- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:126-136
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペリクレスの無私と現代の指導者の強欲を対比し、悪徳な弁論家が市民を困窮させて支配していると告発した上で、事態打開のために賢良な顧問の登用、同盟国の公正な扱い、ギリシア全体での信望の獲得という三つの根本策を提示する。
καίτοι Περικλῆς ὁ πρὸ τῶν τοιούτων δημαγωγὸς καταστάς, παραλαβὼν τὴν πόλιν χεῖρον μὲν φρονοῦσαν ἢ πρὶν κατασχεῖν τὴν ἀρχήν, ἔτι δʼ ἀνεκτῶς πολιτευομένην, οὐκ ἐπὶ τὸν ἴδιον χρηματισμὸν ὥρμησεν, ἀλλὰ τὸν μὲν οἶκον ἐλάττω τὸν αὑτοῦ κατέλιπεν ἢ παρὰ τοῦ πατρὸς παρέλαβεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀνήγαγεν ὀκτακισχίλια τάλαντα χωρὶς τῶν ἱερῶν.
しかしながら、そのような者たちの前に民衆の指導者となったペリクレスは、帝国を握る前よりも思慮を欠いていたものの、まだ耐えうる統治を行っていた都市を受け継ぎながら、私腹を肥やすことへと走らず、むしろ自らの家産については父から受け継いだものより減らして遺し、アクロポリスには神聖な財宝を除いて八千タラントンを運び上げたのである。
οὗτοι δὲ τοσοῦτον ἐκείνου διενηνόχασιν, ὥστε λέγειν μὲν τολμῶσιν ὡς διὰ τὴν τῶν κοινῶν ἐπιμέλειαν οὐ δύνανται τοῖς αὑτῶν ἰδίοις προσέχειν τὸν νοῦν, φαίνεται δὲ τὰ μὲν ἀμελούμενα τοσαύτην εἰληφότα τὴν ἐπίδοσιν,1 ὅσην οὐδʼ ἂν εὔξασθαι τοῖς θεοῖς πρότερον ἠξίωσαν, τὸ δὲ πλῆθος ἡμῶν, οὗ κήδεσθαί φασιν, οὕτω διακείμενον ὥστε μηδένα τῶν πολιτῶν ἡδέως ζῆν μηδὲ ῥᾳθύμως, ἀλλʼ ὀδυρμῶν μεστὴν εἶναι τὴν πόλιν.
ところが現在の者たちは、彼とあまりにかけ離れており、公務への配慮のために自らの私事に心を向けることができないなどと厚かましくも主張しながら、放置されているはずの私有財産は、以前なら神々に祈り求めることさえ思いもよらなかったほどの急激な増大を遂げているのが明らかであり、他方で、自分たちが配慮していると称する我らの民衆は、市民の誰もが心安らかにも気楽にも暮らせず、都市全体が嘆きで満ちるような境遇に置かれているのである。
οἱ μὲν γὰρ τὰς πενίας καὶ τὰς ἐνδείας ἀναγκάζονται διεξιέναι καὶ θρηνεῖν πρὸς σφᾶς αὐτούς, οἱ δὲ τὸ πλῆθος τῶν προσταγμάτων καὶ τῶν λειτουργιῶν καὶ τὰ κακὰ τὰ περὶ τὰς συμμορίας καὶ τὰς ἀντιδόσεις· ἃ τοιαύτας ἐμποιεῖ λύπας, ὥστʼ ἄλγιον ζῆν τοὺς τὰς οὐσίας κεκτημένους ἢ τοὺς συνεχῶς πενομένους.
なぜなら、一方の人々は貧困や欠乏を互いに語り合い嘆くことを余儀なくされ、他方の人々は課せられる命令や公職奉仕の多さ、そして納税組や財産交換をめぐる災難を嘆くことを余儀なくされているからである。これらの重荷は、財産を所有する者たちをして、絶え間なく貧窮している者たちよりも苦痛に満ちた生活を送らせるほどの憂いを生じさせている。
θαυμάζω δʼ εἰ μὴ δύνασθε συνιδεῖν ὅτι γένος οὐδέν ἐστι κακονούστερον τῷ πλήθει πονηρῶν ῥητόρων καὶ δημαγωγῶν· πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τῶν κατὰ τὴν ἡμέραν ἑκάστην ἀναγκαίων οὗτοι μάλιστα βούλονται σπανίζειν ὑμᾶς, ὁρῶντες τοὺς μὲν ἐκ τῶν ἰδίων δυναμένους τὰ σφέτερʼ αὐτῶν διοικεῖν τῆς πόλεως ὄντας καὶ τῶν τὰ βέλτιστα λεγόντων, τοὺς δʼ ἀπὸ τῶν δικαστηρίων ζῶντας καὶ τῶν ἐκκλησιῶν καὶ τῶν ἐντεῦθεν λημμάτων ὑφʼ αὑτοῖς διὰ τὴν ἔνδειαν ἠναγκασμένους εἶναι, καὶ πολλὴν χάριν ἔχοντας ταῖς εἰσαγγελίαις καὶ ταῖς γραφαῖς καὶ ταῖς ἄλλαις συκοφαντίαις ταῖς διʼ αὑτῶν γιγνομέναις.
