← イソクラテス

平和演説

§116-125

節制と放埓がもたらす盛衰の歴史的教訓

弁論者はアテナイとスパルタ、テッサリアとメガラの対比から節制が国家の繁栄をもたらし放埓が没落を招くことを示し、私利を肥やす悪しき民衆指導者に惑わされず過去の教訓を省みるよう促している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§116

ἢν οὖν ἐμοὶ πεισθῆτε, παυσάμενοι τοῦ παντάπασιν εἰκῇ βουλεύεσθαι προσέξετε τὸν νοῦν ὑμῖν αὐτοῖς καὶ τῇ πόλει, καὶ φιλοσοφήσετε καὶ σκέψεσθε τί τὸ ποιῆσάν ἐστι τὼ πόλη τούτω,1 λέγω δὲ τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων, ἐκ ταπεινῶν μὲν πραγμάτων ἑκατέραν ὁρμηθεῖσαν ἄρξαι τῶν Ἑλλήνων, ἐπεὶ δʼ ἀνυπέρβλητον τὴν δύναμιν ἔλαβον, περὶ ἀνδραποδισμοῦ κινδυνεῦσαι·

それゆえ、もしあなたがたが私に従うならば、まったく無分別に議を尽くすのをやめて、自らと都市に心を向け、思慮を深め、何がこの二つの都市――すなわち我らの都市とスパルタ人の都市――をして、双方が微力な境遇から出発してギリシア人を支配するに至らしめ、また圧倒的な力を手にした後に奴隷化の危機に陥らしめたのかを熟考するであろう。

§117

καὶ διὰ τίνας αἰτίας Θετταλοὶ μέν, μεγίστους πλούτους παραλαβόντες καὶ χώραν ἀρίστην καὶ πλείστην ἔχοντες, εἰς ἀπορίαν καθεστήκασι, Μεγαρεῖς δέ, μικρῶν αὐτοῖς καὶ φαύλων τῶν ἐξ ἀρχῆς ὑπαρξάντων, καὶ γῆν μὲν οὐκ ἔχοντες οὐδὲ λιμένας οὐδʼ ἀργυρεῖα, πέτρας δὲ γεωργοῦντες, μεγίστους οἴκους τῶν Ἑλλήνων κέκτηνται·

またいかなる理由によって、テッサリア人は最大の富を受け継ぎ、最良かつ最大の土地を領有しながら困窮に陥り、メガラ人は最初から貧弱でつまらぬものしか持たず、土地も港も銀山も持たず岩山を耕作しているにもかかわらず、ギリシア人の中で最大の富を所有しているのか、そして彼ら(テッサリア人)

§118

κἀκείνων μὲν τὰς ἀκροπόλεις ἄλλοι τινὲς ἀεὶ κατέχουσιν, ὄντων αὐτοῖς πλέον τρισχιλίων ἱππέων καὶ πελταστῶν ἀναριθμήτων, οὗτοι δὲ μικρὰν δύναμιν ἔχοντες τὴν αὑτῶν ὅπως βούλονται διοικοῦσιν· καὶ πρὸς τούτοις οἱ μὲν σφίσιν αὐτοῖς πολεμοῦσιν, οὗτοι δὲ μεταξὺ Πελοποννησίων καὶ Θηβαίων καὶ τῆς ἡμετέρας πόλεως οἰκοῦντες εἰρήνην ἄγοντες διατελοῦσιν.

においては三千人以上の騎兵と無数の軽装歩兵がいるにもかかわらず他の者たちが常にそのアクロポリスを占拠しているのに対し、彼ら(メガラ人)はわずかな戦力しか持たないのに自らの領土を意のままに統治しているのか、さらに前者が互いに戦い合っているのに対し、後者はペロポネソス人、テーバイ人、そして我らの都市に挟まれて暮らしながら平和を享受し続けているのかを熟考するであろう。

§119

ἢν γὰρ ταῦτα καὶ τὰ τοιαῦτα διεξίητε πρὸς ὑμᾶς αὐτούς, εὑρήσετε τὴν μὲν ἀκολασίαν καὶ τὴν ὕβριν τῶν κακῶν αἰτίαν γιγνομένην, τὴν δὲ σωφροσύνην τῶν ἀγαθῶν. ἥν ὑμεῖς ἐπὶ μὲν τῶν ἰδιωτῶν ἐπαινεῖτε, καὶ νομίζετε τοὺς ταύτῃ χρωμένους ἀσφαλέστατα ζῆν καὶ βελτίστους εἶναι τῶν πολιτῶν, τὸ δὲ κοινὸν ἡμῶν οὐκ οἴεσθε δεῖν τοιοῦτο παρασκευάζειν.

