← プルタルコス

ディオン伝

§23.1-23.4

傭兵たちの説得と壮麗な出陣の祭礼

遠征先がシケリアであると知った傭兵たちは当初反発するが、ディオンとアルキメネスの説得によって納得し、壮麗な祭礼と歓待を通じてディオンの財力と成算への信頼を深める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

οὗτοι τὸ μὲν πρῶτον ἀκούσαντες ἐπὶ Διονύσιον καὶ Σικελίαν αἴρεσθαι τὸν στόλον, ἐξεπλάγησαν καὶ κατέγνωσαν, ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος ἢ χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις·1 καὶ τοῖς ἑαυτῶν ἡγεμόσι καὶ ξενολόγοις ὠργίζοντο μὴ προειποῦσιν εὐθὺς ἐξ ἀρχῆς τὸν πόλεμον.

彼らは当初、遠征軍がディオニュシオスとシケリアに向けられていると聞くや、驚愕して非難の声を上げた。ディオンがある種の怒りによる狂気と乱心ゆえに、あるいは善き希望を失った末に、自身を絶望的な企てへと投げ打とうとしていると考えたからである。そして、最初からすぐにこの戦争のことを前もって告げていなかった自分たちの指揮官や傭兵募集係たちに対して怒りを募らせた。

§23.2

ἐπεὶ δὲ Δίων τῷ λόγῳ τὰ σαθρὰ τῆς τυραννίδος ἐπεξιὼν ἐδίδασκεν, ὡς οὐ στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας αὐτοὺς κομίζοι2 Συρακουσίων καὶ τῶν ἄλλων Σικελιωτῶν πάλαι πρὸς ἀπόστασιν ἑτοίμων ὑπαρχόντων, μετὰ δὲ τὸν Δίωνα διαλεχθέντος αὐτοῖς Ἀλκιμένους, ὃς πρῶτος ὢν Ἀχαιῶν δόξῃ καὶ γένει συνεστράτευεν, ἐπείσθησαν.

しかし、ディオンが弁舌をもって僭主権力の脆い点を説き明かし、彼らを兵士としてではなく、むしろ、とうの昔から反乱の態勢を整えているシュラクサイ人や他のシケリア人たちの指導者として連れて行くのだと説明し、さらにディオンに続いて、アカイア人の中で名声と家柄において第一人者であり遠征を共にしていたアルキメネスが彼らに語りかけたため、彼らは納得した。

§23.3

ἦν μὲν οὖν θέρους ἀκμή καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, ἡ δὲ σελήνη διχομηνίαν ἦγε. τῷ δʼ Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας ὁ Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν·

折しも夏の盛りであり、季節風(エテシアス)が海を支配し、月は満月を迎えていた。ディオンはアポロンへの壮麗な犠牲式を準備し、完全武装で身を整えた兵士たちとともに行列を組んで神殿へと進んだ。

§23.4

καὶ μετὰ τὴν θυσίαν ἐν τῷ σταδίῳ τῶν Ζακυνθίων κατακλιθέντας αὐτοὺς εἱστία, θαυμάζοντας ἀργυρῶν καὶ χρυσῶν ἐκπωμάτων καὶ τραπεζῶν ὑπερβάλλουσαν ἰδιωτικὸν πλοῦτον λαμπρότητα, καὶ λογιζομένους3 ὅτι παρηκμακὼς ἀνὴρ ἤδη καὶ τοσαύτης εὐπορίας κύριος οὐκ ἂν ἐπιχειροίη παραβόλοις πράγμασι χωρὶς ἐλπίδος βεβαίου καὶ φίλων ἐνδιδόντων ἐκεῖθεν αὐτῷ τὰς πλείστας καὶ μεγίστας ἀφορμάς.

そして犠牲式の後、ザキュントス人の競技場に横たわらせた彼らをもてなした。兵士たちは、個人の富をはるかに超えた銀製や金製の杯および食卓の豪奢さに驚嘆し、すでに全盛期を過ぎ、これほどの富の主である人物が、確固たる希望と、あちら側から最大限かつ極めて強力な足がかりを提供してくれる友人たちなしに、無謀な企てに手を染めるはずがないと思い至った。

構文注3 件
  1. 23.1ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος ἢ χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις

    接続詞 ὡς に属格独立構文(τοῦ Δίωνος ... ῥιπτοῦντος ἑαυτόν)が後続し、主文の動詞 ἐξεπλάγησαν καὶ κατέγνωσαν の主語である兵士たちの主観的な判断・非難の根拠(「〜と考えて」)を表している。原因の与格 παραφροσύνῃ καὶ μανίᾳ および ἀπορίᾳ が ῥιπτοῦντος に係る。

  2. 23.2ὡς οὐ στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας αὐτοὺς κομίζοι

    過去の伝達動詞 ἐδίδασκεν に導かれた間接話法における希求法。主動詞が過去時制であるため、直接話法の直説法現在 κομίζω が希求法 κομίζοι に変化している。αὐτούς は κομίζοι の目的語、οὐ στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας はその目的格補語。

  3. 23.4θαυμάζοντας ἀργυρῶν καὶ χρυσῶν ἐκπωμάτων καὶ τραπεζῶν ὑπερβάλλουσαν ἰδιωτικὸν πλοῦτον λαμπρότητα, καὶ λογιζομένους

    分詞 θαυμάζοντας と λογιζομένους は、主動詞 εἱστία の目的語である αὐτούς(兵士たち)に一致する対格。前者は「(兵士たちが)驚嘆する中で」、後者は「〜と思いを巡らしながら」という付帯状況ないし結果的心理状態を示す。θαυμάζοντας の目的語は λαμπρότητα であり、属格名詞句 ἀργυρῶν καὶ χρυσῶν ἐκπωμάτων καὶ τραπεζῶν がこれに係り、分詞句 ὑπερβάλλουσαν ἰδιωτικὸν πλοῦτον がさらに λαμπρότητα を限定修飾している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:23.1-23.4