- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:5.1-5.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デメトリオスはシリアへ侵攻したプトレマイオスを迎撃すべく派遣されるがガザで大敗を喫し、捕虜と物資を無償で返還したプトレマイオスの寛大さに報いることを誓いながら、迅速に戦力を再編する。
ἐπεὶ δέ, ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέους στοιχείοις διὰ τὸ νεῖκος καὶ τὴν φιλίαν ἔνεστι διαφορὰ πρὸς ἄλληλα καὶ πόλεμος, μᾶλλον δὲ τοῖς ἀλλήλων ἁπτομένοις καὶ πελάζουσιν, οὕτω τὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸς ἀλλήλους ὄντα συνεχῆ πόλεμον αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι πρὸς ἐνίους ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεμαῖον,1 αὐτὸς μὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δʼ ἀκούων ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις ἀπάγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον αὐτοτελῶς ἐπὶ πράγμασι μεγάλοις ἁπτόμενον. οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαίστρας ἠθληκότι πολλοὺς καὶ μεγάλους καθʼ αὑτὸν ἀγῶνας, ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόντων καὶ πεντακισχιλίων ἀποθανόντων.
しかし、あたかもエンペドクレスの元素において、争いと愛ゆえに相互の対立と戦争が存在し、とりわけ互いに接触し接近するものたちのあいだで激しいように、アレクサンドロスの後継者たち全員のあいだで継続していた戦争を、利害と領域の近接が特定の者たちのあいだでより顕著にし、いっそう燃え上がらせていたので――ちょうどその頃のアンティゴノスとプトレマイオスのように――、アンティゴノス自身はフリュギアに留まっていたが、プトレマイオスがキプロスから渡航してシリアを略奪し、諸都市を奪って圧迫していると聞くと、息子のデメトリオスを派遣した。デメトリオスは当時二十二歳であり、重大な事態において初めて全権を握って軍務に当たるところであった。しかし若く未熟な身でありながら、アレクサンドロスの教練場を出て単独で多くの大いなる戦いを戦い抜いてきた人物と衝突したため、ガザの町の近郊で敗れて挫折を味わい、八千人が捕虜となり、五千人が戦死した。
ἀπέβαλε δὲ καὶ σκηνὴν καὶ χρήματα καὶ ὅλως σύμπασαν τὴν περὶ τὸ σῶμα θεραπείαν. ἀλλὰ ταῦτα μὲν αὐτῷ Πτολεμαῖος ἀπέπεμψε μετὰ τῶν φίλων,2 εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼν λόγον, ὡς οὐ περὶ πάντων ἅμα, περὶ δόξης δὲ καὶ ἀρχῆς πολεμητέον ἐστὶν αὐτοῖς. Δημήτριος δὲ δεξάμενος εὔξατο τοῖς θεοῖς μὴ πολὺν χρόνον ὀφειλέτην γενέσθαι Πτολεμαίῳ χάριτος, ἀλλὰ ταχέως ἀμείψασθαι διὰ τῶν ὁμοίων.
さらに彼は天幕や軍資金、そして身の回りの世話をする従卒のすべてをも失った。しかしプトレマイオスは、自分たちが戦うべきは一度にすべてのものを巡ってではなく、名誉と支配権を巡ってであるという、思いやりのある寛大な言葉を告げさせ、捕らえた友人たちとともにこれらをデメトリオスに送り返した。デメトリオスはこれを受け取ると、プトレマイオスに対してこの恩義の負い目を長く負うことなく、速やかに同じような好意によって報いることができるよう神々に祈った。
καὶ πάθος οὐ μειρακίου παθὼν3 ἐν ἀρχῇ πράξεως ἀνατραπέντος, ἀλλʼ ἐμβριθοῦς στρατηγοῦ κεχρημένου πραγμάτων μεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ κατασκευῆς ὅπλων ἐπεμελεῖτο καὶ τὰς πόλεις διὰ χειρὸς εἶχε καὶ τοὺς ἀθροιζομένους ἐγύμναζεν.
そして事業の初期において躓いた若者のような反応を示すのではなく、事態の変転に慣れた重厚な将軍のように振る舞い、兵員の徴募や武器の製造に気を配り、諸都市を掌握し、集結してくる兵たちを訓練した。
- 5.1ἐπεὶ δέ, ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέους στοιχείοις ... ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεμαῖον
長大な従属構造を持つ統語周期(ピリオド)。接続詞 ἐπεὶ δέ に導かれる従属節の骨格は αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι(主語)... ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον(動詞)であり、その内部に ὥσπερ... οὕτω... の比較構造が組み込まれている。主節は αὐτὸς μὲν Ἀντίγονος ... κατέπεμψε τὸν υἱὸν Δημήτριον で始まっている。
- 5.3μετὰ τῶν φίλων
前置詞句 μετὰ τῶν φίλων は、直接目的語 ταῦτα(天幕や財産など)に並列・付加される同伴要素を表す。文脈上 τῶν φίλων は「プトレマイオスが派遣した使者としての自らの友人たち」ではなく、「先の戦闘で捕虜となったデメトリオス麾下の友人たち(直前の ὀκτακισχιλίων ἁλόντων の一部)」を指し、身代金なしで返還されたことを意味する。
- 5.4πάθος οὐ μειρακίου παθὼν
同族対格(内包的対格)の構文(πάθος ... παθών)。対格名詞 πάθος に、性格・特徴の属格句 οὐ μειρακίου ... ἀλλʼ ἐμβριθοῦς στρατηγοῦ が係り、「挫折した若者特有の感情・反応ではなく、重厚な将軍にふさわしい態度を示して」の意をなす。
