- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg019.humanitext-grc2:230-239
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
イソクラテスは、弁論の巧みさが告発屋を生むのではなく、ソロン、クレイステネス、テミストクレス、ペリクレスら偉大な政治家こそが言論を重んじソフィストに学んだと論じ、真の係争者や告発屋の名は法廷の掲示板に並ぶ告発人自身であって自分たちではないと反論する。
χωρὶς δὲ τούτων, εἴπερ ἡ περὶ τοὺς λόγους δεινότης ποιεῖ τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν, προσῆκεν ἅπαντας τοὺς δυναμένους εἰπεῖν πολυπράγμονας καὶ συκοφάντας εἶναι·1 τὸ γὰρ αἴτιον ἐν ἅπασι ταὐτὸ πέφυκεν ἐνεργάζεσθαι.
これらに加えて、もし言論における巧みさが他者の財産を付け狙うように仕向けるのであるならば、語る力のある者すべてが厄介な騒動屋や告発屋であるはずです。なぜなら、同じ原因は万人に同一の結果を生じさせるのが自然だからです。
νῦν δʼ εὑρήσετε καὶ τῶν ἐν τῷ παρόντι πολιτευομένων καὶ τῶν νεωστὶ τετελευτηκότων τοὺς πλείστην ἐπιμέλειαν τῶν λόγων ποιουμένους βελτίστους ὄντας τῶν ἐπὶ τὸ βῆμα παριόντων, ἔτι δὲ τῶν παλαιῶν τοὺς ἀρίστους ῥήτορας καὶ μεγίστην δόξαν λαβόντας πλείστων ἀγαθῶν αἰτίους τῇ πόλει γεγενημένους, ἀρξαμένους ἀπὸ Σόλωνος.
しかし実際には、現在国政に携わっている者たちの間でも、近頃世を去った者たちの間でも、言論に最も意を注いでいる者たちが演壇に立つ者の中で最善の者たちであることを見出すでしょう。さらに昔の人々の中でも、最も優れた弁論家であり最大の評判を得た者たちが、ソロンをはじめとして、都市にとって最大の善きことの原因となったことを見出すはずです。
ἐκεῖνός τε γὰρ προστάτης τοῦ δήμου καταστὰς οὕτως ἐνομοθέτησε καὶ τὰ πράγματα διέταξε καὶ τὴν πόλιν κατεσκεύασεν, ὥστʼ ἔτι καὶ νῦν ἀγαπᾶσθαι τὴν διοίκησιν τὴν ὑπʼ ἐκείνου συνταχθεῖσαν· μετὰ δὲ ταῦτα Κλεισθένης ἐκπεσὼν ἐκ τῆς πόλεως ὑπὸ τῶν τυράννων, λόγῳ πείσας τοὺς Ἀμφικτύονας δανεῖσαι τῶν τοῦ θεοῦ χρημάτων αὑτῷ, τόν τε δῆμον κατήγαγε καὶ τοὺς τυράννους ἐξέβαλε καὶ τὴν δημοκρατίαν ἐκείνην κατέστησε, τὴν αἰτίαν τοῖς Ἕλλησι τῶν μεγίστων ἀγαθῶν γενομένην·
というのも、あのソロンは民衆の指導者となって、そのように法を定め、国政を整え、都市を組織したため、彼によって整えられた統治体制は今なお愛好されているほどです。またその後のクレイステネスは、僭主たちによって都市から追放されたものの、言論によって隣保同盟の人々を説得して神の金庫の財貨を自らに貸し与えさせ、民衆を帰還させ、僭主たちを放逐し、ギリシア人にとって最大の善きことの原因となったかの民主政を打ち立てました。
ἐπὶ δὲ τούτῳ Θεμιστοκλῆς ἡγεμὼν ἐν τῷ πολέμῳ τῷ Περσικῷ γενόμενος, συμβουλεύσας τοῖς προγόνοις ἡμῶν ἐκλιπεῖν τὴν πόλιν, (ὃ τίς ἂν οἷός τʼ ἐγένετο πεῖσαι μὴ πολὺ τῷ λόγῳ διενεγκών;)2 εἰς τοῦτʼ αὐτῶν τὰ πράγματα προήγαγεν ὥστʼ ὀλίγας ἡμέρας ἀνάστατοι γενόμενοι πολὺν χρόνον δεσπόται τῶν Ἑλλήνων κατέστησαν·
この人物に続いて、ペルシア戦争において指導者となったテミストクレスは、我々の祖先たちに都市を退去するよう勧めましたが(言論において際立って優れていなかったなら、誰がこれを説得し得たでしょうか)、彼らの境遇を導いて、わずか数日のあいだ故郷を追われたものの、長い年月にわたりギリシア人の覇者となるに至らしめました。
τὸ δὲ τελευταῖον Περικλῆς καὶ δημαγωγὸς ὢν ἀγαθὸς καὶ ῥήτωρ ἄριστος οὕτως ἐκόσμησε τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ἀναθήμασι καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστʼ ἔτι καὶ νῦν τοὺς εἰσαφικνουμένους εἰς αὐτὴν νομίζειν μὴ μόνον ἄρχειν ἀξίαν εἶναι τῶν Ἑλλήνων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, καὶ πρὸς τούτοις εἰς τὴν ἀκρόπολιν οὐκ ἐλάττω μυρίων ταλάντων ἀνήνεγκε.
