- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:240-249
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
イソクラテスは、弟子たちの親が自ら子を託している事実を挙げ、若者の堕落を告発するのが親ではなく悪意ある密告者である理由を論じる。さらに、言論の修練を非難する者たちの本質が嫉妬と自己矛盾にあり、神の力である説得を崇めながらその習得者を貶める不敬を犯していると批判する。
ἔτι τοίνυν γνώσεσθε σαφέστερον ἐκ τῶν ῥηθήσεσθαι μελλόντων ὡς πόρρω τοῦ διαφθείρειν τοὺς νεωτέρους ἐσμέν. εἰ γάρ τι τοιοῦτον ἐποιοῦμεν, οὐκ ἂν Λυσίμαχος ἦν ὁ λυπούμενος ὑπὲρ αὐτῶν οὐδʼ ἄλλος οὐδεὶς τῶν τοιούτων, ἀλλὰ τοὺς πατέρας ἂν ἑωρᾶτε τῶν συνόντων ἡμῖν καὶ τοὺς οἰκείους ἀγανακτοῦντας καὶ γραφομένους καὶ δίκην ζητοῦντας παρʼ ἡμῶν λαμβάνειν.
さらに、これから語られる事柄から、我々がいかに青年たちを堕落させることと無縁であるかを、より明瞭に知ることになるでしょう。もし我々がそのようなことをしていたのなら、彼らのために心を痛めるのはリュシマコスでも、そのような類いの他の誰でもなく、我々と共に過ごしている者たちの父親や近親者たちが憤慨し、訴状を出し、我々から罰を取り立てようとするのをあなたがたは目にしたはずです。
νῦν δʼ ἐκεῖνοι μὲν συνιστᾶσι τοὺς παῖδας τοὺς αὑτῶν, καὶ χρήματα διδόασι, καὶ χαίρουσιν ὁπόταν ὁρῶσιν αὐτοὺς μεθʼ ἡμῶν ἡμερεύοντας, οἱ δὲ συκοφάνται διαβάλλουσι καὶ πράγματα παρέχουσιν ἡμῖν, ὧν τίνες ἂν ἥδιον ἴδοιεν πολλοὺς τῶν πολιτῶν διαφθειρομένους καὶ πονηροὺς γιγνομένους; ἴσασι γὰρ σφᾶς αὐτοὺς ἐν μὲν τοῖς τοιούτοις δυναστεύοντας, ὑπὸ δὲ τῶν καλῶν κἀγαθῶν καὶ νοῦν ἐχόντων ἀπολλυμένους, ὁπόταν ληφθῶσιν.
しかし実際には、彼ら自身が自らの子供たちを託し、金銭を支払い、子供たちが我々と日々を過ごしているのを見て喜んでいるのに対し、中傷し我々に面倒を引き起こしているのは密告屋たちであり、彼ら以上に多くの市民が堕落し邪悪になるのを見て喜ぶ者がいるでしょうか。彼らは、そのような悪人たちの間では自らが権力を振るえるものの、善美で知慮ある人々によって、ひとたび捕らえられれば滅ぼされることを知っているからです。
ὥσθʼ οὗτοι μὲν σωφρονοῦσιν ἀναιρεῖν ζητοῦντες ἁπάσας τὰς τοιαύτας διατριβάς, ἐν αἷς ἡγοῦνται βελτίους γενομένους χαλεπωτέρους ἔσεσθαι ταῖς αὑτῶν πονηρίαις καὶ συκοφαντίαις,1 ὑμᾶς δὲ προσήκει τἀναντία τούτοις πράττειν, καὶ ταῦτα νομίζειν εἶναι κάλλιστα τῶν ἐπιτηδευμάτων οἷς ἂν τούτους ὁρᾶτε μάλιστα πολεμοῦντας.
