← イソクラテス

民族祭典演説

§124-134

スパルタの専制への加担とアジア遠征への団結の訴え

弁論者はスパルタが専制君主やペルシア王と結んで自由なギリシア諸都市を圧迫している現状を強く批判し、内弊を捨てて全ギリシアが団結し富裕なアジアを討つべきだと説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§124

μέγιστον δὲ τῶν κακῶν, ὅταν ὑπὲρ αὐτῆς τῆς δουλείας ἀναγκάζωνται συστρατεύεσθαι, καὶ πολεμεῖν τοῖς ἐλευθέροις ἀξιοῦσιν εἶναι, καὶ τοιούτους κινδύνους ὑπομένειν, ἐν οἷς ἡττηθέντες μὲν παραχρῆμα διαφθαρήσονται, κατορθώσαντες δὲ μᾶλλον εἰς τὸν λοιπὸν χρόνον δουλεύσουσιν.

そして諸々の災厄の中で最たるものは、隷属そのもののために軍役を強制され、自由を自負する人々と戦わされ、敗北すれば直ちに滅ぼされ、勝利しても以後の時代において一層激しく隷属させられるような危険に耐えねばならない時である。

§125

ὧν τίνας ἄλλους αἰτίους χρὴ νομίζειν ἢ Λακεδαιμονίους, οἳ τοσαύτην ἰσχὺν ἔχοντες περιορῶσι τοὺς μὲν αὑτῶν συμμάχους γενομένους οὕτω δεινὰ πάσχοντας, τὸν δὲ βάρβαρον τῇ τῶν Ἑλλήνων ῥώμῃ τὴν ἀρχὴν τὴν αὑτοῦ κατασκευαζόμενον; καὶ πρότερον μὲν τοὺς τυράννους ἐξέβαλλον, τῷ δὲ πλήθει τὰς βοηθείας ἐποιοῦντο, νῦν δὲ τοσοῦτον μεταβεβλήκασιν, ὥστε ταῖς μὲν πολιτείαις πολεμοῦσι, τὰς δὲ μοναρχίας συγκαθιστᾶσι. τὴν μέν γε Μαντινέων πόλιν εἰρήνης ἤδη γεγενημένης ἀνάστατον ἐποίησαν, καὶ τὴν Θηβαίων Καδμείαν κατέλαβον, καὶ νῦν Ὀλυνθίους καὶ Φλιασίους πολιορκοῦσιν, Ἀμύντᾳ δὲ τῷ Μακεδόνων βασιλεῖ καὶ Διονυσίῳ τῷ Σικελίας τυράννῳ καὶ τῷ βαρβάρῳ τῷ τῆς Ἀσίας κρατοῦντι συμπράττουσιν ὅπως ὡς μεγίστην ἀρχὴν ἕξουσιν.

これについてスパルタ人以外の誰に責めを帰すべきであろうか。彼らはこれほどの力を持ちながら、自らの同盟者となった人々がかくも悲惨な苦難を被るのを傍観し、異民族がギリシア人の武勇を用いて自らの支配体制を築き上げるのを放置している。以前は彼らは僭主たちを追放し民衆を支援していたのに、今ではすっかり変節し、立憲政体と戦う一方で、君主制の樹立には協力している。現に彼らは、講和がすでに結ばれていたにもかかわらずマンティネイアの都市を破壊し、テーバイのカドメイアを占領し、現在もオリュントスとフリウスを包囲しており、さらにマケドニア王アミュンタスやシケリアの僭主ディオニュシオス、そしてアジアを支配する異民族と共謀して、彼らの支配領域ができる限り強大になるよう加担している。

§127

καίτοι πῶς οὐκ ἄτοπον τοὺς προεστῶτας τῶν Ἑλλήνων ἕνα μὲν ἄνδρα τοσούτων ἀνθρώπων καθιστάναι δεσπότην, ὧν οὐδὲ τὸν ἀριθμὸν ἐξευρεῖν ῥᾴδιόν ἐστι, τὰς δὲ μεγίστας τῶν πόλεων μηδʼ αὐτὰς αὑτῶν ἐᾶν εἶναι κυρίας, ἀλλʼ ἀναγκάζειν δουλεύειν ἢ ταῖς μεγίσταις συμφοραῖς περιβάλλειν;

それにしても、ギリシア人の先頭に立つ者たちが、数を割り出すことすら容易ではないほど多数の人々の主人として一人の男を据える一方で、最大級の都市群には自律することさえ許さず、隷属を強制するか最大の災難に巻き込むというのは、理不尽ではないだろうか。

§128

ὃ δὲ πάντων δεινότατον, ὅταν τις ἴδῃ τοὺς τὴν ἡγεμονίαν ἔχειν ἀξιοῦντας ἐπὶ μὲν τοὺς Ἕλληνας καθʼ ἑκάστην τὴν ἡμέραν στρατευομένους, πρὸς δὲ τοὺς βαρβάρους εἰς ἅπαντα τὸν χρόνον συμμαχίαν πεποιημένους.

