- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:24.1-24.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
出航前の月食を予言者ミルタスが僭主権力の凋落と解釈して兵士を安心させる一方、蜂の群れからディオンの短い栄華を内密に予言し、ディオニュシオス側にも没落を示す怪異な前兆が相次ぐ。
μετὰ δὲ τὰς σπονδὰς καὶ τὰς νενομισμένας κατευχὰς ἐξέλιπεν ἡ σελήνη, καὶ τοῖς μὲν περὶ τὸν Δίωνα θαυμαστὸν οὐδὲν ἦν λογιζομένοις τὰς ἐκλειπτικὰς περιόδους καὶ τὴν γινομένην τοῦ σκιάσματος ἀπάντησιν πρὸς τὴν σελήνην καὶ τῆς γῆς τὴν ἀντίφραξιν πρὸς τὸν ἥλιον.
献酒と慣例の祈祷ののち、月食が起こった。天体の食の周期や、影が月に重なること、地球が太陽を遮ることを計算していたディオンの一行にとっては、何ら不思議なことではなかった。
ἐπεὶ δὲ τοῖς στρατιώταις διαταραχθεῖσιν ἔδει τινὸς παρηγορίας, Μιλτᾶς ὁ μάντις ἐν μέσῳ καταστὰς ἐκέλευε θαρρεῖν αὐτοὺς καὶ προσδοκᾶν τὰ κράτιστα· σημαίνειν γὰρ τὸ δαιμόνιον ἔκλειψίν τινος τῶν νῦν ἐπιφανῶν· ἐπιφανέστερον δὲ μηδὲν εἶναι τῆς Διονυσίου τυραννίδος, ἧς τὸ λαμπρὸν ἀποσβέσειν ἐκείνους εὐθὺς ἁψαμένους Σικελίας.1
しかし、動揺した兵士たちが何らかの慰めを必要としていたため、予言者ミルタスが中央に進み出て、彼らに勇気を持ち、最善の結果を期待するよう命じた。神意は、今をときめく著名な者の誰かの失墜を示している、そしてディオニュシオスの僭主権力以上に輝かしいものはなく、彼らがシケリアに上陸するや否や、その輝きを消し去るはずだ、というのである。
τοῦτο μὲν οὖν ὁ Μιλτᾶς εἰς μέσον ἐξέθηκε πᾶσι τὸ δὲ τῶν μελισσῶν,2 αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίᾳ πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δʼ ὀλίγον ἀνθήσασαι μαρανθῶσι.
ミルタスは皆の前ではこの見解を公にしたが、ディオンの船の船尾あたりに群がっているのが見られた蜂の件については、密かにディオンとその友人たちに対し、彼の業績は輝かしいものとなるだろうが、わずかな期間咲き誇ったのちに萎れてしまうのではないかと恐れている、と告げた。
λέγεται δὲ καὶ τῷ Διονυσίῳ πολλὰ τερατώδη παρὰ τοῦ δαιμονίου γενέσθαι σημεῖα.
またディオニュシオス側にも、神から多くの不吉な前兆が現れたと言われている。
ἀετὸς μὲν γὰρ ἁρπάσας δοράτιόν τινος τῶν δορυφόρων ἀράμενος ὑψοῦ καὶ φέρων ἀφῆκεν εἰς τὸν βυθόν·
一羽の鷲が護衛兵のひとりの槍を奪い去り、高く舞い上がって運んだ末に深みへと落とした。
ἡ δὲ προσκλύζουσα πρὸς τὴν ἀκρόπολιν θάλασσα μίαν ἡμέραν τὸ ὕδωρ γλυκὺ καὶ πότιμον παρέσχεν, ὥστε γευσαμένοις πᾶσι κατάδηλον εἶναι.
また、アクロポリスに打ち寄せる海水がある一日、甘く飲用に適した水となり、味わった者皆にとって明白であった。
χοῖροι δʼ ἐτέχθησαν αὐτῷ τῶν μὲν ἄλλων οὐδενὸς ἐνδεεῖς μορίων, ὦτα δʼ οὐκ ἔχοντες.
さらに彼のもとでは、他の部位は何一つ欠けていないのに、耳のない子豚たちが生まれた。
ἀπεφαίνοντο δʼ οἱ μάντεις τοῦτο μὲν ἀποστάσεως καὶ ἀπειθείας εἶναι σημεῖον, ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος,3 τὴν δὲ γλυκύτητα τῆς θαλάσσης μεταβολὴν καιρῶν ἀνιαρῶν καὶ πονηρῶν εἰς πράγματα χρηστὰ φέρειν Συρακουσίοις.
予言者たちは、子豚の件については市民がもはや僭主の命に耳を貸さなくなることから離反と不服従の兆候であり、海の甘さはシュラクサイ人にとって辛く悪しき時期から良き情勢への転換をもたらすものだと解釈した。
ἀετὸς δὲ θεράπων Διός, λόγχη δὲ παράσημον ἀρχῆς καὶ δυναστείας· ἀφανισμὸν οὖν καὶ κατάλυσιν τῇ τυραννίδι βουλεύειν τὸν τῶν θεῶν μέγιστον. ταῦτα μὲν οὖν Θεόπομπος ἱστόρηκε.
そして鷲はゼウスの従者であり、槍は支配と権力の標章であるから、神々の最高神が僭主権力の消滅と崩壊を企てているのだとした。これらはテオポンポスが記録しているところである。
- 24.3ἧς τὸ λαμπρὸν ἀποσβέσειν ἐκείνους εὐθὺς ἁψαμένους Σικελίας
間接話法(対格不定詞構文)。不定詞 ἀποσβέσειν の意味上の主語は対格の ἐκείνους(兵士たち)であり、アオリスト分詞 ἁψαμένους は主語と一致して時「〜するや否や」を表す。目的語は ἧς(関係代名詞属格、先行詞は τυραννίδος)が修飾する τὸ λαμπρόν(輝き)。
- 24.4τὸ δὲ τῶν μελισσῶν
直前の τοῦτο μὲν οὖν ... ἐξέθηκε πᾶσι に対比される話題導入の対格句(または主格の絶対句)。中性冠詞 τὸ のあとに σημείωμα や σημεῖον などの語が暗示されており、「蜂に関する兆候については」の意をなす。
- 24.9ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος
主観的理由・見解を表す ὡς を伴う属格独立構文(genitive absolute)。未来分詞 ἀκουσομένων は動詞 ἀκούω が「(命令に)耳を傾ける、服従する」の意味で属格 τῆς τυραννίδος を取っている。