私は、邪悪な弁論家や民衆指導者たちほど民衆に対して悪意を抱く種族はいないということを、あなたがたが理解できないのを不思議に思う。彼らは他の災厄に加えて、とりわけ日々の必需品においてあなたがたが事欠くことを望んでいるのである。なぜなら彼らは、私財によって自活できる者たちが都市と最善を語る者たちの味方であるのに対し、法廷や民会、そしてそこから生じる手当によって生活している者たちは、困窮のために自らの下に服従せざるをえず、自分たちによって起こされる弾劾や公訴やその他の誣告に対して多大な感謝を寄せるのを見ているからである。
ἐν οὖν ταῖς ἀπορίαις, ἐν αἷς αὐτοὶ δυναστεύουσιν, ἐν ταύταις ἥδιστʼ ἂν ἴδοιεν ἅπαντας ὄντας τοὺς πολίτας. τεκμήριον δὲ μέγιστον· οὐ γὰρ τοῦτο σκοποῦσιν, ἐξ οὗ τρόπου τοῖς δεομένοις βίον ἐκποριοῦσιν, ἀλλʼ ὅπως τοὺς ἔχειν τι δοκοῦντας τοῖς ἀπόροις ἐξισώσουσιν.
それゆえ彼らは、自らが権力を振るうこの困窮の中に、市民全員が置かれるのを最も喜んで見るであろう。その最大の証拠がある。彼らは困窮する者たちに生計の途をもたらす方法を考えているのではなく、何らかの財産を持っていると見なされる者たちを貧困者と同等に引きずり下ろすことばかりを企てているのである。
τίς οὖν ἀπαλλαγὴ γένοιτʼ ἂν τῶν κακῶν τῶν παρόντων; διείλεγμαι μὲν τὰ πλεῖστα περὶ αὐτῶν τούτων, οὐκ ἐφεξῆς, ἀλλʼ ὡς ἕκαστον τῷ καιρῷ συνέπιπτεν· μᾶλλον δʼ ἂν ὑμῖν ἐγγένοιτο μνημονεύειν, εἰ συναγαγὼν τὰ μάλιστα κατεπείγοντα πάλιν ἐπανελθεῖν αὐτὰ πειραθείην.
では、現下の災厄からいかなる救いが生じうるであろうか。私はまさにこれらについて、順序立ててではなく、その時々の折に触れてその大部分を語ってきた。しかし、最も差し迫った事柄を総括して、それらを再び辿り直してみるならば、あなたがたの記憶により定着することになろう。
ἔστι δʼ ἐξ ὧν ἂν ἐπανορθώσαιμεν τὰ τῆς πόλεως καὶ βελτίω ποιήσαιμεν, πρῶτον μὲν ἢν2 συμβούλους ποιώμεθα τοιούτους περὶ τῶν κοινῶν, οἵους περ ἂν περὶ τῶν ἰδίων ἡμῖν εἶναι βουληθεῖμεν, καὶ παυσώμεθα δημοτικοὺς μὲν εἶναι νομίζοντες τοὺς συκοφάντας,3 ὀλιγαρχικοὺς δὲ τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν, γνόντες ὅτι φύσει μὲν οὐδεὶς οὐδέτερον τούτων ἐστίν, ἐν ᾗ δʼ ἂν ἕκαστοι τιμῶνται, ταύτην βούλονται καθεστάναι τὴν πολιτείαν·
都市のあり方を是正し、より善いものにすることができる手段がある。第一には、公務に関して、自分たちの私事について望むような人物を相談役とし、誣告者を民衆派とみなし、高潔で善良な人々を寡頭派とみなすのをやめ、生まれつきそのどちらかである者はおらず、各人は、どの体制において尊ばれようとも、その体制が確立されることを望むのだと認識することである。
δεύτερον δʼ ἢν ἐθελήσωμεν χρῆσθαι τοῖς συμμάχοις ὁμοίως ὥσπερ τοῖς φίλοις, καὶ μὴ λόγῳ μὲν αὐτονόμους ἀφιῶμεν, ἔργῳ δὲ τοῖς στρατηγοῖς αὐτοὺς ὅ τι ἂν βούλωνται ποιεῖν ἐκδιδῶμεν, μηδὲ δεσποτικῶς ἀλλὰ συμμαχικῶς αὐτῶν ἐπιστατῶμεν, ἐκεῖνο καταμαθόντες, ὅτι μιᾶς μὲν ἑκάστης τῶν πόλεων κρείττους ἐσμέν, ἁπασῶν δʼ ἥττους· τρίτον ἢν μηδὲν περὶ πλείονος ἡγῆσθε, μετά γε τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν, τοῦ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν·4 τοῖς γὰρ οὕτω διακειμένοις ἑκόντες καὶ τὰς δυναστείας καὶ τὰς ἡγεμονίας διδόασιν.
