← プルタルコス

デメトリオス伝

§52.1-52.4

幽閉中の自堕落な生活とデメトリオスの病死

拘禁されたデメトリオスは運動を放棄して酒宴と賭博に溺れるようになり、幽閉三年目に54歳で病死した。セレウコスはデメトリオスを過度に疑って寛大に扱わなかったことを深く後悔し、世間から悪評を受けた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§52.1

ὁ δὲ Δημήτριος, ὡς ἐν ἀρχῇ τὴν τύχην προσπεσοῦσαν ὑπέμεινε, καὶ ῥᾷον ἤδη φέρειν εἰθίζετο τὰ παρόντα, πρῶτον μὲν ἁμῶς γέ πως ἐκίνει τὸ σῶμα, θήρας, ἐφʼ ὅσον ἦν, καὶ δρόμων ἁπτόμενος, ἔπειτα κατὰ μικρὸν ὄκνου πρὸς αὐτὰ καὶ νωθείας ἐπίμπλατο, καὶ φέρων ἑαυτὸν εἰς πότους καὶ κύβους κατέβαλε καὶ τοῦ χρόνου τὸν πλεῖστον ἐν τούτοις διῆγεν, εἴτε τοὺς ἐν τῷ νήφειν ἀναλογισμοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρακαλυπτόμενος τῇ μέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπʼ ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δὲ ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε.1

しかしデメトリオスは、当初は降りかかった運命に耐え、現在の境遇をより容易に忍ぶことに慣れてくると、最初はともかくも身体を動かし、許されるかぎり狩猟や駆け足に励んでいたが、やがて次第にそれらに対して気後れと怠惰に満たされ、自らを酒宴と賽子遊びへと投げ込んで沈溺させ、大半の時間をこれらに費やして過ごした。素面でいる時の現状についての思索から逃れて酩酊によって心を覆い隠そうとしたためか、あるいは、これこそが昔から自分が渇望し追い求めていた生活であり、愚かさと虚栄のために無駄にさまよい歩き、武器や艦隊や陣営の中に善を求めつつ自分自身にも他者にも多くの難題をもたらしていたが、その善を今や、何事もなさぬ安穏と余暇と休息の中に、思いがけず見出したのだと自ら納得したためであったか。

§52.3

τί γὰρ ἄλλο τῶν πολέμων καὶ τῶν κινδύνων πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως διακειμένοις, οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλʼ ὅτι μηδὲ ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν;2 ὁ δʼ οὖν Δημήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθειργμένος ὑπʼ ἀργίας καὶ πλησμονῆς καὶ οἴνου νοσήσας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς.

徳や善美の代わりに贅沢や快楽を追求するだけでなく、真に楽しむことも贅沢を味わうことも知りさえしないという、悪しく愚かなあり方をした下等な王たちにとって、戦争や危険の果てはこれ以外の何であろうか。ともあれデメトリオスは、ケルソネソスに幽閉されて三年目、無為と飽食と酒のために病を患って死んだ。五十四年を生きてのことであった。

§52.4

καὶ Σέλευκος ἤκουσέ τε κακῶς3 καὶ μετενόησεν οὐ μετρίως ἐν ὑποψίᾳ τὸν Δημήτριον θέμενος τότε, καὶ μηδὲ Δρομιχαίτην, ἄνδρα βάρβαρον Θρᾷκα, μιμησάμενος οὕτω φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιμάχῳ χρησάμενον.

そしてセレウコスは悪評を被り、その時デメトリオスに不信の念を抱き、捕虜となったリュシマコスをあのように人間味豊かに王者にふさわしく遇したトラキアの蛮人ドロミカイテスにすら見習わなかったことを、少なからず後悔した。

構文注3 件
  1. 52.2τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπʼ ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δὲ ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε

    分詞 συγγνούς に導かれる対格不定詞構文 τοῦτον εἶναι τὸν βίον に、多重の関係詞節が組み込まれた長大な構文。最初の関係代名詞 ὃν は後続の二つの分詞 ποθῶν καὶ διώκων の目的語であり、関係節内の主動詞は ἐπλάζετο と παρεῖχεν である。さらにその述語を修飾する分詞 ζητῶν の目的語 τὸ ἀγαθόν を先行詞として、二つ目の関係代名詞節 ὃ νῦν ... ἀνεύρηκε が導かれている。

  2. 52.3οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλʼ ὅτι μηδὲ ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν

    οὐχ ὅτι μόνον ... ἀλλʼ ὅτι ...(〜というだけでなく、〜だからである)の相関構文。この節は直前の分詞句 κακῶς καὶ ἀνοήτως διακειμένοις(悪しく愚かなあり方をしている)の具体的な内容・理由を説明しており、彼らの精神の倒錯が「徳を捨てて享楽を追うこと」にとどまらず「真の享楽のあり方すら知らないこと」にあるという二重の論理を示している。

  3. 52.4ἤκουσέ τε κακῶς

    動詞 ἀκούω に副詞 κακῶς が付いた慣用表現で、受動態の代用として「悪評を被る」「世間から悪く言われる」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:52.1-52.4