- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:43-51
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者はアテナイ人が先祖の勇気と犠牲を失い、傭兵に依存して同盟者を搾取し、国内でも無秩序や公然たる買収を放置している実態を糾弾する。
οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἱ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας τήν τε πατρίδα τὴν αὑτῶν ἐκλιπεῖν ἐτόλμησαν, καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, ἡμεῖς δʼ οὐδʼ ὑπὲρ τῆς ἡμετέρας αὐτῶν πλεονεξίας κινδυνεύειν ἀξιοῦμεν, ἀλλʼ ἄρχειν μὲν ἁπάντων ζητοῦμεν, στρατεύεσθαι δʼ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ δεῖν1 πρὸς ἅπαντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν, ἀλλʼ ἀνθρώπους τοὺς μὲν ἀπόλιδας τοὺς δʼ αὐτομόλους τοὺς δʼ ἐκ τῶν ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τις διδῷ πλείω μισθόν, μετʼ ἐκείνων ἐφʼ ἡμᾶς ἀκολουθήσουσιν.
我々は、行動においても精神においても当時の人々からあまりにもかけ離れており、彼らはギリシア人たちの救済のために自らの祖国すら棄てる勇気を持ち、陸で戦い海で戦って異民族を打ち破ったのに対し、我々は自らの貪欲のためですら危険を冒そうとはせず、万民を支配しようと求めながらも、自ら出征しようとは望まず、ほとんど全人類に対して戦争を起こしておきながら、その戦争に対して我々自身を鍛練するのではなく、無国籍の者、脱走兵、その他の悪業から寄り集まった者たちを鍛練している。彼らは誰かがより多くの報酬を与えるなら、その者たちとともに我々に対して向かってくる連中である。
ἀλλʼ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν ὥσθʼ ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἰ περί τινας ἐξαμάρτοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφʼ ἡμᾶς ἥξειν οὐχ ὅπως ἀγανακτοῦμεν, ἀλλὰ καὶ χαίρομεν2 ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους.
それにもかかわらず、我々は彼らをあまりにも愛好しており、自らの子供たちが誰かに対して過ちを犯した場合には代わりに刑罰を引き受けようとはしないであろうに、彼らの略奪、暴力、不法行為に対して我々自身に告発が及ぶ見込みであるにもかかわらず、憤慨するどころか、彼らがそのようなことを成し遂げたと耳にすると喜んでさえいるのである。
εἰς τοῦτο δὲ μωρίας ἐληλύθαμεν, ὥστʼ αὐτοὶ μὲν ἐνδεεῖς τῶν καθʼ ἡμέραν ἐσμέν, ξενοτροφεῖν δʼ ἐπικεχειρήκαμεν, καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίους λυμαινόμεθα καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων ἀνθρώπων κοινοῖς ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν.
そして我々はあまりの愚行に陥ったため、自らは日々の必需品に事欠いていながら傭兵を養うことに手を染め、すべての人間にとっての共通の敵に給与を調達してやるために、自分たち固有の同盟者たちを略奪し貢税を取り立てているのである。
τοσούτῳ δὲ χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινας ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ὤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις.
我々は先祖たちに比べて、名声を博した人々だけでなく憎まれた人々に比べてもそれほど劣っているのであり、彼らは誰かに対して戦争を行うことを議決した場合、アクロポリスに銀と金が満ちていたにもかかわらず、決議された事柄のために自らの身をもって危険を冒すべきであると考えたのに対し、我々はあれほど困窮に陥り、あれほどの人口を擁しながら、大王と同じように雇われた軍勢を用いている。
καὶ τότε μὲν εἰ τριήρεις πληροῖεν, τοὺς μὲν ξένους καὶ τοὺς δούλους ναύτας εἰσεβίβαζον, τοὺς δὲ πολίτας μεθʼ ὅπλων ἐξέπεμπον· νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα, τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες οἵους ὀλίγῳ πρότερον διῆλθον, μεθʼ ὅπλων κινδυνεύουσιν.