そして最後には、善良な民衆の指導者であり卓越した弁論家であったペリクレスが、神殿や奉納物やその他あらゆるものによって都市をこれほどまでに美しく装飾したため、今なおこの都市へと訪れる人々は、この都市がギリシア人だけでなく他のすべての人々をも支配するに値すると考えるほどであり、これに加えて彼はアクロポリスに一万タラントンを下らない財宝を運び入れました。
καὶ τούτων τῶν ἀνδρῶν τῶν τηλικαῦτα διαπραξαμένων οὐδεὶς λόγων ἠμέλησεν, ἀλλὰ τοσούτῳ μᾶλλον τῶν ἄλλων προσέσχον αὐτοῖς τὸν νοῦν, ὥστε Σόλων μὲν τῶν ἑπτὰ σοφιστῶν ἐκλήθη καὶ ταύτην ἔσχε τὴν ἐπωνυμίαν, τὴν νῦν ἀτιμαζομένην καὶ κρινομένην παρʼ ὑμῖν, Περικλῆς δὲ δυοῖν ἐγένετο μαθητής, Ἀναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δάμωνος, τοῦ κατʼ ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δόξαντος εἶναι τῶν πολιτῶν.
そして、これほど偉大な事業を成し遂げたこれらの男たちの誰も、言論を怠ることはなく、むしろ他の人々よりもはるかにこれに心を配りました。その結果、ソロンは七人のソフィストの一人に数えられて、現在あなたがたのもとで軽蔑され裁判の対象とされているこの呼称を得ましたし、ペリクレスはクラゾメナイのアナクサゴラスと、当時の市民の中で最も思慮深いとみなされていたダモンという二人の師の弟子となりました。
ὥστʼ ἐκ τίνων ἄν τις ὑμῖν σαφέστερον ἐπιδείξειεν ὡς οὐχ αἱ δυνάμεις αἱ τῶν λόγων κακοπράγμονας τοὺς ἀνθρώπους ποιοῦσιν; ἀλλʼ οἱ τοιαύτην φύσιν ἔχοντες, οἵαν περ ὁ κατήγορος, πονηροῖς οἶμαι καὶ τοῖς λόγοις καὶ τοῖς πράγμασι χρώμενοι διατελοῦσιν.
