← プルタルコス

デメトリオス伝

§49.1-49.5

軍の離反とデメトリオスの降伏の決意

デメトリオスはセレウコスへの夜襲に失敗し、翌日の戦いで兵士たちがセレウコスに投降したため孤立する。退路を断たれて自害を図るも友人たちに押し止められ、セレウコスに身を委ねることを決意する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§49.1

ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶ ποιουμένου τὰς καταλύσεις ἐγγύς, ἀναστήσας ὁ Δημήτριος τὸ στράτευμα νυκτὸς ἐβάδιζεν ἐπʼ αὐτὸν ἀγνοοῦντα μέχρι πολλοῦ καὶ κοιμώμενον. αὐτομόλων δέ τινων παραγενομένων καὶ φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας ἐκέλευσε σημαίνειν, ἅμα τὰς κρηπῖδας ὑποδούμενος καὶ βοῶν πρὸς τοὺς ἑταίρους ὡς θηρίῳ δεινῷ συμπέπλεκται. Δημήτριος δὲ τῷ θορύβῳ τῶν πολεμίων αἰσθόμενος ὅτι μεμήνυται, κατὰ τάχος ἀπῆγεν.

しかしセレウコスが姿を現し、近くに宿営を設営すると、デメトリオスは軍勢を起こし、長い間気づかずに眠っていたセレウコスに対して夜間に進軍した。だが何人かの脱走兵がやって来て危機を知らせたため、セレウコスは驚愕して飛び起き、軍靴を履きながら合図を鳴らすよう命じ、側近たちに向かって恐るべき野獣と組み合ってしまったと叫んだ。一方デメトリオスは、敵の騒ぎから事態が露見したことを察知し、急いで軍を撤退させた。

§49.2

ἅμα δʼ ἡμέρᾳ προσκειμένου τοῦ Σελεύκου, πέμψας τινὰ τῶν περὶ αὑτὸν ἐπὶ θάτερον κέρας ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων. εἶτα μέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ κράνος ἀποθέμενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς μισθοφόροις, ἐπιδεικνύμενος αὑτὸν καὶ μεταβαλέσθαι παρακαλῶν, ἤδη ποτὲ συμφρονήσαντας1 ὅτι φειδόμενος ἐκείνων, οὐ Δημητρίου, χρόνον πολὺν διατετέλεκεν.

夜が明けるとセレウコスが迫ってきたが、デメトリオスは側近の者を一方の翼に派遣して敵勢をある程度敗走させた。しかしその後、セレウコス自身が馬を降り、兜を脱ぎ、小型の盾を取って傭兵たちに対面し、自らの姿を見せながら寝返るよう呼びかけ、自分が長い間手加減し続けてきたのは彼らに対してであってデメトリオスに対してではないということを、今こそ悟るべきだと訴えた。

§49.3

ἐκ τούτου πάντες ἀσπαζόμενοι καὶ βασιλέα προσαγορεύοντες μεθίσταντο. Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμενος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπʼ αὐτόν, ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφυγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆ μετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων παντάπασιν ὄντων προσέμενε τὴν νύκτα, βουλόμενος, εἰ δύναιτο, τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι2 καὶ διεκπεσεῖν ἐπὶ τὴν θάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλπιζεν.

これにより、全員が歓呼して彼を王と呼びながら寝返った。デメトリオスは、これまでの数々の急変のうちでも、これが自身に訪れた最悪の転変であることを悟り、進路を変えてアマノスの関門へと逃走し、ごくわずかな友人や従者たちとともに鬱蒼とした森に身を潜めて夜を待った。可能ならばカウノスへ向かう道を掴み、艦隊の停泊地があると期待していた海へと突破することを望んでいたのである。

§49.4

ὡς δὲ ἔγνω μηδὲ ἐκείνης τῆς ἡμέρας ἐφόδιον ἔχοντας αὐτούς, ἐπʼ ἄλλων ἐγένετο λογισμῶν. εἶτα μέντοι Σωσιγένης ἐπῆλθεν, ἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους ὑπεζωσμένος· καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχρι θαλάσσης διαγενήσεσθαι, πρὸς τὰς ὑπερβολὰς ἐχώρουν σκοταῖοι. πυρῶν δὲ καιομένων πρὸς αὐταῖς πολεμίων ἀπογνόντες ἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον, οὔτε πάντες (ἔνιοι γὰρ ἀπέδρασαν) οὔτε ὁμοίως οἱ παραμένοντες πρόθυμοι·3

だが、その日一日の糧食すら持っていないことを知ると、他の思案に移った。するとそこへ、彼の仲間であるソーシゲネースが四百枚の金貨を帯に巻きつけて現れた。これによって海まで生き延びられると期待し、彼らは暗闇に乗じて峠道へと進んだ。だが峠のそばで敵の篝火が燃えていたため、その道を断念して再び同じ場所へと戻った。全員が戻ったわけではなく(何人かは逃亡したためである)、残った者たちも以前のような意気込みはなかった。

§49.5

τολμήσαντος δέ τινος εἰπεῖν τι, ὡς Σελεύκῳ χρὴ τὸ σῶμα παραδοῦναι Δημήτριον, ὥρμησε μὲν τὸ ξίφος σπασάμενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι περιστάντες καὶ παραμυθούμενοι συνέπεισαν οὕτω ποιῆσαι. καὶ πέμπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθʼ ἑαυτόν.

ある者が思い切って、デメトリオスはセレウコスに身を引き渡すべきだと口にすると、彼は剣を抜いて自害しようとしたが、友人たちが取り囲んで宥め、〔その言葉どおり〕そうするように説得した。そして彼はセレウコスのもとへ使者を送り、自らの身の処遇を彼に委ねた。

構文注3 件
  1. 49.2συμφρονήσαντας

    直前の与格 τοῖς μισθοφόροις を受けつつも、παρακαλῶν が支配する不定詞 μεταβαλέσθαι の意味上の対格主語として対格複数分詞が用いられている構文的転換(意味に応じた構文)。

  2. 49.3τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι

    中動態不定詞 λαβέσθαι が部分属格または接触の属格をとる用法で、「〜の道をつかむ/〜の道に乗る」という意味をなす。

  3. 49.4οὔτε πάντες (ἔνιοι γὰρ ἀπέδρασαν) οὔτε ὁμοίως οἱ παραμένοντες πρόθυμοι

    直前の動詞 ἀνεχώρησαν の主語に対する部分同格の主格表現。「全員が[戻った]わけではなく、残った者たちも同様に熱心であったわけではない」という省略構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:49.1-49.5