← イソクラテス

民族祭典演説

§116-123

大王の平和による惨状とスパルタの裏切りへの批判

演説者は大王の平和とスパルタ覇権下における内紛・諸都市の隷属・ペルシア王の専横をかつてのアテナイ帝国の栄誉と対比し、イオニア人を異民族に売り渡したスパルタを弾劾してアテナイの指導権回復を訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§116

ἀντὶ δὲ τοῦ πρὸς ἑτέρους περὶ τῆς χώρας πολεμεῖν ἐντὸς τείχους οἱ πολῖται πρὸς ἀλλήλους μάχονται, πλείους δὲ πόλεις αἰχμάλωτοι γεγόνασιν ἢ πρὶν τὴν εἰρήνην ἡμᾶς ποιήσασθαι, διὰ δὲ τὴν πυκνότητα τῶν μεταβολῶν ἀθυμοτέρως διάγουσιν οἱ τὰς πόλεις οἰκοῦντες τῶν ταῖς φυγαῖς ἐζημιωμένων· οἱ μὲν γὰρ τὸ μέλλον δεδίασιν, οἱ δʼ ἀεὶ κατιέναι προσδοκῶσιν.1

国土をめぐって他国と戦う代わりに、市民たちは城壁の内側で互いに争っており、我らが講和を結ぶ前よりも多くの都市が捕囚の境遇に陥り、体制転換が頻発するせいで、都市に住まう人々は追放刑に処された人々よりも落胆して暮らしている。前者は未来を恐れ、後者は常に帰国を期待しているからである。

§117

τοσοῦτον δʼ ἀπέχουσι τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας, ὥσθʼ αἱ μὲν ὑπὸ τυράννοις εἰσί, τὰς δʼ ἁρμοσταὶ κατέχουσιν, ἔνιαι δʼ ἀνάστατοι γεγόνασι, τῶν δʼ οἱ βάρβαροι δεσπόται καθεστήκασιν· οὓς ἡμεῖς διαβῆναι τολμήσαντας εἰς τὴν Εὐρώπην καὶ μεῖζον ἢ προσῆκεν αὐτοῖς φρονήσαντας οὕτω διέθεμεν, ὥστε μὴ μόνον παύσασθαι στρατείας ἐφʼ ἡμᾶς ποιουμένους ἀλλὰ καὶ τὴν αὑτῶν χώραν ἀνέχεσθαι πορθουμένην, καὶ διακοσίαις καὶ χιλίαις ναυσὶ περιπλέοντας εἰς τοσαύτην ταπεινότητα κατεστήσαμεν, ὥστε μακρὸν πλοῖον ἐπὶ τάδε Φασήλιδος μὴ καθέλκειν, ἀλλʼ ἡσυχίαν ἄγειν καὶ τοὺς καιροὺς περιμένειν, ἀλλὰ μὴ τῇ παρούσῃ δυνάμει πιστεύειν.

彼らは自由と自立からあまりにも遠く離れているため、ある都市は僭主の支配下にあり、ある都市はスパルタの督政官が掌握し、ある都市は荒廃させられ、またある都市では異民族が主人となっている。かつて我らは、ヨーロッパへの渡海を敢えて企て、分不相応な高慢を抱いたこの異民族を次のように処遇したのである。すなわち、我らに向けた遠征を取りやめただけでなく、自らの領土が略奪されるのを甘受するほどにし、千二百隻の船で巡航していた彼らを、ファセリスのこちら側へは軍艦を進水させず、静観して時機の到来を待つばかりで、現有の戦力を頼みとしないほどの屈辱に追い込んだのである。

§119

καὶ ταῦθʼ ὅτι διὰ τὴν τῶν προγόνων τῶν ἡμετέρων ἀρετὴν οὕτως εἶχεν, αἱ τῆς πόλεως συμφοραὶ σαφῶς ἐπέδειξαν· ἅμα γὰρ ἡμεῖς τε τῆς ἀρχῆς ἀπεστερούμεθα καὶ τοῖς Ἕλλησιν ἀρχὴ τῶν κακῶν ἐγίγνετο.2 μετὰ γὰρ τὴν ἐν Ἑλλησπόντῳ γενομένην ἀτυχίαν ἑτέρων ἡγεμόνων καταστάντων ἐνίκησαν μὲν οἱ βάρβαροι ναυμαχοῦντες, ἦρξαν δὲ τῆς θαλάττης, κατέσχον δὲ τὰς πλείστας τῶν νήσων, ἀπέβησαν δʼ εἰς τὴν Λακωνικήν, Κύθηρα δὲ κατὰ κράτος εἷλον, ἅπασαν δὲ τὴν Πελοπόννησον κακῶς ποιοῦντες περιέπλευσαν.

