← プルタルコス

デメトリオス伝

§4.1-4.4

デメトリオスによる友ミトリダテスの救出

アンティゴノスは夢を理由に親友ミトリダテスを処刑しようとするが、誓約に縛られたデメトリオスは機知を利かせて槍で地面に文字を書き、友を逃亡させてその後のポントス王家の礎を築かせた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλεταῖρον γεγονέναι τὸν Δημήτριον1 ἐν ἀρχῇ παράδειγμα τοιοῦτόν ἐστιν εἰπεῖν. Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖρος ἦν αὐτοῦ καὶ καθʼ ἡλικίαν συνήθης, ἐθεράπευε δὲ Ἀντίγονον, οὔτε ὢν οὔτε δοκῶν πονηρός, ἐκ δὲ ἐνυπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν.

ところで、デメトリオスが生来人間味に富み、友人を愛する人物であったことについては、その初期において次のような例を挙げることができる。アリオバルザネスの子ミトリダテスは彼の友人であり、同年代の親しい間柄であって、アンティゴノスに仕えており、悪人でもなく悪人と思われてもいなかったが、ある夢のせいでアンティゴノスに疑念を抱かせた。

§4.2

ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν·2 ἐξ αὐτοῦ δὲ πρῶτον μὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δʼ ὕστερον ἐπανελθὼν ἰδεῖν οὐδὲν ἀλλʼ ἢ τετμημένην καλάμην. λυπούμενος δὲ καὶ περιπαθῶν ἀκοῦσαί τινων λεγόντων ὡς ἄρα Μιθριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται, τὸ χρυσοῦν θέρος ἐξαμησάμενος.

すなわち、アンティゴノスは、自分が広大で美しい野原を巡り歩きながら金の砂粒を蒔いているように思われた。そしてそこからまず黄金の収穫が芽生えたが、少しあとに戻ってみると、刈り取られた茎のほかには何も見えないように思われた。さらに、ミトリダテスが黄金の収穫を刈り取ってエウクセイノス海へと去ったと人々が語るのを、苦しみ心を乱しながら聞くように思われたのである。

§4.3

ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ, καὶ ὅτι πάντως τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. ἀκούσας δὲ ὁ Δημήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου, καθάπερ εἰώθει, γενομένου παρʼ αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς, φθέγξασθαι μὲν οὐκ ἐτόλμησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ μικρὸν ἀπὸ τῶν φίλων, ὡς ἐγεγόνεσαν μόνοι καθʼ αὑτούς, τῷ στύρακι τῆς λόγχης κατέγραφεν εἰς τὴν γῆν ὁρῶντος αὐτοῦ, φεῦγε, Μιθριδάτα.

このことから取り乱したアンティゴノスは、息子に沈黙を守るよう誓わせたうえでその幻影を彼に明かし、あの男をぜひとも排除して亡き者にしようと決意していることを告げた。これを聞いたデメトリオスは大いに悲しみ、その若者がいつものように彼のそばにやって来て暇な時間を共に過ごしていたとき、誓いのゆえに声を出して言うことも口頭で密告することもあえてしなかったが、友人たちから徐々に離れさせ、自分たちだけで二人きりになると、彼が見ている前で槍の石突きを用いて地面に書き記した。 「逃げよ、ミトリダテス。」

§4.4

συνεὶς δὲ ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν. καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενομένην ὄψιν ὕπαρ3 αὐτῷ συνετέλει τὸ χρεών. πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας, καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένος ὀγδόῃ που διαδοχῇ παυσάμενον ὑπὸ Ῥωμαίων ἐκεῖνος παρέσχε. ταῦτα μὲν οὖν εὐφυΐας δείγματα τοῦ Δημητρίου πρὸς ἐπιείκειαν καὶ δικαιοσύνην.

これを理解したミトリダテスは、夜の間にカッパドキアへと逃亡した。そして間もなく、アンティゴノスに現れた幻影を運命が現実のものとして彼にもたらした。というのも、彼は広大で豊かな地を支配し、およそ八代目の継承でローマ人によって終焉を迎えたポントス王家の血筋を打ち立てたからである。以上が、寛容と正義へ向かうデメトリオスの生来の資質の証拠である。

構文注3 件
  1. 4.1τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλεταῖρον γεγονέναι τὸν Δημήτριον

    属格定冠詞 τοῦ と完了不定詞 γεγονέναι が結びついた動名詞的構文で、対格 τὸν Δημήτριον がその意味上の主語。文節全体の属格は後続の名詞 παράδειγμα にかかる目的格的属格(または説明・限定の属格)であり、「デメトリオスが〜であったということについての例」を表す。

  2. 4.2ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν

    動詞 ἐδόκει はここでは非人称構文(「〜と思われた」)ではなく人称構文(personal construction)を取っており、主語 ὁ Ἀντίγονος が分詞 ἐπιὼν と不定詞 κατασπείρειν、さらに後続の ἰδεῖν, ἀκοῦσαι を伴う。「アンティゴノスは自らが歩き回りながら蒔き……見るように(夢の中で)思われた」という構造。

  3. 4.4ὕπαρ

    副詞的対格として用いられ、「白昼に、現実に、目覚めている状態で」を意味する。夢幻を指す ὄναρ に対置される伝統的な語彙であり、直前の ὄψιν(幻影・夢)を受けて「夢に現れた事柄を白昼の現実において(実現させた)」という対比を成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:4.1-4.4