← イソクラテス

平和演説

§35-42

好戦的扇動家の欺瞞と先祖の精神への回帰

弁論者は、正義と公共の利益を重んじるべき理由を述べ、先祖の模倣を口実に戦争を煽る好戦的な扇動家たちの欺瞞を告発する。そして、身体の治療における苦痛と同様に自省の言論を受け入れるべきだと聴衆に説き、真の先祖の精神と現状の帝国主義的支配との著しい乖離を厳しく批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§35

καὶ ταῦτʼ εἰ μὴ κατὰ πάντων οὕτως εἴθισται συμβαίνειν, ἀλλὰ τό γʼ ὡς ἐπὶ τὸ πολὺ τοῦτον γίγνεται τὸν τρόπον. χρὴ δὲ τοὺς εὖ φρονοῦντας, ἐπειδὴ τὸ μέλλον ἀεὶ συνοίσειν οὐ καθορῶμεν, τὸ πολλάκις ὠφελοῦν, τοῦτο φαίνεσθαι προαιρουμένους. πάντων δʼ ἀλογώτατον πεπόνθασιν ὅσοι κάλλιον μὲν ἐπιτήδευμα νομίζουσιν εἶναι καὶ θεοφιλέστερον τὴν δικαιοσύνην τῆς ἀδικίας, χεῖρον δʼ οἴονται βιώσεσθαι τοὺς ταύτῃ χρωμένους τῶν τὴν πονηρίαν προῃρημένων.

そしてこれらのことが、たとえすべての事例においてそのように生じるのが常ではないとしても、少なくとも大体においてはこのような仕方で生じるのである。したがって良識ある者たちは、常に何が利益をもたらすことになるかを我々が見通せない以上、しばしば有益であるもの、これを自ら選び取る姿勢を示すべきである。しかし、正義のほうが不正よりも美しく神に愛される生き方であると考えながらも、この正義を用いる者たちが邪悪を選んだ者たちよりも惨めな生き方をすることになると信じている者たちは、あらゆる人々のうちで最も不条理な状態に陥っている。

§36

ἠβουλόμην δʼ ἄν,1 ὥσπερ πρόχειρόν ἐστιν ἐπαινέσαι τὴν ἀρετήν, οὕτω ῥᾴδιον εἶναι πεῖσαι τοὺς ἀκούοντας ἀσκεῖν αὐτήν· νῦν δὲ δέδοικα μὴ μάτην τὰ τοιαῦτα λέγω. διεφθάρμεθα γὰρ πολὺν ἤδη χρόνον ὑπʼ ἀνθρώπων οὐδὲν ἀλλʼ ἢ2 φενακίζειν δυναμένων, οἳ τοσοῦτον τοῦ πλήθους καταπεφρονήκασιν ὥσθʼ, ὁπόταν βουληθῶσι πόλεμον πρός τινας ἐξενεγκεῖν, αὐτοὶ χρήματα λαμβάνοντες λέγειν τολμῶσιν ὡς χρὴ τοὺς προγόνους μιμεῖσθαι, καὶ μὴ περιορᾶν ἡμᾶς αὐτοὺς καταγελωμένους μηδὲ τὴν θάλατταν πλέοντας τοὺς μὴ τὰς συντάξεις ἐθέλοντας ἡμῖν ὑποτελεῖν.

もっとも、徳を称賛することが手軽であるのと同じように、それを実践するよう聞き手を説得することも容易であればよいのだが、実際には、私がこのようなことを語っても無駄なのではないかと恐れている。なぜなら我々は、人を騙すことしかできない者たちによってすでに長いあいだ堕落させられてきたからであり、彼らは民衆をあまりにも軽蔑しているため、誰かに対して戦争を仕掛けたいと望むときには、自ら金銭を受け取りながら、先祖を見習うべきであり、我々自身が嘲笑されたり、分担金を我々に納付しようとしない者たちが海を航行したりするのを看過してはならないなどとあえて口にするのである。

