- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:29.1-29.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ブルートゥスとカッシウスの人柄や世評の違い、そして過去の権力者たちと一線を画すブルートゥスの高潔な志操と確信が語られる。
ἐβούλετο μὲν οὖν ἴσον ἔχειν τιμῆς καὶ παρέχειν ὁ Κάσσιος, ἔφθανε δʼ ὁ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν1 ἡλικίᾳ τε προὔχοντα καὶ σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον.2
カッシウスは同等の栄誉を保持し、かつ与えたいと望んでいたが、ブルートゥスは自ら進んで彼のもとを頻繁に訪ねた。カッシウスが年長であり、同じようには労苦に耐えられない肉体を有していたからである。
ἦν δὲ δόξα Κάσσιον μὲν εἶναι δεινὸν ἐν τοῖς πολεμικοῖς, ὀργῇ δὲ τραχὺν καὶ φόβῳ μᾶλλον ἄρχοντα, πρὸς δὲ τοὺς συνήθεις ὑγρότερον τῷ γελοίῳ καὶ φιλοσκώπτην·
世評によれば、カッシウスは軍事には優れていたが、気性が荒く、むしろ恐怖によって支配し、親しい間柄では冗談を過度に好み嘲笑を好むとされていた。
Βροῦτον δὲ λέγουσι διʼ ἀρετὴν φιλεῖσθαι μὲν ὑπὸ τῶν πολλῶν, ἐρᾶσθαι δʼ ὑπὸ τῶν φίλων, θαυμάζεσθαι δʼ ὑπὸ τῶν ἀρίστων, μισεῖσθαι δὲ μηδʼ ὑπὸ τῶν πολεμίων, ὅτι πρᾷος ὁ ἀνὴρ διαφερόντως καὶ μεγαλόφρων καὶ πρὸς πᾶσαν ὀργὴν καὶ ἡδονὴν καὶ πλεονεξίαν ἀπαθής, ὄρθιον δὲ τὴν γνώμην καὶ ἄκαμπτον ἑστῶσαν ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου διαφυλάττων.
これに対してブルートゥスは、その徳ゆえに民衆からは愛され、友人たちからは熱愛され、最善の人士からは敬慕され、敵たちからさえ憎まれなかったと言われている。なぜなら、この男は際立って穏やかで気骨があり、いかなる怒り、快楽、強欲にも動かされず、美にして正しきことのために直立不動の意志を固持していたからである。
καὶ μέγιστον ὑπῆρχεν αὐτῷ πρὸς εὔνοιαν καὶ δόξαν ἡ τῆς προαιρέσεως πίστις. οὔτε γὰρ ἐκεῖνος ὁ μέγας Πομπήϊος, εἰ Καίσαρα καθεῖλεν, ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν,3 ἀλλʼ ἀεὶ τὰ πράγματα καθέξειν, ὑπατείας ὀνόματι καὶ δικτατορίας ἤ τινος ἄλλης μαλακωτέρας ἀρχῆς παραμυθούμενος τὸν δῆμον·
そして彼にとって好意と名声を得る最大の拠り所となったのは、その志操への信頼であった。かの偉大なるポンペイウスでさえ、もしカエサルを倒したとしても、法律に権力を確実に委ねることはなく、執政官や独裁官、あるいは他のより穏やかな官職の名のもとに民衆を慰撫しつつ、常に国家の実権を握り続けるだろうと予想されていたからである。
Κάσσιόν δὲ τοῦτον, σφοδρὸν ἄνδρα καὶ θυμοειδῆ καὶ πολλαχοῦ πρὸς τὸ κερδαλέον ἐκφερόμενον τοῦ δικαίου, παντὸς μᾶλλον ᾤοντο πολεμεῖν καὶ πλανᾶσθαι καὶ κινδυνεύειν αὑτῷ τινα δυναστείαν κατασκευαζόμενον, οὐκ ἐλευθερίαν τοῖς πολίταις.
また、このカッシウスについても、激情的で気性の激しい人物であり、多くの点で正義を離れて利得に流されることがあったため、間違いなく自分自身のために何らかの覇権を築こうとして戦争を行い、流浪し、危険を冒しているのであって、市民たちのための自由を求めているのではないと思われていた。
τὰ μὲν γὰρ ἔτι τούτων πρεσβύτερα, Κίνναι καὶ Μάριοι καὶ Κάρβωνες, ἆθλον ἐν μέσῳ καὶ λείαν προθέμενοι τὴν πατρίδα, μονονουχὶ ῥητῶς ὑπὲρ τυραννίδος ἐπολέμησαν.