したがって、青年たちが優れた者となれば自らの邪悪さや密告行為にとってより手強い相手になると考え、このような学問的修練のすべてを廃絶しようと努める点で、彼らは分別を保っていると言えます。しかしあなたがたにとっては、これらと反対のことを行い、彼らが最も激しく攻撃しているのを目にする修練こそが最善の営みであると見なすことがふさわしいのです。
ἄτοπον δέ τι τυγχάνω πεπονθώς· εἰρήσεται γὰρ, εἰ καί τινες λίαν εὐμετάβολον εἶναί με φήσουσιν. ὀλίγῳ μὲν γὰρ πρότερον ἔλεγον ὡς πολλοὶ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν διεψευσμένοι τῆς φιλοσοφίας τραχύτερον πρὸς αὐτὴν ἔχουσι· νῦν δʼ οὕτως ἐναργεῖς ὑπείληφα τοὺς λόγους εἶναι τοὺς εἰρημένους καὶ πᾶσι φανερούς, ὥστʼ οὐδεὶς ἀγνοεῖν μοι δοκεῖ τὴν δύναμιν αὐτῆς, οὐδὲ καταγιγνώσκειν ἡμῶν ὡς διαφθείρομεν τοὺς μαθητάς, οὐδὲ πεπονθέναι τοιοῦτον οὐδὲν οἷον αὐτοὺς ὀλίγῳ πρότερον ᾐτιώμην·
ところで、私自身は少し奇妙な心境に至っています。仮に誰かが私を甚だ変わりやすいと言うとしても、あえて述べましょう。というのも、少し前には、善美の誉れある多くの人々が哲学を誤解し、これに対して手厳しい態度をとっていると申しました。しかし今や、語られた言論があまりにも明瞭であり万人にとって自明であるため、哲学の力に気づかない者はおらず、我々が弟子たちを堕落させていると断じる者もおらず、私が少し前に彼らを責めたような状態にある者は一人もいないと私には思われるからです。
ἀλλʼ εἰ δεῖ τἀληθὲς εἰπεῖν καὶ τὸ νῦν ἐν τῇ διανοίᾳ μοι παρεστηκός, ἡγοῦμαι πάντας τοὺς φιλοτίμως μοι διακειμένους ἐπιθυμητικῶς ἔχοντας τοῦ φρονεῖν εὖ καὶ λέγειν αὐτοὺς μὲν ἀμελεῖν τούτων, τοὺς μὲν διὰ ῥᾳθυμίαν, τοὺς δὲ καταμεμφομένους τὴν φύσιν τὴν αὑτῶν, τοὺς δὲ διʼ ἄλλας τινὰς προφάσεις (παμπληθεῖς δʼ εἰσί), πρὸς δὲ τοὺς πολλὴν ἐπιμέλειαν ποιουμένους καὶ τυχεῖν βουλομένους ὧν εἰς ἐπιθυμίαν αὐτοὶ καθεστᾶσι, δυσκόλως ἔχειν2 καὶ ζηλοτυπεῖν καὶ τὰς ψυχὰς τεταραγμένως διακεῖσθαι καὶ πεπονθέναι παραπλήσια τοῖς ἐρῶσι· τίνα γὰρ ἄν τις αὐτοῖς ἐπενεγκεῖν αἰτίαν ἔχοι πρεπωδεστέραν ταύτης;
しかし、真実を、そして現に私の心に浮かんでいることを述べねばならないとするならば、私に対して対抗意識を燃やし、よく考えよく語ることを熱烈に望んでいる者たちはみな、自分自身はそのような修練を怠っており——怠惰による者もあれば、自らの天分に不満を抱く者もあり、また他の何らかの口実(それらは無数にあります)による者もありますが——、自ら望んでやまないものを手に入れようと大いに心を配り努力している者たちに対しては、不機嫌になり、嫉妬し、心を乱され、恋する者たちに似た状態に陥っているのだと私は考えます。彼らに対して、これよりふさわしいいかなる理由を当てはめることができるでしょうか。
οἵτινες μακαρίζουσι μὲν καὶ ζηλοῦσι τοὺς καλῶς χρῆσθαι τῷ λόγῳ δυναμένους, ἐπιτιμῶσι δὲ τῶν νεωτέρων τοῖς τυχεῖν ταύτης τῆς τιμῆς βουλομένοις. καὶ τοῖς μὲν θεοῖς οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν εὔξαιτο μάλιστα μὲν αὐτὸς δύνασθαι λέγειν, εἰ δὲ μή, τοὺς παῖδας καὶ τοὺς οἰκείους τοὺς αὑτοῦ·
彼らは、言論を巧みに用いることのできる者たちを祝福し羨みながらも、若者たちの中でこの栄誉を得ようと望む者たちを非難するのです。そして神々に対しては、誰しも自分自身が、それが無理なら自分の子供や近親者が語る力を持つことを何よりも祈願するはずです。
τοὺς δὲ πόνῳ καὶ φιλοσοφίᾳ τοῦτο κατεργάσασθαι πειρωμένους, ὃ παρὰ τῶν θεῶν αὐτοὶ βούλονται λαβεῖν, οὐδέν φασι τῶν δεόντων πράττειν, ἀλλʼ ἐνίοτε μὲν ὡς ἐξηπατημένων καὶ πεφενακισμένων προσποιοῦνται καταγελᾶν αὐτῶν,3 ὁπόταν δὲ τύχωσι, μεταβαλόντες ὡς περὶ πλεονεκτεῖν δυναμένων τοὺς λόγους ποιοῦνται.