§37

ἡδέως ἂν οὖν αὐτῶν πυθοίμην, τίσιν ἡμᾶς τῶν προγεγενημένων κελεύουσιν ὁμοίους γίγνεσθαι, πότερον τοῖς περὶ τὰ Περσικὰ γενομένοις, ἢ τοῖς πρὸ τοῦ πολέμου τοῦ Δεκελεικοῦ τὴν πόλιν διοικήσασιν; εἰ μὲν γὰρ τούτοις, οὐδὲν ἀλλʼ ἢ συμβουλεύουσιν ἡμῖν πάλιν περὶ ἀνδραποδισμοῦ κινδυνεύειν·

そこで私は、彼らに対して、かつて生きた人々のうちの誰に我々が似るように命じているのか、ペルシア戦争の頃の人々なのか、それともデケレイア戦争以前に国家を統治していた人々になのか、是非とも尋ねてみたいものである。もし仮に後者の人々になら、彼らは我々に対して、再び奴隷化の危険を冒すように忠告しているにほかならない。

§38

εἰ δὲ τοῖς ἐν Μαραθῶνι τοὺς βαρβάρους νικήσασι καὶ τοῖς πρὸ τούτων γενομένοις, πῶς οὐ πάντων ἀναισχυντότατοι τυγχάνουσιν ὄντες, εἰ τοὺς τότε πολιτευομένους ἐπαινοῦντες τἀναντία πράττειν ἐκείνοις πείθουσιν ἡμᾶς, καὶ τοιαῦτʼ ἐξαμαρτάνειν περὶ ὧν ἀπορῶ τί ποιήσω, πότερα χρήσωμαι ταῖς ἀληθείαις ὥσπερ περὶ τῶν ἄλλων, ἢ κατασιωπήσω, δείσας τὴν πρὸς ὑμᾶς ἀπέχθειαν; δοκεῖ μὲν γάρ μοι βέλτιον εἶναι διαλεχθῆναι περὶ αὐτῶν, ὁρῶ δʼ ὑμᾶς χαλεπώτερον διατιθεμένους πρὸς τοὺς ἐπιτιμῶντας ἢ πρὸς αἰτίους τῶν κακῶν γεγενημένους. οὐ μὴν ἀλλʼ αἰσχυνθείην ἄν, εἰ φανείην μᾶλλον φροντίζων τῆς ἐμαυτοῦ δόξης ἢ τῆς κοινῆς σωτηρίας. ἐμὸν μὲν οὖν ἔργον ἐστί, καὶ τῶν ἄλλων τῶν κηδομένων τῆς πόλεως, προαιρεῖσθαι τῶν λόγων μὴ τοὺς ἡδίστους ἀλλὰ τοὺς ὠφελιμωτάτους· ὑμᾶς δὲ χρὴ πρῶτον μὲν τοῦτο γιγνώσκειν, ὅτι τῶν μὲν περὶ τὸ σῶμα νοσημάτων πολλαὶ θεραπεῖαι καὶ παντοδαπαὶ τοῖς ἰατροῖς εὕρηνται, ταῖς δὲ ψυχαῖς ταῖς ἀγνοούσαις καὶ γεμούσαις πονηρῶν ἐπιθυμιῶν οὐδέν ἐστιν ἄλλο φάρμακον πλὴν λόγος ὁ τολμῶν τοῖς ἁμαρτανομένοις ἐπιπλήττειν, ἔπειθʼ ὅτι καταγέλαστόν ἐστι τὰς μὲν καύσεις καὶ τὰς τομὰς τῶν ἰατρῶν ὑπομένειν, ἵνα πλειόνων ἀλγηδόνων ἀπαλλαγῶμεν, τοὺς δὲ λόγους ἀποδοκιμάζειν πρὶν εἰδέναι σαφῶς εἰ τοιαύτην ἔχουσι τὴν δύναμιν ὥστʼ ὠφελῆσαι τοὺς ἀκούοντας.

