰς διαβολάς, ἐμὲ δʼ ὑπὲρ αὐτῶν οὐ δυνησόμενον ἀξίως τῆς δόξης ἀπολογήσασθαι καὶ διὰ τὸ γῆρας καὶ διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ἀγώνων.

そして彼は、これを容易に成し遂げられると期待している。というのも、皆さんが告発や中傷をあまりにも性急に受け入れる一方で、私が老齢とこのような法廷闘争の不慣れさのために、それらに対して世評に見合う弁明をなしえないであろうと見抜いているからである。

§27

οὕτω γὰρ βεβίωκα τὸν παρελθόντα χρόνον, ὥστε μηδένα μοι πώποτε μήτʼ ἐν ὀλιγαρχίᾳ μήτʼ ἐν δημοκρατίᾳ μήθʼ ὕβριν μήτʼ ἀδικίαν ἐγκαλέσαι, μηδʼ εἶναι μήτε διαιτητὴν μήτε δικαστὴν ὅστις περὶ τῶν ἐμοὶ πεπραγμένων φανήσεται κριτὴς γεγενημένος· ἠπιστάμην γὰρ αὐτὸς μὲν εἰς τοὺς ἄλλους μηδὲν ἐξαμαρτάνειν, ἀδικούμενος δὲ μὴ μετὰ δικαστηρίου ποιεῖσθαι τὰς τιμωρίας, ἀλλʼ ἐν τοῖς φίλοις τοῖς ἐκείνων διαλύεσθαι περὶ τῶν ἀμφισβητουμένων. ὧν οὐδέν μοι πλέον γέγονεν,3

なぜなら私は、過去の人生において、寡頭制のもとでも民主制のもとでも、何人からも傲慢や不正を咎められたことがなく、私がなした事柄について裁判人であれ仲裁人であれ裁きを下した者が誰一人として存在しないような生き方をしてきたからである。というのも私自身、他者に対して何ら罪を犯さないことを弁えており、不当な扱いを受けた際にも法廷を通じて報復を行うのではなく、相手の友人たちの立ち会いのもとで係争を解決することを弁えていたからである。だが、これらのことは私にとって何の益にもならなかった。

構文注3 件
  1. 18οὐ θαυμάζω δὲ τῶν πλείω χρόνον διατριβόντων

    動詞 θαυμάζω は人の属格(または事柄の属格)を取り、「〜を怪しむ、驚く、非難する」を意味する。否定辞 οὐ とともに「〜する人々を私は不思議とは思わない(十分に理解・納得できる)」を表す。分詞 διατριβόντων は属格の名詞的用法であり、続く τῶν λεγόντων とともに並列の目的語となっている。

  2. 21μέρος τι τῶν ψήφων ὑποβάλλεσθαι τοῖς φεύγουσι

    不定詞構文における句。動詞 ὑποβάλλεσθαι(中動相)は、法廷での投票において「票の一部を被告に(あらかじめ)下駄を履かせる、加算・配慮して与える」というアテナイ以外の他国の慣行(同数票で無罪となる原則の変種や救済措置)を指している。対格 μέρος τι が不定詞の直接目的語、与格 τοῖς φεύγουσι が「被告人たちに」を表す間接目的語である。

  3. 27ὧν οὐδέν μοι πλέον γέγονεν

    関係代名詞 ὧν は先行する自らの潔白や平和的解決の実績(複数中性)を受ける部分属格(または分離の属格)。成句 πλέον γίγνεταί τινι は「〜にとって利益・優位・プラスが生じる」を意味し、οὐδὲν πλέον で「何らの益にもならなかった」となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:18-27