とすれば、言論の能力が人間を厄介者にするのではないことを、これ以上に明白に何によって示すことができるでしょうか。そうではなく、告発人のような性質を持つ者たちこそが、言論をも行動をも邪悪に用い続けているのだと私は思います。
ἔχω δὲ δεῖξαι καὶ τόπους ἐν οἷς ἔξεστιν ἰδεῖν τοῖς βουλομένοις τοὺς πολυπράγμονας καὶ τοὺς ταῖς αἰτίαις ἐνόχους ὄντας ἃς οὗτοι τοῖς σοφισταῖς ἐπιφέρουσιν. ἐν γὰρ ταῖς σανίσι ταῖς ὑπὸ τῶν ἀρχόντων ἐκτιθεμέναις ἀναγκαῖόν ἐστιν, ἐν μὲν ταῖς ὑπὸ τῶν θεσμοθετῶν ἀμφοτέρους ἐνεῖναι, τούς τε τὴν πόλιν ἀδικοῦντας καὶ τοὺς συκοφαντοῦντας, ἐν δὲ ταῖς τῶν ἕνδεκα τούς τε κακουργοῦντας καὶ τοὺς τούτοις ἐφεστῶτας, ἐν δὲ ταῖς τῶν τετταράκοντα τούς τʼ ἐν τοῖς ἰδίοις πράγμασιν ἀδικοῦντας καὶ τοὺς μὴ δικαίως ἐγκαλοῦντας·
また私には、騒動屋たちや、この者たちがソフィストに対して浴びせている非難に値する者たちを、望む人々が見ることができる場所を示すこともできます。なぜなら、役人たちによって掲示される木板においては、テスモテタイによって掲示される板には都市に不正を働く者と不当な告発を行う者の双方が載り、十一人委員会によって掲示される板には悪漢と彼らを告発する者の双方が載り、四十人役員会によって掲示される板には私的な事柄で不正を働く者と不当に訴訟を起こす者の双方が載ることが必然だからです。
ἐν αἷς τοῦτον μὲν καὶ τοὺς τούτου φίλους εὕροιτʼ ἂν ἐν πολλαῖς ἐγγεγραμμένους, ἐμὲ δὲ καὶ τοὺς περὶ τὴν αὐτὴν ἐμοὶ διατριβὴν ὄντας οὐδʼ ἐν μιᾷ τούτων ἐνόντας,3 ἀλλʼ οὕτω τὰ περὶ ἡμᾶς αὐτοὺς διοικοῦντας ὥστε μηδὲν δεῖσθαι τῶν ἀγώνων τῶν παρʼ ὑμῖν.
それらの板において、この告発人とその友人たちは多くの板に登録されているのを見出すでしょうが、私や私と同じ学問的修練に従事している者たちは、そのただの一枚にも載っておらず、むしろあなたがたの法廷での裁判など全く必要としないほどに自分たち自身の生活を律していることを見出すでしょう。
καί τοι τοὺς μήτʼ ἐν ταῖς πραγματείαις ταύταις ὄντας μήτʼ ἀκολάστως ζῶντας μήτε περὶ ἄλλην πρᾶξιν μηδεμίαν αἰσχρὰν γεγενημένους πῶς οὐκ ἐπαινεῖσθαι προσήκει μᾶλλον ἢ κρίνεσθαι; δῆλον γὰρ ὅτι τοιαῦτα τοὺς συνόντας παιδεύομεν, οἷά περ αὐτοὶ τυγχάνομεν ἐπιτηδεύοντες.
それにしても、このような係争にも関わることなく、放蕩な生活を送ることもなく、他のいかなる恥ずべき行為にも携わらなかった者たちが、裁判にかけられるよりも称賛されるべきであるのは当然ではないでしょうか。なぜなら、私たち自身が日々実践している通りの事柄を、共にいる弟子たちにも教育しているのは明らかだからです。
- 230προσῆκεν ἅπαντας τοὺς δυναμένους εἰπεῖν πολυπράγμονας καὶ συκοφάντας εἶναι
直前の仮定節(εἴπερ... ποιεῖ)に対応する主節で、不変化詞 ἄν を伴わない非人称動詞の未完了過去形 προσῆκεν が用いられている。「義務・適切さ」を表す動詞の過去形が、現実に反する事態への帰結として「〜であってしかるべきであった(だが実際はそうではない)」という意味を表す慣用法である。
- 233μὴ πολὺ τῷ λόγῳ διενεγκών
否定詞 μή を伴う分詞 διενεγκών は、直前の反実仮想・潜在の疑問文(τίς ἂν οἷός τʼ ἐγένετο πεῖσαι)に対する条件節(εἰ μὴ διήνεγκεν)に相当する条件分詞として機能している。「もし言論において卓越していなかったならば」の意。
- 238ἐν αἷς τοῦτον μὲν καὶ τοὺς τούτου φίλους εὕροιτʼ ἂν ἐν πολλαῖς ἐγγεγραμμένους, ἐμὲ δὲ καὶ τοὺς περὶ τὴν αὐτὴν ἐμοὶ διατριβὴν ὄντας οὐδʼ ἐν μιᾷ τούτων ἐνόντας
知覚・発見の動詞 εὕροιτʼ ἄν に連なる対格+分詞構文であり、対比される二つの項(τοῦτον μὲν... ἐγγεγραμμένους と ἐμὲ δὲ... ἐνόντας)が並列されている。前者の分詞 ἐγγεγραμμένους(登録されている)、後者の ἐνόντας(記載されている)はいずれも目的語に対する述語的補語として機能している。