実際、あなたがたがこれらやこれに類することを自らに問い直すならば、放埓と傲慢が災厄の原因となり、節制が幸福の原因となっていることを見出すであろう。あなたがたはこの節制を私人においては賞賛し、これを実践する者たちこそ最も安全に生き、市民の中で最善の者たちであると見なしていながら、我らの国家がそのような状態になるよう整えるべきだとは考えていないのである。

§120

καίτοι προσήκει τὰς ἀρετὰς ἀσκεῖν καὶ τὰς κακίας φεύγειν πολὺ μᾶλλον ταῖς πόλεσιν ἢ τοῖς ἰδιώταις. ἀνὴρ μὲν γὰρ ἀσεβὴς καὶ πονηρὸς τυχὸν ἂν φθάσειε τελευτήσας πρὶν δοῦναι δίκην2 τῶν ἡμαρτημένων· αἱ δὲ πόλεις διὰ τὴν ἀθανασίαν ὑπομένουσι καὶ τὰς παρὰ τῶν ἀνθρώπων καὶ τὰς παρὰ τῶν θεῶν τιμωρίας.

しかしながら、徳を実践し悪徳を避けることは、私人にとってよりも都市にとって遥かにふさわしいのである。なぜなら、不信心で邪悪な人間はおそらく罪の報いを受ける前に死に逃げおおせるかもしれないが、都市は不死であるゆえに人間からの処罰も神々からの懲罰も耐え忍ばねばならないからである。

§121

ὧν ἐνθυμουμένους χρὴ μὴ προσέχειν τὸν νοῦν τοῖς ἐν τῷ παρόντι μὲν χαριζομένοις, τοῦ δὲ μέλλοντος χρόνου μηδεμίαν ἐπιμέλειαν ποιουμένοις, μηδὲ τοῖς φιλεῖν μὲν τὸν δῆμον φάσκουσιν, ὅλην δὲ τὴν πόλιν λυμαινομένοις· ὡς καὶ πρότερον, ἐπειδὴ παρέλαβον οἱ τοιοῦτοι τὴν ἐπὶ τοῦ βήματος δυναστείαν, εἰς τοσαύτην ἄνοιαν προήγαγον τὴν πόλιν, ὥστε παθεῖν αὐτὴν οἷά περ ὀλίγῳ πρότερον ὑμῖν διηγησάμην.

これらのことを心に留めるならば、現時点での歓心を買うのみで将来の時に対して何らの配慮もしない者たちや、民衆を愛していると称しながら都市全体を破滅させる者たちに心を向けるべきではない。過去においても、そのような者たちが演壇の支配権を握った時、都市をあまりに大きな無分別へと導き、その結果、少し前に私があなたがたに語ったような惨禍を被らせたのである。

§122

ἃ καὶ πάντων μάλιστʼ ἄν τις θαυμάσειεν, ὅτι προχειρίζεσθε δημαγωγοὺς οὐ τοὺς τὴν αὐτὴν γνώμην ἔχοντας τοῖς μεγάλην τὴν πόλιν ποιήσασιν, ἀλλὰ τοὺς ὅμοια καὶ λέγοντας καὶ πράττοντας τοῖς ἀπολέσασιν αὐτήν, καὶ ταῦτʼ εἰδότες οὐ μόνον ἐν τῷ ποιῆσαι τὴν πόλιν εὐδαίμονα τοὺς χρηστοὺς τῶν πονηρῶν διαφέροντας, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἐπὶ μὲν ἐκείνων ἐν πολλοῖς ἔτεσιν οὔτε κινηθεῖσαν οὔτε μεταστᾶσαν, ἐπὶ δὲ τούτων ἐν ὀλίγῳ χρόνῳ δὶς ἤδη καταλυθεῖσαν,3 καὶ τὰς φυγὰς τὰς ἐπὶ τῶν τυράννων καὶ τὰς ἐπὶ τῶν τριάκοντα γενομένας οὐ διὰ τοὺς συκοφάντας κατελθούσας, ἀλλὰ διὰ τοὺς μισοῦντας τοὺς τοιούτους καὶ μεγίστην ἐπʼ ἀρετῇ δόξαν ἔχοντας.