だが何よりも言語道断なのは、覇権を握るに値すると主張する者たちが、ギリシア人に対しては日々遠征を行う一方で、異民族とは恒久の同盟を結んでいるのを目にするときである。

§129

καὶ μηδεὶς ὑπολάβῃ με δυσκόλως ἔχειν, ὅτι τραχύτερον τούτων ἐμνήσθην, προειπὼν ὡς περὶ διαλλαγῶν ποιήσομαι τοὺς λόγους· οὐ γὰρ ἵνα πρὸς τοὺς ἄλλους διαβάλω τὴν πόλιν τὴν Λακεδαιμονίων οὕτως εἴρηκα περὶ αὐτῶν, ἀλλʼ ἵνʼ αὐτοὺς ἐκείνους παύσω, καθʼ ὅσον ὁ λόγος δύναται, τοιαύτην ἔχοντας τὴν γνώμην.

そして、私が和解について演説を行うと前置きしておきながら、これらの件について厳しく言及したからといって、誰も私が悪意を抱いているなどと思わないでほしい。他の人々に対してスパルタの都市を中傷するために彼らについてこのように語ったのではなく、言葉の及ぶ限りにおいて、彼ら自身がそのような考えを改めるようにするために言ったのである。

§130

ἔστι δὲ οὐχ οἷόν τʼ ἀποτρέπειν τῶν ἁμαρτημάτων, οὐδʼ ἑτέρων πράξεων πείθειν ἐπιθυμεῖν, ἢν μή τις ἐρρωμένως ἐπιτιμήσῃ τοῖς παροῦσιν· χρὴ δὲ κατηγορεῖν μὲν ἡγεῖσθαι τοὺς ἐπὶ βλάβῃ τοιαῦτα λέγοντας, νουθετεῖν δὲ τοὺς ἐπʼ ὠφελείᾳ λοιδοροῦντας. τὸν γὰρ αὐτὸν λόγον οὐχ ὁμοίως ὑπολαμβάνειν δεῖ, μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενον.

現在の過ちを力強く咎めない限り、罪を思いとどまらせることも、別の行動を望むよう説得することも不可能である。害を与える目的でこうしたことを言う者を告発者と見なし、有益を願って叱責する者を訓戒者と認めるべきである。なぜなら、同一の言葉であっても、同一の意図で語られていないのならば、同じように受け止めるべきではないからである。

§131

ἐπεὶ καὶ τοῦτʼ ἔχομεν αὐτοῖς ἐπιτιμᾶν, ὅτι τῇ μὲν αὑτῶν πόλει τοὺς ὁμόρους εἱλωτεύειν ἀναγκάζουσι, τῷ δὲ κοινῷ τῷ τῶν συμμάχων οὐδὲν τοιοῦτον κατασκευάζουσιν, ἐξὸν αὐτοῖς τὰ πρὸς ἡμᾶς διαλυσαμένοις ἅπαντας τοὺς βαρβάρους περιοίκους ὅλης τῆς Ἑλλάδος καταστῆσαι.1

さらに、我らが彼らを非難すべき点として次のことがある。すなわち彼らは、自らの都市のためには隣接民を農奴の身分に強制しているのに、同盟諸国の共通の利益のためには何らそのような体制を築こうとせず、我らとの対立を解消して全異民族を全ギリシアの周辺従属民とすることが可能なのに、それをしないのである。

§132

καίτοι χρὴ τοὺς φύσει καὶ μὴ διὰ τύχην μέγα φρονοῦντας τοιούτοις ἔργοις ἐπιχειρεῖν πολὺ μᾶλλον ἢ τοὺς νησιώτας δασμολογεῖν, οὓς ἄξιόν ἐστιν ἐλεεῖν, ὁρῶντας τούτους μὲν διὰ σπανιότητα τῆς γῆς ὄρη γεωργεῖν ἀναγκαζομένους,2 τοὺς δʼ ἠπειρώτας διʼ ἀφθονίαν τῆς χώρας τὴν μὲν πλείστην αὐτῆς ἀργὸν περιορῶντας, ἐξ ἧς δὲ καρποῦνται τοσοῦτον πλοῦτον κεκτημένους.

