← イソクラテス

ニコクレスに与う

§1-8

王への助言という贈り物と君主教育の重要性

著者は、王への物質的な贈り物よりも、統治の指針を与えることこそが最高の贈り物であると述べ、一般市民と僭主の教育環境の差を指摘し、君主への徳の勧告の意義を強調する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

οἱ μὲν εἰωθότες, ὦ Νικόκλεις, τοῖς βασιλεῦσιν ὑμῖν ἐσθῆτας ἄγειν ἢ χαλκὸν ἢ χρυσὸν εἰργασμένον ἢ τῶν ἄλλων τι τῶν τοιούτων κτημάτων, ὧν αὐτοὶ μὲν ἐνδεεῖς εἰσιν ὑμεῖς δὲ πλουτεῖτε,1 λίαν ἔδοξαν εἶναί μοι καταφανεῖς οὐ δόσιν ἀλλʼ ἐμπορίαν ποιούμενοι, καὶ πολὺ τεχνικώτερον αὐτὰ πωλοῦντες τῶν ὁμολογούντων καπηλεύειν·

ニコクレスよ、あなた方王たちに衣服や、加工された青銅や黄金、あるいはそれ以外のその種の手持ちの財産で、自分たちには欠けているがあなた方は豊かに持っているものをもたらすことを習慣としている者たちは、私には、贈り物をしているのではなく商売をしており、小売り商いをしていると公言している者たちよりもはるかに巧妙にそれらを売っていることが、あまりにも明らかであるように思われた。

§2

ἡγησάμην δʼ ἂν γενέσθαι ταύτην καλλίστην δωρεὰν καὶ χρησιμωτάτην καὶ μάλιστα πρέπουσαν ἐμοί τε δοῦναι καὶ σοὶ λαβεῖν, εἰ δυνηθείην2 ὁρίσαι ποίων ἐπιτηδευμάτων ὀρεγόμενος καὶ τίνων ἀπεχόμενος ἄριστʼ ἂν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν διοικοίης. τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεύοντα, μάλιστα μὲν τὸ μὴ τρυφᾶν ἀλλʼ ἀναγκάζεσθαι περὶ τοῦ βίου καθʼ ἑκάστην τὴν ἡμέραν βουλεύεσθαι, ἔπειθʼ οἱ νόμοι καθʼ οὓς ἕκαστοι πολιτευόμενοι τυγχάνουσιν, ἔτι δʼ ἡ παρρησία καὶ τὸ φανερῶς ἐξεῖναι τοῖς τε φίλοις ἐπιπλῆξαι καὶ τοῖς ἐχθροῖς ἐπιθέσθαι ταῖς ἀλλήλων ἁμαρτίαις· πρὸς δὲ τούτοις καὶ τῶν ποιητῶν τινες τῶν προγεγενημένων ὑποθήκας ὡς χρὴ ζῆν καταλελοίπασιν· ὥστʼ ἐξ ἁπάντων τούτων εἰκὸς αὐτοὺς βελτίους γίγνεσθαι.

しかし、どのような営みを目指し、どのような営みを避けることによって、あなたが国家と王国の双方を最も良く治めることができるかを、もし私が規定できるならば、これこそが最も美しく、最も有益であり、私があたえ、あなたが受け取るのに最もふさわしい贈り物になるであろうと考えた。 というのも、一般の市民たちを教育するものは多くあり、とりわけ、贅沢をせず、日々の生活のために毎日思い悩むことを強制されることがそれである。次に、それぞれの人がそれに従って市民生活を送っている法律、さらには、言論の自由や、友人を公然と非難したり、敵に対してお互いの過ちを攻撃したりすることが許されていること。これらに加えて、先代の詩人たちの中には、どのように生きるべきかについての訓戒を残している者もいる。したがって、これらすべてのことから、彼らがより善くなるのは自然なことである。

