← プルタルコス

デメトリオス伝

§50.1-50.6

セレウコスの厚遇方針の転換とデメトリオスの軟禁

セレウコスは投降したデメトリオスを厚遇しようとしたが、側近たちの警戒と嫉妬を煽る言辞を受けて態度を変え、彼をシリアのケルソネソスへ隔離・軟禁させた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§50.1

ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δημητρίου τύχῃ σώζεσθαι Δημήτριον, ἀλλὰ τῇ αὑτοῦ, μετὰ τῶν ἄλλων καλῶν αὐτῷ φιλανθρωπίας καὶ χρηστότητος ἐπίδειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιμελητὰς σκηνήν τε πηγνύναι βασιλικὴν ἐκέλευσε, καὶ τἆλλα πάντα ποιεῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν μεγαλοπρεπῶς.

これを聞いたセレウコスは、デメトリオスが救われるのはデメトリオスの幸運によるのではなく、自らの幸運によるのであり、その幸運は他の美点とともに、人間愛と善意を示す機会を自分に与えてくれるものだと述べた。そして役人たちを呼んで、王にふさわしい天幕を設営し、その他すべてのものを壮麗な歓迎ともてなしのために整えて準備するよう命じた。

§50.2

ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ, τοῦ Δημητρίου γεγονὼς συνήθης· τοῦτον εὐθὺς ἐξέπεμψε πρὸς αὐτόν, ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν.1 φανερᾶς δὲ τῆς γνώμης αὐτοῦ γενομένης ὀλίγοι τὸ πρῶτον, εἶτα οἱ πλεῖστοι τῶν φίλων ἐξεπήδων παρὰ τὸν Δημήτριον, ἁμιλλώμενοι καὶ φθάνοντες ἀλλήλους· ἠλπίζετο γὰρ εὐθὺς παρὰ τῷ Σελεύκῳ μέγιστος ἔσεσθαι.

セレウコスの側近に、かつてデメトリオスと親交のあったアポロニデスという者がいた。彼をセレウコスは、デメトリオスが気持ちを和らげ、身内であり親族である者に対するかのように自信を持って対面するよう、直ちにデメトリオスのもとへ派遣した。セレウコスの意向が明白になると、最初は少数、次いで側近たちの多くが、競い合って先を争いながらデメトリオスのもとへと飛び出していった。デメトリオスがセレウコスのもとで直ちに最大の権力を得ることになると期待されたからである。

§50.3

τοῦτο δὲ ἐκείνῳ μὲν εἰς φθόνον μετέβαλε τὸν ἔλεον, τοῖς δὲ κακοήθεσι καὶ βασκάνοις παρέσχεν ἀποτρέψαι καὶ διαφθεῖραι τὴν φιλανθρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιν αὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλʼ ἅμα τῷ πρῶτον ὀφθῆναι τὸν ἄνδρα, μεγάλων ἐσομένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν.2

しかしこのことが、セレウコスにおいては憐憫を嫉妬へと変え、悪意と嫉視に満ちた者たちには、王を恐怖させることによってその人間愛を妨げ挫折させる機会を与えた。すなわち、先延ばしにすることなく、その男を目にした途端に、軍陣において大規模な反乱が生じるであろうと言って脅したのである。

§50.4

ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δημήτριον ἀφιγμένου περιχαροῦς, καὶ τῶν ἄλλων ἐπερχομένων καὶ λόγους θαυμαστοὺς ἀπαγγελλόντων περὶ τοῦ Σελεύκου, καὶ τοῦ Δημητρίου μετὰ τηλικαύτην δυστυχίαν καὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκει τὴν παράδοσιν τοῦ σώματος αἰσχρὰν πεποιῆσθαι, τότε μετεγνωκότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας3 ἔχων στρατιώτας ὁμοῦ πεζοὺς καὶ ἱππεῖς περὶ χιλίους.