それなのに、神々から得たいと自ら望んでいるまさにそのものを、労苦と哲学によって達成しようと試みている者たちに対しては、なすべきことを何一つしていないと主張し、時には彼らが騙され幻惑されているかのように嘲笑する振りをし、またある時には、一転して彼らを他者を出し抜く力を持つ者たちであるかのように論じるのです。
καὶ συμβούλοις μέν, ὅταν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τοῖς ἄριστα περὶ τῶν πραγμάτων λέγουσι, τούτοις χρῶνται, καὶ πράττουσιν ὅ τι ἂν οἱ τοιοῦτοι παραινέσωσι· περὶ δὲ τοὺς ἔργον ποιουμένους ὅπως χρησίμους αὑτοὺς ἐν τοῖς καιροῖς τοῖς τοιούτοις τῇ πόλει παρασχήσουσι, βλασφημεῖν οἴονται χρῆναι. καὶ Θηβαίοις μὲν καὶ τοῖς ἄλλοις ἐχθροῖς τὴν ἀμαθίαν ὀνειδίζουσι, τοὺς δʼ ἐκ παντὸς τρόπου ζητοῦντας τὴν νόσον ταύτην διαφυγεῖν λοιδοροῦντες διατελοῦσιν.
また彼らは、都市に何らかの危機が降りかかったときには、事態について最善のことを語る者たちを相談役に用い、そうした人々が勧めることは何であれ実行します。その一方で、このような危急の機会に都市に対して自らを役立つ存在にしようと努力している人々に対しては、誹謗すべきだと考えているのです。さらに、テーバイ人やその他の敵に対してはその無知を嘲笑する一方で、この病をあらゆる手段で逃れようと努めている者たちを罵り続けています。
ὃ δʼ οὐ μόνον ταραχῆς σημεῖόν ἐστιν, ἀλλὰ καὶ τῆς περὶ τοὺς θεοὺς ὀλιγωρίας· τὴν μὲν γὰρ Πειθὼ μίαν τῶν θεῶν νομίζουσιν εἶναι, καὶ τὴν πόλιν ὁρῶσι καθʼ ἕκαστον τὸν ἐνιαυτὸν θυσίαν αὐτῇ ποιουμένην, τοὺς δὲ τῆς δυνάμεως ἧς ἡ θεὸς ἔχει μετασχεῖν βουλομένους ὡς κακοῦ πράγματος ἐπιθυμοῦντας διαφθείρεσθαί φασιν.
そしてこれは、心の混乱の証拠であるばかりでなく、神々に対する軽視の証拠でもあります。なぜなら彼らは、説得(ペイトー)を神々の一柱であると考え、都市が毎年この女神に犠牲を捧げているのを目にしていながら、その神の持つ力に与ろうと望む者たちを、悪しきものを欲して堕落している者たちであると主張しているからです。
- 242ἐν αἷς ἡγοῦνται βελτίους γενομένους χαλεπωτέρους ἔσεσθαι ταῖς αὑτῶν πονηρίαις καὶ συκοφαντίαις
関係代名詞節内の対格不定詞構文。不定詞 ἔσεσθαι の意味上の主語は若者たちを指す対格分詞 βελτίους γενομένους であり、「若者たちがより善い者となった暁には」という時・条件の意味合いを含む。述語形容詞 χαλεπωτέρους は与格句 ταῖς αὑτῶν πονηρίαις καὶ συκοφαντίαις を補語にとり、「彼ら(密告者たち)の邪悪さと密告行為にとってより手強い(相手となる)」という意味関係をなす。
- 244ἡγοῦμαι πάντας τοὺς φιλοτίμως μοι διακειμένους ἐπιθυμητικῶς ἔχοντας τοῦ φρονεῖν εὖ καὶ λέγειν αὐτοὺς μὲν ἀμελεῖν τούτων ... πρὸς δὲ τοὺς πολλὴν ἐπιμέλειαν ποιουμένους ... δυσκόλως ἔχειν
主動詞 ἡγοῦμαι が導く長大な対格不定詞構文。意味上の主語は πάντας τοὺς φιλοτίμως μοι διακειμένους であり、これに分詞句 ἐπιθυμητικῶς ἔχοντας... が付加されている。文の骨格は αὐτοὺς μὲν ἀμελεῖν τούτων(自分自身はこれらを怠る)と πρὸς δὲ τοὺς ... δυσκόλως ἔχειν(熱心に努める者たちに対しては悪感情を抱く)という μὲν...δέ による二つの対比的不定詞句が並列支配されている構造である。
- 247ὡς ἐξηπατημένων καὶ πεφενακισμένων προσποιοῦνται καταγελᾶν αὐτῶν
動詞 καταγελάω は嘲笑の対象を属格(αὐτῶν)で支配する。属格完了分詞 ἐξηπατημένων καὶ πεφενακισμένων は ὡς を伴ってこの αὐτῶν と性・数・格が一致しており、「騙され幻惑された者たちであるかのように彼らを嘲笑する」という見かけや主観的理由付けを表している(独立属格ではなく目的語 αὐτῶν に一致する叙述的用法)。