そして、これらが我らの先祖の卓越性によるものであったことは、我が都市の不幸が明白に示した。我らが帝国を奪われると同時に、ギリシア人にとって災厄の始まりが生じたからである。実際、ヘレスポントスでの不運ののち、別の指導者が立つや、異民族は海戦で勝利して制海権を握り、大部分の島々を占領し、ラコニアに上陸してキュテラを力攻めで奪い、ペロポネソス全土に害を与えながら周航した。

§120

μάλιστα δʼ ἄν τις συνίδοι τὸ μέγεθος τῆς μεταβολῆς, εἰ παραναγνοίη τὰς συνθήκας τάς τʼ ἐφʼ ἡμῶν γενομένας καὶ τὰς νῦν ἀναγεγραμμένας. τότε μὲν γὰρ ἡμεῖς φανησόμεθα τὴν ἀρχὴν τὴν βασιλέως ὁρίζοντες καὶ τῶν φόρων ἐνίους τάττοντες καὶ κωλύοντες αὐτὸν τῇ θαλάττῃ χρῆσθαι· νῦν δʼ ἐκεῖνός ἐστιν ὁ διοικῶν τὰ τῶν Ἑλλήνων, καὶ προστάττων ἃ χρὴ ποιεῖν ἑκάστους, καὶ μόνον οὐκ ἐπιστάθμους ἐν ταῖς πόλεσι καθιστάς.

我らの時代に結ばれた条約と、現在書き記されている条約とを並べて読めば、その変動の大きさを最もよく理解できるであろう。当時は我らが大王の支配領域を画定し、その租税の一部を定め、彼が海を利用するのを阻止していたことが明らかとなるが、今やギリシア人の国事を指図し、各人がなすべきことを命令し、各都市に占領軍司令官を配置せんばかりなのは彼の方である。

§121

πλὴν γὰρ τούτου τί τῶν ἄλλων ὑπόλοιπόν ἐστιν; οὐ καὶ τοῦ πολέμου κύριος ἐγένετο, καὶ τὴν εἰρήνην ἐπρυτάνευσε, καὶ τῶν παρόντων πραγμάτων ἐπιστάτης καθέστηκεν; οὐχ ὡς ἐκεῖνον πλέομεν ὥσπερ πρὸς δεσπότην, ἀλλήλων κατηγορήσοντες; οὐ βασιλέα τὸν μέγαν αὐτὸν προσαγορεύομεν, ὥσπερ αἰχμάλωτοι γεγονότες; οὐκ ἐν τοῖς πολέμοις τοῖς πρὸς ἀλλήλους ἐν ἐκείνῳ τὰς ἐλπίδας ἔχομεν τῆς σωτηρίας, ὃς ἀμφοτέρους ἡμᾶς ἡδέως ἂν ἀπολέσειεν;

これを除けば、他の何が残されているというのか。彼は戦争の主導権を握り、講和を取り仕切り、現在の情勢の監視者となったのではないか。我らはまるで主人に対するかのように彼の許へ航海し、互いを告発し合っているのではないか。あたかも捕虜になったかのように、彼を大王と呼びならわしているのではないか。互いの戦争において、我ら双方を喜んで滅ぼすであろう男に、我らは身の安全の望みを託しているのではないか。

§122

ὧν ἄξιον ἐνθυμηθέντας3 ἀγανακτῆσαι μὲν ἐπὶ τοῖς παροῦσι, ποθέσαι δὲ τὴν ἡγεμονίαν τὴν ἡμετέραν, μέμψασθαι δὲ Λακεδαιμονίοις ὅτι τὴν μὲν ἀρχὴν εἰς τὸν πόλεμον κατέστησαν ὡς ἐλευθερώσοντες τοὺς Ἕλληνας, ἐπὶ δὲ τελευτῆς οὕτω πολλοὺς αὐτῶν ἐκδότους ἐποίησαν, καὶ τῆς μὲν ἡμετέρας πόλεως τοὺς Ἴωνας ἀπέστησαν, ἐξ ἧς ἀπῴκησαν καὶ διʼ ἣν πολλάκις ἐσώθησαν, τοῖς δὲ βαρβάροις αὐτοὺς ἐξέδοσαν, ὧν ἀκόντων τὴν χώραν ἔχουσι καὶ πρὸς οὓς οὐδὲ πώποτʼ ἐπαύσαντο πολεμοῦντες.

