← プルタルコス

デメトリオス伝

§53.1-53.4

デメトリオスの壮麗な葬送と王統の概括

アンティゴノスは豪華で演劇的な艦隊葬列を執り行って父デメトリオスの遺骨を迎え、自ら創設したデメトリアスに埋葬した。著者はデメトリオスの子孫と王統の終焉を概括し、対比列伝の次章であるローマ篇への移行を告げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§53.1

ἔσχε μέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος, ὡς ᾔσθετο τὰ λείψανα κομιζόμενα, πάσαις ἀναχθεὶς ταῖς ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάμενος εἰς τὴν μεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον οὖσαν.

しかしながら、彼の葬送に関わる事柄もまた、ある種の悲劇的かつ演劇的な演出を帯びていた。というのも、息子のアンティゴノスは遺骨が運ばれてくると知ると、全艦隊を率いて出航し、諸島のあたりでこれを出迎え、受け取ると、打ち出しの黄金製であったその壺を旗艦のうち最大のものに安置したからである。

§53.2

αἱ δὲ πόλεις αἷς προσεῖχον, τοῦτο μὲν στεφάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δὲ1 ἄνδρας ἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ συμπαραπέμψοντας ἀπέστελλον. εἰς δὲ Κόρινθον τοῦ στόλου καταπλέοντος ἥ τε κάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότε αὐλητῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς καθεζόμενος προσηύλει τῶν μελῶν τὸ ἱερώτατον·

彼らが船を寄せた諸都市は、一方では壺に冠を捧げ、他方では喪服をまとった男たちを共に葬送に参加させ送り届けさせるために派遣した。艦隊がコリントスに入港した際には、王の紫衣と王冠で飾られた骨壺が船尾にはっきりと見え、武装した若者たちが護衛兵として傍らに立っていた。そして、当時のアウロス奏者の中で最も高名であったクセノパントスが近くに座り、旋律の中で最も神聖なものを吹き鳴らしていた。

§53.3

καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος, ὥσπερ ἐν κοπετῷ, ταῖς τῶν αὐλημάτων περιόδοις·2 τὸν δὲ πλεῖστον οἶκτον καὶ ὀλοφυρμὸν αὐτὸς ὁ Ἀντίγονος τοῖς ἠθροισμένοις ἐπὶ τὴν θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυμένος παρέσχεν. ἐπενεχθεισῶν δὲ τιμῶν καὶ στεφάνων περὶ Κόρινθον εἰς Δημητριάδα κομίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυμον ἐκείνου, συνοικισθεῖσαν ἐκ μικρῶν τῶν περὶ τὴν Ἰωλκὸν πολιχνίων.

そしてこれに合わせて櫂が一定のリズムを伴って漕ぎ上げられると、まるで胸を打つ哀悼のときのように、その響きがアウロスの楽句の区切りに応えて鳴り響いた。しかし、海辺に集まった人々に最大の同情と嘆きをもたらしたのは、打ちひしがれ涙に濡れた姿を現したアンティゴノス自身であった。コリントス周辺で栄誉と花冠が捧げられた後、彼は遺骨をデメトリアスへと運んで埋葬した。この都市はデメトリオスの名にちなんで名付けられ、イオルコス周辺の小さな町村を統合して建設されたものであった。

§53.4

ἀπέλιπε δὲ γενεὰν ὁ Δημήτριος Ἀντίγονον μὲν ἐκ Φίλας καὶ Στρατονίκην, δύο δὲ Δημητρίους, τὸν μὲν Λεπτόν, ἐξ Ἰλλυρίδος γυναικός, τὸν δὲ ἄρξαντα Κυρήνης ἐκ Πτολεμαΐδος, ἐκ δὲ Δηϊδαμείας Ἀλέξανδρον, ὃς ἐν Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ Εὐρυδίκης αὐτῷ γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ γένος αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφʼ οὗ Ῥωμαῖοι Μακεδονίαν ὑπηγάγοντο. διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος3 ὥρα τὸ Ῥωμαϊκὸν ἐπεισαγαγεῖν.

デメトリオスは子孫として、フィラから生まれたアンティゴノスとストラトニケ、二人のデメトリオス(一方は「痩身」と呼ばれイリュリアの女から生まれ、他方はキュレネを支配した者でプトレマイスから生まれた)、デイダメイアから生まれたアレクサンドロス(彼はエジプトで生涯を終えた)を残した。また、エウリュディケとの間にもコラゴスという息子が生まれたと言われている。そして彼の家系は王統を継承しつつ、その時代にローマ人がマケドニアを服従させた最後の王ペルセウスにまで至った。こうしてマケドニア劇が演じ終えられた今、ローマ劇を舞台に登場させる時である。

構文注3 件
  1. 53.2τοῦτο μὲν... τοῦτο δὲ

    対句を導く副詞的対格の成句で、「一方では〜、他方では〜」の意。各節の主語 αἱ δὲ πόλεις に対し、二つの対照的な行為(花冠の奉納と使節の派遣)を並列させている。

  2. 53.3καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος, ὥσπερ ἐν κοπετῷ, ταῖς τῶν αὐλημάτων περιόδοις

    πρὸς τοῦτο(これ[笛の調べ]に合わせて)が独立属格 τῆς εἰρεσίας ἀναφερομένης(櫂が漕ぎ上げられるとき)にかかる。主動詞 ἀπήντα の主語は ψόφος で、与格 ταῖς ... περιόδοις(楽句の周期・終止)を支配し、「櫂の音が笛の周期に応えて響き合った」という意味構造をなす。ὥσπερ ἐν κοπετῷ(あたかも胸を打つ哀悼のときのように)がその音響の様態を比喩的に補足している。

  3. 53.4διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος

    完了受動分詞を用いた独立属格構文。「マケドニアの劇が最後まで演じ終えられた今」の意。冒頭の θεατρικὴν διάθεσιν(演劇的配置)と呼応し、デメトリオスの生涯を一つの劇的悲劇として締めくくり、次の対比相手であるアントニウス(ローマ劇)の導入を告知するメタ的転換句である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:53.1-53.4