ちょうどアポロニデスが歓喜に満ちてデメトリオスのもとに到着し、他の者たちも続々とやって来てセレウコスについての驚くべき好意の言葉を告げ、かつては自らの身の引き渡しを恥ずべきこととして行ったと思っていたデメトリオスも、これほどの逆境と不運の後で、励まされ希望を信じることによって考えを改めたそのとき、パウサニアスがおよそ千人の歩兵と騎兵を率いてやって来た。

§50.5

καὶ τούτοις περισχὼν τὸν Δημήτριον ἄφνω, τοὺς δὲ ἄλλους ἀποστήσας, Σελεύκῳ μὲν αὐτὸν εἰς ὄψιν οὐ κατέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συριακὴν ἀπήγαγεν, ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλακῆς ἐπισταθείσης θεραπεία μὲν ἧκεν ἱκανὴ παρὰ Σελεύκου καὶ χρήματα καὶ δίαιτα παρεσκευάζετο καθʼ ἡμέραν οὐ μεμπτή, δρόμοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ παράδεισοι θήρας ἔχοντες ἀπεδείχθησαν·

そして彼らを用いて不意にデメトリオスを取り囲み、他の者たちを引き離すと、セレウコスの引見の場には連れて行かず、シリアのケルソネソスへと連行した。そこでは以後、厳重な警備が敷かれたものの、セレウコスからは十分な従僕が送られ、金銭や日々の申し分のない暮らしが調えられ、王の走技場や遊歩道、狩猟のための園地が割り当てられた。

§50.6

ἦν δὲ καὶ τῶν φίλων τῶν συμφυγόντων τῷ βουλομένῳ συνεῖναι, καὶ παρʼ αὐτὸν τινες ὅμως ἐπιφοιτῶντες ἀπὸ τοῦ Σελεύκου ἧκον κομίζοντες ἐπιεικεῖς λόγους καὶ θαρρεῖν παρακαλοῦντες, ὡς, ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ, διεθησόμενον.4

また、ともに逃亡してきた友人たちのうち希望する者は同居することが許され、それでもデメトリオスのもとにはセレウコスからの使者が絶えず訪れては寛大な言葉をもたらし、アンティオコスがストラトニケとともに到着し次第、事態は適切に解決されるであろうと述べて、元気を出すよう励ました。

構文注4 件
  1. 50.2ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν

    接続法 γένηται を導く目的節 ὅπως に、分詞 θαρρῶν を伴う不定詞 ἀπαντᾶν が接続している。不定詞 ἀπαντᾶν は主動詞 ἐξέπεμψε に直接係る目的の不定詞(「会うために派遣した」)とも解せるが、ここでは ὅπως 節から文脈上要請される結果・目的の不定詞構文(または ὥστε の意味合い)へと統語が移行したものとして解釈できる。

  2. 50.3ὡς οὐκ εἰς ἀναβολάς, ἀλλʼ ἅμα τῷ πρῶτον ὀφθῆναι τὸν ἄνδρα, μεγάλων ἐσομένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν

    接続詞 ὡς の後に独立属格(絶対属格)μεγάλων ἐσομένων ... νεωτερισμῶν が置かれている。ὡς は ἐκφοβήσασιν(脅した、恐れさせた)に係る間接話法・主観的理由を示し、「〜という理由・内容を挙げて恐れさせる」という構文を形成している。

  3. 50.4ἄρτι δὴ τοῦ Ἀπολλωνίδου ... τότε μετεγνωκότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας

    主節の核は ἦλθε Παυσανίας(パウサニアスがやって来た)であり、その前に ἄρτι(ちょうどそのとき)を伴って複数の独立属格(τοῦ Ἀπολλωνίδου ... ἀφιγμένου, τῶν ἄλλων ἐπερχομένων ..., τοῦ Δημητρίου ... μετεγνωκότος)が並列・重畳している。途中の εἰ καί 節(譲歩)も含め、長い前置きの後に主動詞が登場する語順の離隔・拡大構造である。

  4. 50.6ὡς, ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ, διεθησόμενον

    ὡς に後続する未来受動分詞 διεθησόμενον(中性単数)は対格絶対構文(accusative absolute)として機能している。非人称的な事態(「事態・事柄が処遇・解決されるだろうということ」)を伝達する使者たちの言葉(ἐπιεικεῖς λόγους)の内容を間接話法的に示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:50.1-50.6