また何よりも驚くべきことは、あなたがたが、都市を強大にした人々と志を同じくする者たちではなく、都市を滅ぼした者たちと同様のことを語り行う者たちを指導者として登用していることである。しかも、有能な者たちが邪悪な者たちと異なっているのは、都市を幸福にすることにおいてのみならず、かつて彼らの時代には民主政が長年にわたり揺らぎも変革もされなかったのに対し、現在の者たちの時代には短期間にすでに二度も打倒されたこと、また僭主たちの下での追放や三十人政権の下での追放に際して帰還を果たしたのは中傷者たちのおかげではなく、そのような者たちを憎み徳において最大の評判を得ていた人々のおかげであったことを知っていながら、そうしているのである。

§124

ἀλλʼ ὅμως τηλικούτων ἡμῖν ὑπομνημάτων καταλελειμμένων ὡς ἐφʼ ἑκατέρων αὐτῶν ἡ πόλις ἔπραττεν, οὕτω χαίρομεν ταῖς τῶν ῥητόρων πονηρίαις, ὥσθʼ ὁρῶντες διὰ τὸν πόλεμον καὶ τὰς ταραχάς, ἃς οὗτοι πεποιήκασι, τῶν μὲν ἄλλων πολιτῶν πολλοὺς ἐκ τῶν πατρῴων ἐκπεπτωκότας, τούτους δʼ ἐκ πενήτων πλουσίους γεγενημένους, οὐκ ἀγανακτοῦμεν οὐδὲ φθονοῦμεν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλʼ ὑπομένομεν τὴν μὲν πόλιν διαβολὰς ἔχουσαν ὡς λυμαίνεται καὶ δασμολογεῖ τοὺς Ἕλληνας, τούτους δὲ τὰς ἐπικαρπίας λαμβάνοντας,4 καὶ τὸν μὲν δῆμον, ὅν φασιν οὗτοι δεῖν τῶν ἄλλων ἄρχειν, χεῖρον πράττοντα τῶν ταῖς ὀλιγαρχίαις δουλευόντων, οἷς δʼ οὐδὲν ὑπῆρχεν ἀγαθόν, τούτους δὲ διὰ τὴν ἄνοιαν τὴν ἡμετέραν ἐκ ταπεινῶν εὐδαίμονας γεγενημένους.

それにもかかわらず、それぞれの指導者のもとで都市がどのような境遇にあったかについてのこれほど確かな記憶が我々に残されているというのに、我々は弁論家たちの悪徳に大いに甘んじており、彼らが引き起こした戦争と混乱によって、他の市民の多くが父祖の財産を失う一方で彼ら自身は貧民から富裕になったのを目にしながらも、憤ることも彼らの繁栄を妬むこともせず、むしろ都市がギリシア人を損ない貢納を強要しているという悪評を背負い、彼ら(弁論家たち)がその収益をかすめ取っていること、また彼らが他者を支配すべきだと称する民衆が寡頭政に隷属する者たちよりも悲惨な暮らしをしている一方で、いかなる善も持ち合わせていなかった彼ら自身が我らの愚かさゆえに卑賤の身から富裕になっているのを、そのまま甘受しているのである。

構文注4 件
  1. 116τί τὸ ποιῆσάν ἐστι τὼ πόλη τούτω

    τί τὸ ποιῆσάν ἐστιは「〜をもたらしたものは何か」という強調的な迂言構文(あるいは関係詞句的構文)。τὼ πόλη τούτωは対格(双数形)で、後続する二つの不定詞ἄρξαιとκινδυνεῦσαιの意味上の主語として機能している(ποιέω+対格+不定詞の使役構文)。

  2. 120φθάσειε τελευτήσας πρὶν δοῦναι δίκην

    φθάνω+分詞(τελευτήσας)の構文で、「〜するよりも先に死ぬ」「罰を受ける前に死に逃げおおせる」を表す。潜在希求法(ἂν φθάσειε)により可能性を示し、πρὶν δοῦναι δίκην(罰を受ける前に)がこれに後続している。

  3. 122εἰδότες οὐ μόνον ... διαφέροντας, ἀλλὰ καὶ τὴν δημοκρατίαν ... καταλυθεῖσαν

    分詞εἰδότεςが支配する間接話法構文で、目的語として分詞構文が並列されている。前半は「τοὺς χρηστοὺς ... διαφέροντας」(有能な者たちが異なっていること)であり、後半はἀλλὰ καὶによって「τὴν δημοκρατίαν ... καταλυθεῖσαν」(民主政が打倒されたこと)および「τὰς φυγὰς ... κατελθούσας」(追放された人々が帰還したこと)へと連結している。αἱ φυγαί(追放)は換喩的に「追放者たち」を意味する。

  4. 125ὑπομένομεν τὴν μὲν πόλιν διαβολὰς ἔχουσαν ... τούτους δὲ τὰς ἐπικαρπίας λαμβάνοντας

    動詞ὑπομένομεν(耐え忍ぶ、甘受する)が分詞補語(「対格+分詞」)を支配している構文。τὴν μὲν πόλιν ... ἔχουσανとτούτους δὲ ... λαμβάνοντας、さらに後続するτὸν μὲν δῆμον ... πράττονταとτούτους δὲ ... γεγενημένουςが対比的に並列され、「都市が悪評を被り、彼らが利益を得ること」「民衆が困窮し、彼らが富裕になること」を我々が甘受しているという構造を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg017.humanitext-grc2:116-125