§4

τοῖς δὲ τυράννοις οὐδὲν ὑπάρχει τοιοῦτον, ἀλλʼ οὓς ἔδει παιδεύεσθαι μᾶλλον τῶν ἄλλων, ἐπειδὰν εἰς τὴν ἀρχὴν καταστῶσιν, ἀνουθέτητοι διατελοῦσιν· οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀνθρώπων αὐτοῖς οὐ πλησιάζουσιν, οἱ δὲ συνόντες πρὸς χάριν ὁμιλοῦσι. καὶ γὰρ τοι κύριοι γιγνόμενοι καὶ χρημάτων πλείστων καὶ πραγμάτων μεγίστων, διὰ τὸ μὴ καλῶς χρῆσθαι ταύταις ταῖς ἀφορμαῖς πεποιήκασιν ὥστε πολλοὺς ἀμφισβητεῖν, πότερόν ἐστιν ἄξιον ἑλέσθαι τὸν βίον τὸν τῶν ἰδιωτευόντων μὲν ἐπιεικῶς δὲ πραττόντων, ἢ τὸν τῶν τυραννευόντων.

しかし僣主たちにはそのようなものは何一つ存在せず、他者よりもいっそう教育されるべきである彼らが、支配の座に就くと、忠告を受けることのないまま過ごすことになる。なぜなら、人々の大半は彼らに近づかず、共にいる者たちも気に入られようと付き合うからである。そして、実に彼らは、最大の富と最大の権力を手中に収めながらも、これらの手だてを適切に用いないがために、多くの人々をして、人並みの暮らしをしている一般市民の生活と、僣主として支配する者の生活のどちらを選ぶ価値があるのかと議論させるに至っているのである。

§5

ὅταν μὲν γὰρ ἀποβλέψωσιν εἰς τὰς τιμὰς καὶ τοὺς πλούτους καὶ τὰς δυναστείας, ἰσοθέους ἅπαντες νομίζουσι τοὺς ἐν ταῖς μοναρχίαις ὄντας· ἐπειδὰν δʼ ἐνθυμηθῶσι τοὺς φόβους καὶ τοὺς κινδύνους, καὶ διεξιόντες ὁρῶσι τοὺς μὲν ὑφʼ ὧν ἥκιστα χρῆν3 διεφθαρμένους, τοὺς δʼ εἰς τοὺς οἰκειοτάτους ἐξαμαρτεῖν ἠναγκασμένους, τοῖς δʼ ἀμφότερα ταῦτα συμβεβηκότα, πάλιν ὁπωσοῦν ζῆν ἡγοῦνται λυσιτελεῖν μᾶλλον ἢ μετὰ τοιούτων συμφορῶν ἁπάσης τῆς Ἀσίας βασιλεύειν.

なぜなら、名誉や富や権力に目を向けるときには、誰もが君主制のもとにある者たちを神に等しいとみなすが、その恐れや危険に思いを馳せ、また歴史をたどって、ある者は最もそうあるべきではなかった人々によって滅ぼされ、ある者は最も親しい身内に対して過ちを犯すよう強制され、またある者にはこれら両方のことが起こっているのを目にするときには、今度は、そのような不運を伴って全アジアを支配するよりも、どのようにであれ生きている方がはるかに有益であると考えるからである。

§6

ταύτης δὲ τῆς ἀνωμαλίας καὶ τῆς ταραχῆς αἴτιόν ἐστιν, ὅτι τὴν βασιλείαν ὥσπερ ἱερωσύνην παντὸς ἀνδρὸς εἶναι νομίζουσιν, ὃ τῶν ἀνθρωπίνων πραγμάτων μέγιστόν ἐστι καὶ πλείστης προνοίας δεόμενον. καθʼ ἑκάστην μὲν οὖν τὴν πρᾶξιν, ἐξ ὧν ἄν τις μάλιστα δύναιτο κατὰ τρόπον διοικεῖν καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττειν τὰς δὲ συμφορὰς διαφεύγειν, τῶν ἀεὶ παρόντων ἔργον ἐστὶ συμβουλεύειν· καθʼ ὅλων δὲ τῶν ἐπιτηδευμάτων, ὧν χρὴ στοχάζεσθαι καὶ περὶ ἃ δεῖ διατρίβειν, ἐγὼ πειράσομαι διελθεῖν.

