- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:52.1-52.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ブルートゥスは側近たちに自刃の介錯を拒絶された後、友らの忠節を称えつつ徳による真の勝利を確信し、従者ストラトンの助けを得て自らの命を絶つ。
προϊούσης δὲ τῆς νυκτός ἀποκλίνας, ὡς ἔτυχε καθεζόμενος, πρὸς οἰκέτην ἑαυτοῦ Κλεῖτον ἐλάλει. σιωπῶντος δὲ τοῦ Κλείτου καὶ δακρύοντος, αὖθις ἐπισπασάμενος τὸν ὑπασπιστὴν Δάρδανον ἰδίᾳ τινὰς αὐτῷ προσέφερε λόγους.
夜が更けていく中、彼は腰を下ろしていた姿勢のまま身を傾け、自らの召使いクレイトスに語りかけた。クレイトスが沈黙して涙を流していたため、今度は護衛兵のダルダヌスを引き寄せて、密かに二、三の言葉をかけた。
τέλος δὲ τὸν Βολούμνιον αὐτὸν Ἑλληνιστὶ τῶν λόγων καὶ τῆς ἀσκήσεως ὑπεμίμνῃσκε· καὶ παρεκάλει τῇ χειρὶ συνεφάψασθαι τοῦ ξίφους αὐτῷ καὶ συνεπερεῖσαι τὴν πληγήν.
最後に、ヴォルムニウス自身に対してギリシア語で彼らの学問と修養の思い出を喚起させ、剣を自分とともに手で握り、刃を突き立てるのを助けてほしいと懇願した。
τοῦ δὲ Βολουμνίου διωσαμένου καὶ τῶν ἄλλων ὁμοίως ἐχόντων, εἰπόντος δέ τινος ὡς δεῖ μὴ μένειν, ἀλλὰ φεύγειν, ἐξαναστὰς, πάνυ μὲν οὖν, ἔφη, φευκτέον· ἀλλʼ οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν.1
しかしヴォルムニウスがそれを拒絶し、他の者たちも同じような態度をとり、ある者がここに留まるべきではなく逃げるべきだと言ったところ、ブルートゥスは立ち上がって、「まさにその通りだ」と言った。 「逃げねばならぬ。だが足によってではなく、手によってだ」
ἐμβαλὼν δὲ τὴν δεξιὰν ἑκάστῳ μάλα φαιδρός ἥδεσθαι μὲν ἔφη μεγάλην ἡδονήν ὅτι τῶν φίλων αὐτὸν οὐδεὶς ἐψεύσατο, τῇ τύχῃ δʼ ἐγκαλεῖν ὑπὲρ τῆς πατρίδος·
そして極めて晴れやかな顔で一人ひとりに右手を差し伸べ、友人たちの誰一人として自分を裏切らなかったことに大きな歓喜を覚えているが、祖国のために運命を責めると言った。
ἑαυτὸν δὲ τῶν νενικηκότων μακαριώτερον νομίζειν, οὐκ ἐχθὲς οὐδὲ πρώην μόνον, ἀλλὰ καὶ νῦν, ἀπολείποντα δόξαν ἀρετῆς, ἣν οὔτε ὅπλοις οὔτε χρήμασιν ἀπολείψουσιν οἱ κεκρατηκότες, ὡς μὴ δοκεῖν ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι.2
また自分は、昨日や一昨日だけでなく今この時も、勝利者たちよりも幸福であると考えている、なぜなら自分は徳の名声を遺すが、勝者たちは武力によっても財力によってもそれを遺すことはできず、不正な者たちが正しい人々を、邪悪な者たちが善良な人々を滅ぼして不当に支配していると見なされないようにはできないからである、と語った。
δεηθεὶς δὲ καὶ παρακαλέσας σῴζειν ἑαυτούς ἀνεχώρησεν ἀπωτέρω μετὰ δυεῖν ἢ τριῶν, ἐν οἷς ἦν καὶ Στράτων ὁ ἀπὸ λόγων ῥητορικῶν γεγονὼς αὐτῷ συνήθης.
そして、各々身を救うよう頼みかつ勧めると、弁論術の学問を通じて彼と親しくなっていたストラトンを含む二、三名とともに、さらに離れた場所へと退いた。
καὶ τοῦτον ἔγγιστα παραστησάμενος ἑαυτῷ καὶ τὸ ξίφος γυμνὸν ἐπὶ τῆς λαβῆς ταῖς χερσὶν ἀμφοτέραις ἐρείσας καὶ περιπεσών ἐτελεύτησεν.
そしてこのストラトンを自らのすぐ傍らに立たせ、抜いた剣の柄を両手でしっかりと固定してその上に倒れ込み、命を絶った。
οἱ δέ φασιν οὐκ αὐτὸν, ἀλλὰ τὸν Στράτωνα, πολλὰ πάνυ τοῦ Βρούτου δεηθέντος, ἀποστρέψαντα τὴν ὄψιν ὑποστῆσαι τὸ ξίφος· ἐκεῖνον δὲ ῥύμῃ προσβαλόντα τὸ στέρνον καὶ διώσαντα συντόμως ἀποθανεῖν.
しかしある人々が言うには、自らではなくストラトンが、ブルートゥスの強い懇願を受けて顔を背けながら剣を構え、ブルートゥスが勢いをつけて胸を打ち当てて突き通し、即座に息を引き取ったのだという。
- 52.3φευκτέον· ἀλλʼ οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν
φευκτέον は自動詞 φεύγω の非人称動形容詞構文で、「逃げるべきである(δεῖ φεύγειν)」の意味を表す。直前の εἰπόντος δέ τινος ὡς δεῖ μὴ μένειν, ἀλλὰ φεύγειν(誰かが留まるべきではなく逃げるべきだと言ったこと)を受けて同じ動詞を反復しつつ、διὰ τῶν ποδῶν(足による逃走=敵からの逃避)と διὰ τῶν χειρῶν(手による逃走=自決による生からの離脱)という対比的な手段の句を補うことで、言葉の含意を逆転させている。
- 52.5ὡς μὴ δοκεῖν ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι
結果節を導く ὡς + 不定詞(μὴ δοκεῖν)構文で、「〜と見なされないようには(決して遺せない)」の意。先行する関係節 ἣν οὔτε ὅπλοις οὔτε χρήμασιν ἀπολείψουσιν οἱ κεκρατηκότες(勝者たちが武力によっても富によっても遺すことのできない名声)を受けて、その結果の度合いを説明している。さらに ὅτι 節内に否定詞 οὐ(οὐ προσηκόντως ἄρχουσι)が含まれており、二重否定的に「不当に支配していると見なされないようには(名声を遺せない)」、すなわち「正当ならざる支配者としての悪評を免れることは到底できない」という意味論的帰結を構成する。
