← プルタルコス

ブルトゥス伝

§28.1-28.7

アシア渡航とスミュルナでのカッシウスとの合流

ブルートゥスはガイウス・アントニウスを処刑させてアシアへ軍を進め、イタリア救援という大義を掲げてカッシウスを呼び戻し、スミュルナで強大な軍勢とともに再会を果たす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28.1

τούτων οὖν εἰς Μακεδονίαν ἀπαγγελθέντων ἐκβιασθεὶς ὁ Βροῦτος ἔγραψεν Ὁρτησίῳ κτεῖναι Γάϊον Ἀντώνιον, ὡς δὴ Βρούτῳ τε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι.1 διὰ ταῦθʼ ὕστερον Ἀντώνιος Ὁρτήσιον ἐν Φιλίπποις λαβὼν τῷ μνήματι τοῦ ἀδελφοῦ προσέσφαξε.

これらがマケドニアに報じられると、ブルートゥスは強い圧力を受け、オルテンシウスに対してガイウス・アントニウスを処刑するよう書き送った。ブルートゥスとキケローの仇を討つという名目であり、一方は友であり、他方は血統による親族でもあったからである。この理由から、後にアントニウスはフィリッピでオルテンシウスを捕らえた際、自らの兄弟の墓の上で彼を切り殺した。

§28.2

Βροῦτος δὲ τῆς Κικέρωνος τελευτῆς τῇ αἰτίᾳ φησὶν αἰσχύνεσθαι μᾶλλον ἢ τῷ πάθει συναλγεῖν, ἐγκαλεῖν δὲ τοῖς ἐπὶ Ῥώμης φίλοις· δουλεύειν γὰρ αὑτῶν αἰτίᾳ μᾶλλον ἢ τῶν τυραννούντων, καὶ καρτερεῖν ὁρῶντας καὶ παρόντας ἃ μηδʼ ἀκούειν αὐτοῖς ἀνεκτὸν ἦν.

しかしブルートゥスは、キケローの死についてはその境遇を共に悲しむことよりも、その原因を恥じていると言い、ローマにいる友人たちを非難した。なぜなら、専制者たちによるよりもむしろ自分たち自身の原因によって隷属しており、耳にすることさえ耐え難いような事態を、自ら見つめ居合わせながら甘受しているからだ、というのであった。

§28.3

περαιώσας δὲ τὸν στρατὸν εἰς Ἀσίαν ἤδη λαμπρὸν ὄντα, ναυτικὸν μὲν ἐξηρτύετο στόλον ἐν Βιθυνίᾳ καὶ περὶ Κύζικον, πεζῇ δʼ αὐτὸς ἐπιὼν καθίστατο τὰς πόλεις καὶ τοῖς δυνάσταις ἐχρημάτιζε, καὶ πρὸς Κάσσιον ἔπεμπεν εἰς Συρίαν ἀπʼ Αἰγύπτου μετακαλῶν·

ブルートゥスはすでに輝かしい陣容となっていた軍勢をアシアへと渡航させ、ビテュニアおよびキュジコス周辺で海軍の艦隊を艤装する一方、自身は陸路を巡って都市を整え、各地の君主たちと政務の折衝を行い、シリアにいるカッシウスへ使者を送って彼をエジプトから呼び戻した。

§28.4

οὐ γὰρ ἀρχὴν κτωμένους αὐτοῦς, ἀλλʼ ἐλευθεροῦντας τὴν πατρίδα τὴν δύναμιν, ᾗ καταλύσουσι τοὺς τυράννους, συνάγοντας πλανᾶσθαι·2

自分たちが各地を巡っているのは、自らのために支配権を獲得するためではなく、祖国を解放し、僭主たちを打倒するための戦力を集結するためだからである。

§28.5

δεῖν οὖν μεμνημένους καὶ φυλάττοντας τὴν ὑπόθεσιν μὴ μακρὰν ἀπηρτῆσθαι τῆς Ἰταλίας, ἀλλʼ ἐκεῖσε σπεύδειν καὶ βοηθεῖν τοῖς πολίταις.