この不均衡と混乱の原因は、人間事の中で最大であり、最も多くの配慮を必要とするものである王位を、まるで神職であるかのように、誰にでもできるものと見なしていることにある。 したがって、それぞれの具体的な行為において、それによって人が最も適切に統治し、善いものを守り、不幸を避けることができるような個別の判断については、常にその場に仕えている者たちの役目として助言することである。しかし、目指すべきすべての営み、また時間を費やすべきことについて、その全般的な方針を、私は説明することを試みる。

§7

εἰ μὲν οὖν ἔσται τὸ δῶρον ἐξεργασθὲν ἄξιον τῆς ὑποθέσεως, χαλεπὸν ἀπὸ τῆς ἀρχῆς συνιδεῖν· πολλὰ γὰρ καὶ τῶν μετὰ μέτρου ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων ἔτι μὲν ἐν ταῖς διανοίαις ὄντα τῶν συντιθέντων μεγάλας τὰς προσδοκίας παρέσχεν, ἐπιτελεσθέντα δὲ καὶ τοῖς ἄλλοις ἐπιδειχθέντα πολὺ καταδεεστέραν τὴν δόξαν τῆς ἐλπίδος ἔλαβεν.

したがって、この贈り物が完成したときにその主題にふさわしいものになるかどうかは、最初から見極めるのは困難である。なぜなら、韻律を持つ詩作品も、散文の著作も、その多くがまだそれらを創る者の頭の中にあるときには大きな期待を抱かせるが、完成されて他人に示されると、期待よりもはるかに劣る評価しか得られないからである。

§8

οὐ μὴν ἀλλὰ τό γʼ ἐπιχείρημα καλῶς ἔχει, τὸ ζητεῖν τὰ παραλελειμμένα καὶ νομοθετεῖν ταῖς μοναρχίαις· οἱ μὲν γὰρ τοὺς ἰδιώτας παιδεύοντες ἐκείνους μόνον ὠφελοῦσιν· εἰ δέ τις τοὺς κρατοῦντας τοῦ πλήθους ἐπʼ ἀρετὴν προτρέψειεν, ἀμφοτέρους ἂν ὀνήσειε, καὶ τοὺς τὰς δυναστείας ἔχοντας καὶ τοὺς ὑπʼ αὐτοῖς ὄντας· τοῖς μὲν γὰρ ἂν τὰς ἀρχὰς ἀσφαλεστέρας, τοῖς δὲ τὰς πολιτείας πραοτέρας ποιήσειεν.

とはいえ、見落とされてきたものを探求し、君主たちのために規範を定めるという試みそれ自体は素晴らしいものである。というのも、一般の個人を教育する者たちはその人々だけを益するが、もし誰かが大衆を支配する者を徳へと促すならば、権力を持つ者と彼らの支配下にある者の双方を益することになるからである。すなわち、支配者にとっては支配をより安全にし、民衆にとっては国制をより穏やかなものにするであろうからだ。

構文注3 件
  1. 1ὧν αὐτοὶ μὲν ἐνδεεῖς εἰσιν ὑμεῖς δὲ πλουτεῖτε

    関係代名詞 ὧν は先行詞 κτημάτων に一致する属格であるが、後半の ὑμεῖς δὲ πλουτεῖτε においては本来対格(または πλουτέω が支配する格)が要求される。ここでは前半の ὧν が共通の接続関係として機能しており、後半では適宜格関係が読み替えられるか、あるいは πλουτέω が「〜を豊富に持つ」という意味で属格を支配するものとして理解されている。

  2. 2ἡγησάμην δʼ ἂν ... εἰ δυνηθείην

    主節の直説法過去 ἡγησάμην に従属する不定詞句が γενέσθαι ἂν(潜在・帰結:「〜になるだろう(と考えた)」)であるのに対し、条件節は εἰ +希求法(δυνηθείην)(潜在・未来の不確定な仮定:「もし私が〜できるならば」)となっており、混合条件文を形成している。これは、現在の不可能性と、未来における可能性の探求という二つの視点が交錯しているためである。

  3. 5ὑφʼ ὧν ἥκιστα χρῆν

    受動分詞 διεφθαρμένους にかかる前置詞句 ὑφʼ ὧν の関係詞 ὧν の後に続く χρῆν は、非人称動詞 χρή の未完了過去形であり、過去における義務や本来あるべき姿(「本来〜であるべきではなかった者たちによって」)を表現している。ここには実際にはその逆が起こったという含意がある。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0010.tlg013.humanitext-grc2:1-8