これらのことを心に留め、現状に憤慨し、我らの覇権を慕い、ラケダイモン人を非難するのは当然である。彼らは当初ギリシア人を解放するとして戦争に突入したのに、最後には彼らのうちこれほど多くを引き渡し、我が都市から植民し、我が都市によって幾度も救われてきたイオニア人を我が都市から離反させ、〔イオニア人が〕その意に反して土地を領有しており、相手取って戦うのを決してやめなかった異民族へと引き渡したのだから。

§123

καὶ τότε μὲν ἠγανάκτουν, ὅθʼ ἡμεῖς νομίμως ἐπάρχειν τινῶν ἠξιοῦμεν· νῦν δʼ εἰς τοιαύτην δουλείαν καθεστώτων οὐδὲν φροντίζουσιν αὐτῶν,4 οἷς οὐκ ἐξαρκεῖ δασμολογεῖσθαι καὶ τὰς ἀκροπόλεις ὁρᾶν ὑπὸ τῶν ἐχθρῶν κατεχομένας, ἀλλὰ πρὸς ταῖς κοιναῖς συμφοραῖς καὶ τοῖς σώμασι δεινότερα πάσχουσι τῶν παρʼ ἡμῖν ἀργυρωνήτων· οὐδεὶς γὰρ ἡμῶν οὕτως αἰκίζεται τοὺς οἰκέτας, ὡς ἐκεῖνοι τοὺς ἐλευθέρους κολάζουσιν.

かつて我らが法に基づいて一部の者を統治することを当然としたときには彼らは憤慨していた。だが今や、人々がこのような隷属状態に陥っているのに、彼らは何らの関心も払っていない。その人々にとっては、租税を課されアクロポリスが敵に占領されるのを見るだけでは済まず、共通の災難に加えて、我らのもとの金で買われた奴隷たちよりも過酷な苦痛をその身に受けているのである。我らの誰も自らの家内奴隷をこれほど虐待することはないのに、彼らは自由人をそのように懲罰しているのだから。

構文注4 件
  1. 116οἱ μὲν γὰρ τὸ μέλλον δεδίασιν, οἱ δʼ ἀεὶ κατιέναι προσδοκῶσιν

    前文の比較構文「ἀθυμοτέρως διάγουσιν οἱ τὰς πόλεις οἰκοῦντες τῶν ταῖς φυγαῖς ἐζημιωμένων(都市の居住者たちは追放者たちよりも落胆して暮らしている)」を受け、対比詞「οἱ μέν ... οἱ δέ」の指示対象を整理する箇所。文脈上、「οἱ μέν」は前者の「都市の居住者(体制転換の激化により将来の災禍を恐れる者)」を指し、「οἱ δέ」は後者の「追放刑に処された人々(常に祖国への帰還=κατιέναιを期する亡命者)」を指す。

  2. 119ἅμα γὰρ ἡμεῖς τε τῆς ἀρχῆς ἀπεστερούμεθα καὶ τοῖς Ἕλλησιν ἀρχὴ τῶν κακῶν ἐγίγνετο

    「ἅμα ... τε ... καί ...」の相関構文で、「我らが帝国(ἀρχή)を奪われると同時に、ギリシア人にとっては災厄の端緒(ἀρχή)が生じた」という二つの事象の同時性を表す。同音異義的な「ἀρχή」(支配権・帝国/始まり・端緒)の語の重複(修辞的掛詞・パロノマシア)により、主節と従属的要素の因果・時間的緊密性が強調されている。

  3. 122ὧν ἄξιον ἐνθυμηθέντας

    非人称表現「ἄξιον [ἐστί](〜するのがふさわしい)」に後続の不定詞群(ἀγανακτῆσαι, ποθέσαι, μέμψασθαι)が続き、その意味上の主語として対格分詞「ἐνθυμηθέντας」が置かれている。関係代名詞「ὧν」は接続的関係詞として前段までの諸事実を受け、「ἐνθυμηθέντας」が支配する属格補語として機能している。

  4. 123καθεστώτων οὐδὲν φροντίζουσιν αὐτῶν

    「καθεστώτων」は主語を明示しない属格独立構文(「彼らがこのような隷属状態に陥ったのに」)と取ることも可能であるが、離隔(ハイパーバトン)によって後置された代名詞「αὐτῶν」(「φροντίζουσιν」の属格補語)に一致する限定的一致(「このような隷属状態に陥った彼らを」)として解するのが自然である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0010.tlg011.humanitext-grc2:116-123