というのも、これらよりもさらに古い時代の人々、すなわちキンナたち、マリウスたち、カルボたちは、祖国を中間に置かれた賞品や獲物とし、ほとんどあからさまに専制支配のために戦ったからである。
Βρούτῳ δὲ λέγουσι μηδὲ τοὺς ἐχθροὺς προσβάλλειν τοιαύτην διαβολήν, ἀλλʼ Ἀντωνίου γε καὶ πολλοὺς ἀκοῦσαι λέγοντος ὡς μόνον οἴοιτο Βροῦτον ἐπιθέσθαι Καίσαρι προαχθέντα τῇ λαμπρότητι καὶ τῷ φαινομένῳ καλῷ τῆς πράξεως, τοὺς δʼ ἄλλους ἐπὶ τὸν ἄνδρα συστῆναι μισοῦντας καὶ φθονοῦντας.
しかしブルートゥスに対しては、敵でさえそのような非難を浴びせかけることはなかったと言われている。それどころか、ブルートゥスだけが、その行為の輝かしさと一見した美しさに促されてカエサルに襲いかかったのであり、他の者たちは彼を憎み嫉妬して結託したのだと考えているとアントニウス自身が語るのを、多くの者が聞いたという。
ὅθεν Βροῦτος οὐ τῇ δυνάμει τοσοῦτον ὅσον τῇ ἀρετῇ δῆλός ἐστιν ἐξ ὧν γράφει πεποιθώς.4
それゆえにブルートゥスは、その書簡から明らかなように、軍事力以上に自らの徳を信憑していた。
γράφει δὲ πρὸς Ἀττικόν ἤδη τῷ κινδύνῳ πλησιάζων ἐν τῷ καλλίστῳ τῆς τύχης εἶναι τὰ καθʼ αὑτόν ἢ γὰρ νικήσας ἐλευθερώσειν τὸν Ῥωμαίων δῆμον ἢ δουλείας ἀποθανὼν ἀπαλλαγήσεσθαι· καὶ τῶν ἄλλων ἀσφαλῶς αὐτοῖς καὶ βεβαίως ἐχόντων ἓν ἄδηλον εἶναι, πότερον βιώσονται μετʼ ἐλευθερίας ἢ τεθνήξονται.
彼はすでに危険が迫りつつあった頃、アッティクスに宛てて、自らの情勢は運命の最善の状態にあると書き送っている。なぜなら、勝てばローマの人民を解放し、死ねば隷属から免れるからである。そして、他の事柄が自分たちにとって安全かつ確固としている中で、ただ一つ不明なのは、自由のうちに生き長らえるか、それとも死ぬかということだけである、と。
Μᾶρκον δʼ Ἀντώνιον ἀξίαν φησὶ τῆς ἀνοίας διδόναι δίκην, ὃς ἐν Βρούτοις καὶ Κασσίοις καὶ Κάτωσι συναριθμεῖσθαι δυνάμενος προσθήκην ἑαυτὸν Ὀκταβίῳ δέδωκε·
またマルクス・アントニウスについて、彼は愚行に見合った報いを受けていると述べている。なぜなら、ブルートゥスたちやカッシウスたちやカトーたちと同列に数えられる立場にありながら、オクタウィウスの従属物へと身を落としたからである。
κἂν μὴ νῦν ἡττηθῇ μετʼ ἐκείνου, μικρὸν ὕστερον ἐκείνῳ μαχεῖται. ταῦτα μὲν οὖν ἀποθεσπίσαι καλῶς πρὸς τὸ μέλλον ἔοικεν.
そして、もし彼が今オクタウィウスと共に敗れなければ、少し後にオクタウィウスと戦うことになるだろう、と。これらは実に、将来を見事に予言していたように思われる。
- 29.1ἔφθανε δʼ ὁ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν
動詞 ἔφθανε(φθάνω「先んじる」の未完了過去)に分詞 φοιτῶν が後続する構文で、「先んじて〜する、進んで〜する」の意。文脈上、カッシウス側も対等を期していたが、ブルートゥスの方から相手を立てて頻繁に訪ねていた行動習慣を示す。
- 29.1σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον
χρώμενον はカッシウスを指す前置の αὐτόν に一致する対格分詞で、与格名詞句 σώματι... δυναμένῳ を目的語に取り、「〜な肉体を持ち合わせていた」の意(χράομαι の身体的・状況的属性を表す用法)。
- 29.4ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν
οὔτε... ὁ μέγας Πομπήϊος... ἠλπίζετο... προήσεσθαι という人称受動構文(対格不定詞構文の非人称形 οὐκ ἠλπίζετο Πομπήϊον προήσεσθαι に代わるもの)。意味上は「偉大なるポンペイウスが権力を法律に委ねるとは期待されていなかった」となる。
- 29.8δῆλός ἐστιν ἐξ ὧν γράφει πεποιθώς
δῆλός ἐστι(述語形容詞)が分詞 πεποιθώς を伴う人称構文(δῆλόν ἐστιν ὅτι πέποιθε に相当)。「彼が〜を信憑していたことは、彼の書いていることから明らかである」の意。