しかしながら、偶然によってではなく天性によって誇りを抱く者たちは、島嶼部の住民に貢納を課すことよりも、はるかにこのような事業に着手すべきである。その島民たちは土地の貧しさゆえに山地を耕作することを余儀なくされている一方で、大陸の人々は土地の豊饒さゆえにその大部分を未耕作のまま放置しているにもかかわらず、収穫を得ている部分からはこれほど莫大な富を所有しているのを思えば、憐れむべき対象である。

§133

ἡγοῦμαι δʼ, εἴ τινες ἄλλοθεν ἐπελθόντες θεαταὶ γένοιντο τῶν παρόντων πραγμάτων, πολλὴν ἂν αὐτοὺς καταγνῶναι μανίαν ἀμφοτέρων ἡμῶν, οἵ τινες οὕτω περὶ μικρῶν κινδυνεύομεν, ἐξὸν ἀδεῶς πολλὰ κεκτῆσθαι, καὶ τὴν ἡμετέραν αὐτῶν χώραν διαφθείρομεν, ἀμελήσαντες τὴν Ἀσίαν καρποῦσθαι.

私は思うのだが、もし他国から観察者たちがやって来て現在の情勢を目にしたなら、恐れることなく多くの富を獲得できるのに、かくも些細なことを巡って危険を冒し、アジアの富を享受することを怠って自らの国土を荒廃させている我ら双方の著しい狂気を宣告することであろう。

§134

καὶ τῷ μὲν οὐδὲν προὐργιαίτερόν ἐστιν ἢ σκοπεῖν ἐξ ὧν μηδέποτε παυσόμεθα πρὸς ἀλλήλους πολεμοῦντες· ἡμεῖς δὲ τοσούτου δέομεν συγκρούειν τι τῶν ἐκείνου πραγμάτων ἢ ποιεῖν στασιάζειν, ὥστε καὶ τὰς διὰ τύχην αὐτῷ γεγενημένας ταραχὰς συνδιαλύειν ἐπιχειροῦμεν, οἵ τινες καὶ τοῖν στρατοπέδοιν τοῖν περὶ Κύπρον ἐῶμεν αὐτὸν τῷ μὲν χρῆσθαι τὸ δὲ πολιορκεῖν, ἀμφοτέροιν αὐτοῖν τῆς Ἑλλάδος ὄντοιν.3

そしてあの大王にとっては、我らが互いに争うことを決してやめないように画策すること以上に重要な関心事はない。それに対して我らは、彼の国事を揺るがしたり内紛を引き起こしたりするどころか、彼に偶然生じた内乱をさえ調停してやる始末であり、キプロス周辺の二つの軍勢がともにギリシア人から構成されているにもかかわらず、彼が一方を自らの配下に用い、他方を包囲攻撃するのを許しているのである。

構文注3 件
  1. 131ἐξὸν αὐτοῖς τὰ πρὸς ἡμᾶς διαλυσαμένοις ἅπαντας τοὺς βαρβάρους περιοίκους ὅλης τῆς Ἑλλάδος καταστῆσαι

    ἐξόν は非人称動詞 ἔξεστι の非人称絶対対格(「〜することが可能であるのに」という譲歩的副詞節)。意味上の主語を表す与格 αὐτοῖς に分詞 διαλυσαμένοις が一致しており、目的語 ἅπαντας τοὺς βαρβάρους と述語 περιοίκους を従える不定詞 καταστῆσαι の主語的意味関係を担っている。

  2. 132ὁρῶντας τούτους μὲν διὰ σπανιότητα τῆς γῆς ὄρη γεωργεῖν ἀναγκαζομένους

    分詞 ὁρῶντας は直前の文頭の不定詞主語 τοὺς φύσει καὶ μὴ διὰ τύχην μέγα φρονοῦντας に対格で一致する形容詞的・理由的分詞句。中間に挿入された関係代名詞節 οὓς ἄξιόν ἐστιν ἐλεεῖν (「彼らは憐れむべき対象である」)を跨いで係っているため構文の把握に注意を要する。

  3. 134τοῖν στρατοπέδοιν τοῖν περὶ Κύπρον ... ἀμφοτέροιν αὐτοῖν τῆς Ἑλλάδος ὄντοιν

    双数形(dual)が用いられている箇所。τοῖν στρατοπέδοιν は ἐῶμεν αὐτὸν τῷ μὲν χρῆσθαι τὸ δὲ πολιορκεῖν の先行詞的属格で、文末の ἀμφοτέροιν αὐτοῖν τῆς Ἑλλάδος ὄντοιν は双数属格による絶対属格構文(「その双方がギリシアのものであるのに」という譲歩構文)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:124-134