そして当時であれば、三段櫂船を艤装する場合、外国人や奴隷たちを漕ぎ手として乗船させ、市民たちを武装させて送り出していた。しかし現在では、傭兵を重装歩兵として用い、市民たちには櫂を漕ぐことを強いているため、敵地へと上陸する際には、ギリシア人の支配を自負する者たちが漕ぎ手用の座布団を抱えて船を降り、私が少し前に述べたような素性の者たちが武装して危険に立ち向かっているのである。
ἀλλὰ γὰρ τὰ κατὰ τὴν πόλιν ἄν τις ἰδὼν καλῶς διοικούμενα περὶ τῶν ἄλλων θαρρήσειεν, ἀλλʼ οὐκ ἂν ἐπʼ αὐτοῖς τούτοις μάλιστʼ ἀγανακτήσειεν;3 οἵτινες αὐτόχθονες μὲν εἶναί φαμεν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δʼ ἡμᾶς ἅπασιν εἶναι παράδειγμα τοῦ καλῶς καὶ τεταγμένως πολιτεύεσθαι, χεῖρον καὶ ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων, καὶ σεμνυνόμεθα μὲν καὶ μέγα φρονοῦμεν ἐπὶ τῷ βέλτιον γεγονέναι τῶν ἄλλων, ῥᾴδιον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοὶ καὶ Λευκανοὶ τῆς δυσγενείας· πλείστους δὲ τιθέμενοι νόμους οὕτως ὀλίγον αὐτῶν φροντίζομεν, ἓν γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων, ὥστε θανάτου τῆς ζημίας ἐπικειμένης,4 ἤν τις ἁλῷ δεκάζων, τοὺς τοῦτο φανερώτατα ποιοῦντας στρατηγοὺς χειροτονοῦμεν, καὶ τὸν πλείστους διαφθεῖραι τῶν πολιτῶν δυνηθέντα, τοῦτον ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων καθίσταμεν·
しかし、国内の国政が立派に統治されているのを見て、他の事柄についても心強く思う者などいるだろうか。むしろ、まさにこの事柄にこそ最も憤慨するのではないか。我々は自らが先住の土着民であり、この都市が他よりも先に建設されたと主張し、秩序正しく立派に国政を治める手本として万民に示されるべき身でありながら、今まさに都市を建設しつつある者たちよりも悪く、無秩序に自らの都市を統治している。そして、他の者たちよりも優れた血統にあることを誇りとし大いに自負しながら、トリバッロイ人やレウカノイ人がその卑しい素性を分け与えるよりもたやすく、この高貴な血統を望む者に与えてしまっている。また、最も多くの法律を制定しながら、それらをあまりに軽んじており――一つを聞けば他の法についても察しがつくであろうが――票の買収をして捕らえられた者には死刑の刑罰が科せられているにもかかわらず、これを最も公然と行う者たちを将軍に選出し、市民の最も多くを買収し堕落させることができた者を、最大の国政の座に就けているのである。
σπουδάζοντες δὲ περὶ τὴν πολιτείαν οὐκ ἧττον ἢ περὶ τὴν σωτηρίαν ὅλης τῆς πόλεως, καὶ τὴν δημοκρατίαν εἰδότες ἐν μὲν ταῖς ἡσυχίαις καὶ ταῖς ἀσφαλείαις αὐξανομένην καὶ διαμένουσαν, ἐν δὲ τοῖς πολέμοις δὶς ἤδη καταλυθεῖσαν, πρὸς μὲν τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας ὡς πρὸς ὀλιγαρχικοὺς ὄντας δυσκόλως ἔχομεν, τοὺς δὲ τὸν πόλεμον ποιοῦντας ὡς τῆς δημοκρατίας κηδομένους εὔνους εἶναι νομίζομεν·
また、都市全体の救済に劣らず政体に関心を払い、民主制が平和と安全の中でこそ成長し存続するものであり、戦争においてはすでに二度も打倒されたことを知りながらも、平和を望む者たちに対しては寡頭制を志向する者に対するかのように敵意を抱き、戦争を起こす者たちを民主制を配慮する味方であると見なしているのである。
- 44μικροῦ δεῖν
慣用句「ほとんど」「もう少しで」。非人称動詞 δεῖ の不定詞を用いた絶対不定詞構文(または形容詞中性属格 μικροῦ を伴う熟語表現)であり、副詞的に πρὸς ἅπαντας ἀνθρώπους にかかり「ほぼ全人類に対して」を意味する。
- 45οὐχ ὅπως ἀγανακτοῦμεν, ἀλλὰ καὶ χαίρομεν
οὐχ ὅπως(または οὐχ ὅτι)... ἀλλὰ καί は「〜ないばかりか、むしろ…さえする」という慣用の相関構文。直訳すると「憤慨しないことはもちろんのこと、むしろ喜んでさえいる」となり、極端な不条理を強調する。
- 49ἀλλὰ γὰρ τὰ κατὰ τὴν πόλιν ἄν τις ἰδὼν καλῶς διοικούμενα περὶ τῶν ἄλλων θαρρήσειεν, ἀλλʼ οὐκ ἂν ἐπʼ αὐτοῖς τούτοις μάλιστʼ ἀγανακτήσειεν;
ἀλλὰ γάρ は想定される反論や異論を導入する(「しかし、おそらく誰かは〜と言うかもしれない」)。ここでは反語的疑問文の形を取っており、前半「国内の統治を見て安心する者がいるだろうか」という仮定の問いを、直後の ἀλλʼ οὐκ ἄν(「いやむしろ、まさにこれに対して憤慨するのではないか」)によって即座に打ち消している。
- 50θανάτου τῆς ζημίας ἐπικειμένης
独立属格構文。θανάτου は刑罰・代価を表す属格(価額・刑罰の属格)であり、名詞句 τῆς ζημίας を修飾している(「死刑という罰が科せられているにもかかわらず」)。