しかし、もしマラトンで異民族(バルバロイ)を破った人々やそれ以前に生きた人々になら、当時の国政を担っていた人々を称賛しながら、それらの人々と正反対の行動を取るよう我々を説得し、私自身どうすべきか途方に暮れるほどの過ちを犯すよう勧めている点で、彼らはどうしてあらゆる人々のうちで最も恥知らずな者たちではないと言えようか。他の事柄についてと同様に真実を述べるべきか、それともあなたがたからの反感を恐れて沈黙を守るべきか。私にはそれらについて率直に語るほうがより善いと思われるのだが、非難する者たちに対して、災厄の原因となった者たちに対してよりもあなたがたが苛烈な態度を取るのを目にしている。それでもなお、私は恥じるであろう、もし自らの名声のほうを公の救済よりも配慮しているように見られるとすれば。したがって、私および国家を気にかける他の者たちの務めとは、弁説の中から最も心地よいものではなく最も有益なものを選ぶことである。そしてあなたがたは、第一に、身体に関する疾患に対しては医師たちによって多種多様な治療法が発見されているものの、無知で邪悪な欲望に満ちた魂に対しては、過ちをあえて叱責する言論のほかに何らの薬も存在しないということ、第二に、より大きな苦痛から逃れるために医師たちによる焼灼や切開を耐え忍びながら、言論に対しては、それが聞き手を利するような力を持っているかどうかをはっきりと知る前に拒絶してしまうのは、まったく嘲笑すべきことであるということを認識すべきである。

§41

τούτου δʼ ἕνεκα ταῦτα προεῖπον, ὅτι περὶ τῶν λοιπῶν οὐδὲν ὑποστειλάμενος3 ἀλλὰ παντάπασιν ἀνειμένως μέλλω τοὺς λόγους ποιεῖσθαι πρὸς ὑμᾶς. τίς γὰρ ἄλλοθεν ἐπελθὼν καὶ μήπω συνδιεφθαρμένος ἡμῖν, ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γιγνομένοις, οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς νομίσειεν, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν, ἀλλὰ πᾶν τοὐναντίον; οἱ μὲν γὰρ ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν· κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν,

そして私がこれらのことをあらかじめ述べたのは、残りの事柄に関して何ら包み隠すことなく、全く遠慮なくあなたがたに対して弁論を行うつもりだからである。なぜなら、他所からやって来て我々とともにまだ堕落しておらず、突如としてこの事態を目の当たりにした者であれば、我々が狂気と分別の喪失に陥っていると見なさない者がいるだろうか。我々は先祖たちの業績を誇りとし、当時の功績に基づいて国家を称賛すべきだと主張しながら、彼らと同じことは何一つ行わず、全く正反対のことを行っているのである。彼らはギリシア人たちのために異民族と戦い続けたが、我々は小アジアで糧を得ていた者たちをそこから引き連れ出し、ギリシア人たちへと差し向けた。また彼らはギリシアの諸都市を解放しそれらを救援することによって覇権に値すると認められたが、我々は諸都市を隷属させ、当時の人々とは正反対のことを行いながら、彼らと同じ名誉を得られないとなると憤慨しているのである。

構文注3 件
  1. 36ἠβουλόμην δʼ ἄν

    直説法未完了過去 ἠβουλόμην に潜在・反実仮想の小辞 ἄν が結びついた構文。「(できることなら)〜であることを望んだのだが(実際にはそうではない)」という、現実には満たされない願望や控えめな願望を表す。直後の νῦν δὲ δέδοικα(「しかし実際には私は恐れている」)がその反実の現実的対比を明示している。

  2. 36οὐδὲν ἀλλʼ ἢ

    否定代名詞 οὐδέν と接続詞 ἀλλά, ἤ が結合した慣用句で、「〜のほかに何もしない」「ただひたすら〜するだけである」の意味を表す。ここでは不定詞 φενακίζειν や κινδυνεύειν を伴い、「人を騙すことしかできない」「危険を冒すよう勧めているにほかならない」という排他的な限定を示す。

  3. 41οὐδὲν ὑποστειλάμενος

    分詞 ὑποστειλάμενος は動詞 ὑποστέλλω(「帆を縮める」「控える」)の中相アオリスト分詞で、中性対格副詞 οὐδέν とともに「何ら帆を縮めることなく」という航海用語の比喩から転じて、「何一つ包み隠さず」「いささかも躊躇・遠慮することなく」という副詞的態勢を表す。直後の παντάπασιν ἀνειμένως(「全く気兼ねなく/率直に」)と対をなして主動詞 μέλλω ... ποιεῖσθαι に係る。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:35-42