第二には、同盟諸国を友人たちと同様に扱うことを欲し、言葉の上だけで自立を認めて実際には将軍たちが望むように扱うままに引き渡すようなことをせず、支配者としてではなく同盟者として彼らを指導し、我らは個々の都市に対しては優越しているが、すべての都市に対しては劣っているという事実を悟ることである。第三には、神々への敬虔の念に次いでは、ギリシア人の間での善き評判を得ること以上に重んじるものは何もないと考えることである。というのも、このような心構えを持つ者たちに対しては、人々は喜んで支配権をも主導権をも与えるからである。
ἢν οὖν ἐμμείνητε τοῖς εἰρημένοις, καὶ πρὸς τούτοις ὑμᾶς αὐτοὺς παράσχητε πολεμικοὺς μὲν ὄντας ταῖς μελέταις καὶ ταῖς παρασκευαῖς, εἰρηνικοὺς δὲ τῷ μηδὲν παρὰ τὸ δίκαιον πράττειν, οὐ μόνον εὐδαίμονα ποιήσετε ταύτην τὴν πόλιν, ἀλλὰ καὶ τοὺς Ἕλληνας ἅπαντας.
したがって、もしあなたがたが述べられたことを固く守り、それに加えて、鍛錬と軍備においては戦いに長じた者でありながら、不正なことを何一つ行わないことによって平和を愛する者であることを示すならば、この都市を幸福にするばかりでなく、ギリシア人すべてをも幸福にするであろう。
- 127φαίνεται δὲ τὰ μὲν ἀμελούμενα τοσαύτην εἰληφότα τὴν ἐπίδοσιν
動詞 φαίνεται に分詞 εἰληφότα が補足語として結びつき、「〜していることが明らかである」という客観的事実の露見を表す。δὲ は先行する λέγειν μὲν τολμῶσιν と対比をなし、μὲν は後続の τὸ δὲ πλῆθος ἡμῶν と対応する(通常の校訂本では τὰ μὲν ἀμελούμενα)。意味上「顧みられないと称されている彼らの私有財産」を指す中性複数主格であり、φαίνεται の主語となっている。
- 133ἔστι δʼ ἐξ ὧν ἂν ἐπανορθώσαιμεν τὰ τῆς πόλεως καὶ βελτίω ποιήσαιμεν, πρῶτον μὲν ἢν
非人称の ἔστιν に関係代名詞句 ἐξ ὧν ἂν ἐπανορθώσαιμεν が続き、「〜によって我らが建て直すことができる手段がある」という可能・手段を表す枠組みを形成している。続く πρῶτον μὲν ἢν ... δεύτερον δʼ ἢν ... τρίτον ἢν ... は、先行する ἐξ ὧν(手段)の内容を具体的に展開・説明する説明的(エペクセゲティック)な条件節である。
- 133παυσώμεθα δημοτικοὺς μὲν εἶναι νομίζοντες τοὺς συκοφάντας
動詞 παύομαι(〜をやめる)が補足分詞 νομίζοντες を取り、「〜と考えるのをやめる」を意味する構文。分詞 νομίζοντες はさらに対格不定詞構文(τοὺς συκοφάντας δημοτικοὺς εἶναι)を目的語として従えている。
- 135μηδὲν περὶ πλείονος ἡγῆσθε, μετά γε τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν, τοῦ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν
慣用表現 περὶ πλείονος ἡγεῖσθαι(より重んじる)が、比較の属格として冠詞付き不定詞 τοῦ εὐδοκιμεῖν を取っている。挿入された前置詞句 μετά γε τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν(神々への敬虔に次いでは)によって比較級の対象と属格が離隔している点に注意。