それゆえ、その目的を心に留めて堅持し、イタリアから遠く離れすぎることなく、むしろそこへ急ぎ、市民たちを救援すべきであるというのであった。

§28.6

ὑπακούσαντος δὲ τοῦ Κασσίου καὶ καταβαίνοντος ἀπήντα καὶ περὶ Σμύρναν ἀλλήλοις ἐνετύγχανον ἀφʼ οὗ πρῶτον ἐν Πειραιεῖ χωρισθέντες ὥρμησαν ὁ μὲν εἰς Συρίαν, ὁ δὲ εἰς Μακεδονίαν.

カッシウスがこれに応じて下ってくると、ブルートゥスは出迎え、二人はペイライエウスで最初に別れて一方がシリアへ、他方がマケドニアへと出立して以来、初めてスミュルナ付近で合流した。

§28.7

ἦν οὖν ἡδονή τε μεγάλη καὶ θάρσος αὐτοῖς ἐκ τῆς παρούσης ἑκατέρῳ δυνάμεως. ὁρμήσαντες γὰρ ἐκ τῆς Ἰταλίας ὅμοια φυγάδων τοῖς ἀτιμοτάτοις3 ἀχρήματοι καὶ ἄνοπλοι, μὴ ναῦν ἑνήρη, μὴ στρατιώτην ἕνα, μὴ πόλιν ἔχοντες, οὐ πολλοῦ πάνυ χρόνου διαγενομένου συνῆλθον εἰς ταὐτό καὶ ναυσὶ καὶ πεζῷ καὶ ἵπποις καὶ χρήμασιν ἀξιόμαχοι διαγωνίσασθαι περὶ τῆς Ῥωμαίων ἡγεμονίας ὄντες.

そこで、彼らは各自の手にある現在の戦力を前にして、大きな喜びと勇気を得た。というのも、イタリアから出立した際には、最も不名誉な追放者たちのように無一文かつ無武装で、一艘の単段櫂船も、一人の兵士も、一つの都市も持たなかったのに、それほど長い時も経ないうちに合流し、船においても歩兵においても騎兵においても資金においても、ローマ人の覇権を巡って争うに足る戦力を備えていたからである。

構文注3 件
  1. 28.1ὡς δὴ Βρούτῳ τε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι

    接続詞 ὡς に現在分詞 τιμωρῶν(与格をとって「〜の復仇をする」)が結びつき、行動の主観的・表面的な名目を示している。ここでの「ブルートゥス」は暗殺されたデキムス・ブルートゥスを指し、後続の τῷ μὲν(キケロー:親友)と τῷ δὲ(デキムス:血縁者)が対比されている。

  2. 28.4οὐ γὰρ ἀρχὴν κτωμένους αὐτοῦς, ἀλλʼ ἐλευθεροῦντας τὴν πατρίδα τὴν δύναμιν, ᾗκαταλύσουσι τοὺς τυράννους, συνάγοντας πλανᾶσθαι

    直前の ἔπεμπεν ... μετακαλῶν に含まれる伝達のニュアンスに導かれた間接話法構文。主語は対格 αὐτούς、不定詞は πλανᾶσθαι。現在分詞 κτωμένους(否定詞 οὐ が係る)と対比される ἀλλʼ ἐλευθεροῦντας ... συνάγοντας は、いずれも意味上の主語 αὐτούς に一致する対格複数現在分詞。

  3. 28.7ὅμοια φυγάδων τοῖς ἀτιμοτάτοις

    ὅμοια が与格名詞(τοῖς ἀτιμοτάτοις)を伴って「〜と同様に」という副詞的対格として機能し、さらに属格 φυγάδων が最上級 τοῖς ἀτιμοτάτοις に係る部分属格として組み合わさっている(「追放者たちのうちで最も不名誉な者たちと同じように」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:28.1-28.7