← プルタルコス

ブルトゥス伝

§53.1-53.7

勝者による遺骸への礼遇とポルキアの死

メッサラがストラトンをカエサルに引き合わせ、カエサルやアントニウスによるブルートゥス陣営への処遇と、妻ポルキアの死をめぐる記録と異説が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§53.1

τοῦτον δὲ τὸν Στράτωνα Μεσσάλας ἑταῖρος ὢν Βρούτῳ Καίσαρι διαλλαγεὶς ἐπὶ σχολῆς ποτε προσήγαγε, καὶ δακρύσας εἶπεν· οὗτός ἐστιν, ὦ Καῖσαρ, ὁ ἀνήρ, ὁ τῷ ἐμῷ Βρούτῳ τὴν τελευταίαν ὑπουργήσας χάριν.

そしてブルートゥスの同志であったメッサラは、カエサルと和解したのち、あるとき暇な折にこのストラトンを引き合わせて、涙を流しながら言った。 「カエサルよ、私のブルートゥスに最後の恩義を尽くしたのは、この男です」

§53.2

ἀποδεξάμενος οὖν ὁ Καῖσαρ ἔσχεν αὐτὸν ἔν τε τοῖς πόνοις καὶ ἐν τοῖς περὶ Ἄκτιον ἀγῶσιν ἕνα τῶν περὶ αὐτὸν ἀγαθῶν γενομένων Ἑλλήνων.

そこでカエサルは彼を受け入れ、労苦においてもアクティウムを巡る戦いにおいても、自分の身辺に仕えた優れたギリシア人の一人として彼を手元に留めた。

§53.3

αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος ὅτι, καίπερ ἐν Φιλίπποις πολεμιώτατος αὐτοῖς γενόμενος διὰ Βροῦτον, ἐν Ἀκτίῳ προθυμότατον ἑαυτὸν παρέσχεν, ἐγώ τοι, φάναι,1 ὦ Καῖσαρ, ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην.2 τὸν δὲ Βροῦτον ὁ Ἀντώνιος ἀνευρὼν τεθνηκότα τὸ μὲν σῶμα τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιβαλεῖν ἐκέλευσεν, ὕστερον δὲ τὴν φοινικίδα κεκλεμμένην αἰσθόμενος ἀπέκτεινε τὸν ὑφελόμενον. τὰ δὲ λείψανα πρὸς τὴν μητέρα τοῦ Βρούτου Σερβιλίαν ἀπέπεμψε.

またメッサラ自身についても、後にカエサルから、ピリッピにおいてはブルートゥスのゆえに彼らにとって最大の敵となったにもかかわらず、アクティウムでは極めて忠誠を尽くしたと賞賛された際、次のように語ったと伝えられている。 「カエサルよ、私は実に、常により優れ、より正義にかなう名誉と陣営の側に立ってきたのです」一方アントニウスは、息絶えたブルートゥスを見出すと、その遺体を自らの最も高価な緋色の外套で包むよう命じたが、のちにその外套が盗まれたことを知ると、盗み取った者を処刑した。そして遺骨はブルートゥスの母セルウィリアのもとへ送り返した。

§53.5

Πορκίαν δὲ τὴν Βρούτου γυναῖκα Νικόλαος ὁ φιλόσοφος ἱστορεῖ καὶ Οὐαλέριος Μάξιμος βουλομένην ἀποθανεῖν, ὡς οὐδεὶς ἐπέτρεπε τῶν φίλων, ἀλλὰ προσέκειντο καὶ παρεφύλαττον, ἐκ τοῦ πυρὸς ἀναρπάσασαν ἄνθρακας καταπιεῖν καὶ τὸ στόμα συγκλείσασαν καὶ μύσασαν οὕτω διαφθαρῆναι.

またブルートゥスの妻ポルキアについて、哲学者ニコラオスとウァレリウス・マクシムスが伝えているところによれば、彼女は死を望んでいたものの、友人たちの誰も許さず、むしろ彼女の傍らに詰めて監視していたため、炉の火から炭火をもぎ取って飲み込み、口を閉じて固くつぐみ、そうして命を絶ったという。

§53.6

καίτοι φέρεταί τις ἐπιστολὴ Βρούτου πρὸς τοὺς φίλους ἐγκαλοῦντος αὐτοῖς καὶ ὀλοφυρομένου περὶ τῆς Πορκίας, ὡς ἀμεληθείσης ὑπʼ αὐτῶν καὶ προελομένης διὰ νόσον καταλιπεῖν τὸν βίον.3

もっとも、ブルートゥスが友人たちを非難し、ポルキアについて嘆き悲しんでいる書簡が一通伝わっており、それによれば彼女は彼らに見捨てられ、病のために自ら生を棄てることを選んだのだという。

§53.7

ἔοικεν οὖν ὁ Νικόλαος ἠγνοηκέναι τὸν χρόνον, ἐπεὶ τό γε πάθος καὶ τὸν ἔρωτα τῆς γυναικὸς καὶ τὸν τρόπον τῆς τελευτῆς ὑπονοῆσαι δίδωσι καὶ τὸ ἐπιστόλιον, εἴπερ ἄρα τῶν γνησίων ἐστίν.

したがってニコラオスは時期を取り違えたように思われる。というのも、その小書簡もまた、もし真作であるならば、少なくともその女性の激情と愛、そして死の様子を推察させてくれるからである。

構文注3 件
  1. 53.2αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος ... φάναι

    主動詞 λέγουσιν に対する対格不定詞構文(主語対格 αὐτὸν τὸν Μεσσάλαν、不定詞 φάναι)である。被修飾語である対格と不定詞の間に、受動分詞 ἐπαινούμενον とその内容・原因を示す ὅτι 節が長大に挟み込まれる離隔構文(hyperbaton)を形成している。

  2. 53.3ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην

    動詞 γίγνομαι が属格補語(τῆς βελτίονος... μερίδος)を取る構文。「〜の側に属する」「〜の陣営に身を置く」という所有・所属を表す叙述的属格として機能している。

  3. 53.6ὡς ἀμεληθείσης ὑπʼ αὐτῶν καὶ προελομένης διὰ νόσον καταλιπεῖν τὸν βίον

    接続詞 ὡς を伴う属格絶対構文。客観的事実として述べるのではなく、手紙の中でブルートゥスが申し立てている理由・認識(主観的理由)であることを明示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:53.1-53.7