- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:45.1-45.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キケロはアントニウスへの憎悪と名誉欲から若きカエサル(オクタウィアヌス)と結託し権力の頂点を極めるが、両執政官の戦死後に孤立を恐れたカエサルは、キケロの権力欲を利用して共同執政官への就任を持ちかける。
αὗται μὲν οὖν προφάσεις ἦσαν αἱ λεγόμεναι· τὸ δὲ πρὸς Ἀντώνιον μῖσος Κικέρωνα πρῶτον, εἶτα ἡ φύσις ἥττων οὖσα τιμῆς προσεποίησε Καίσαρι νομίζοντα προσλαμβάνειν τῇ πολιτείᾳ τὴν ἐκείνου δύναμιν.1 οὕτω γὰρ ὑπῄει τὸ μειράκιον αὐτόν ὥστε καὶ πατέρα προσαγορεύειν.
これらは表向き語られた口実にすぎなかった。実際には、第一にアントニウスに対する憎しみが、次いで名誉の誘惑に弱い生来の気質が、彼〔カエサル〕の力を国家のために取り込むことができると思い込んでいたキケロをカエサルに結びつけたのである。若者はキケロに取り入り、父親とさえ呼ぶほどであったからである。
ἐφʼ ᾧ σφόδρα Βροῦτος ἀγανακτῶν ἐν ταῖς πρὸς Ἀττικὸν ἐπιστολαῖς καθήψατο τοῦ Κικέρωνος, ὅτι διὰ φόβον Ἀντωνίου θεραπεύων τόν Καίσαρα δῆλός ἐστιν οὐκ ἐλευθερίαν τῇ πατρίδι πράττων, ἀλλὰ δεσπότην φιλάνθρωπον αὑτῷ μνώμενος.2 οὐ μὴν ἀλλὰ τόν γε παῖδα Κικέρωνος ὁ Βροῦτος ἐν Ἀθήναις διατρίβοντα παρὰ τοῖς φιλοσόφοις ἀναλαβὼν ἔσχεν ἐφʼ ἡγεμονίαις, καὶ πολλὰ χρώμενος αὐτῷ κατώρθου.
ブルートゥスはこのことに激しい憤りを抱き、アッティクスへの書簡の中でキケロを非難して、彼がアントニウスへの恐怖からカエサルに媚びへつらい、祖国のために自由を勝ち取ろうとするのではなく、自分自身のために慈悲深い主人を求めていることは明らかである、と記した。もっともブルートゥスは、アテナイで哲学者たちのもとで過ごしていたキケロの息子を引き取って指揮官に任じ、彼を重用して多くの軍功をあげていた。
τοῦ δὲ Κικέρωνος ἀκμὴν ἔσχεν ἡ δύναμις ἐν τῇ πόλει τότε μεγίστην, καὶ κρατῶν ὅσον ἐβούλετο τόν μὲν Ἀντώνιον ἐξέκρουσε καὶ κατεστασίασε καὶ πολεμήσοντας αὐτῷ τοὺς δύο ὑπάτους, Ἵρτιον καὶ Πάνσαν, ἐξέπεμψε, Καίσαρι δὲ ῥαβδούχους καὶ στρατηγικὸν κόσμον, ὡς δὴ προπολεμοῦντι τῆς πατρίδος, ἔπεισε ψηφίσασθαι τὴν σύγκλητον.
この頃、キケロの力は国政において最大の絶頂期にあり、意のままに権力を振るってアントニウスを追放して失脚させ、彼と戦わせるために二人の執政官ヒルティウスとパンサを派遣し、カエサルに対しては、あたかも祖国防衛のために先陣を切って戦っているかのように、リクトル(警護官)と法務官の待遇を議決するよう元老院を説得した。
ἐπεὶ δʼ Ἀντώνιος μὲν ἥττητο, τῶν δʼ ὑπάτων ἀμφοτέρων ἀποθανόντων ἐκ τῆς μάχης πρὸς Καίσαρα συνέστησαν αἱ δυνάμεις, δείσασα δʼ ἡ βουλὴ νέον ἄνδρα καὶ τύχῃ λαμπρᾷ κεχρημένον ἐπειρᾶτο τιμαῖς καὶ δωρεαῖς ἀποκαλεῖν αὐτοῦ τὰ στρατεύματα καὶ περισπᾶν τὴν δύναμιν, ὡς μὴ δεομένη τῶν προπολεμούντων Ἀντωνίου πεφευγότος, οὕτως ὁ Καῖσαρ φοβηθεὶς ὑπέπεμπε3 τῷ Κικέρωνι τοὺς δεομένους καὶ πείθοντας ὑπατείαν μὲν ἀμφοτέροις ὁμοῦ πράττειν, χρῆσθαι δὲ τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκε, παραλαμβάνοντα τὴν ἀρχήν, καὶ τὸ μειράκιον διοικεῖν4 ὀνόματος καὶ δόξης γλιχόμενον. ὡμολόγει δὲ Καῖσαρ αὐτὸς ὡς δεδιὼς κατάλυσιν καὶ κινδυνεύων ἔρημος γενέσθαι χρήσαιτο τῇ Κικέρωνος ἐν δέοντι φιλαρχίᾳ, προτρεψάμενος αὐτόν ὑπατείαν μετιέναι συμπράττοντος αὐτοῦ καὶ συναρχαιρεσιάζοντος.
しかし、アントニウスが敗れた一方で、二人の執政官が双方ともに戦死したため、軍勢はカエサルのもとに結集した。元老院は、若くして輝かしい幸運に恵まれたこの人物を恐れ、アントニウスが逃亡した今や先陣を切って戦う者を必要としないとして、名誉や報賞によって彼の軍勢を引き離し、その権力を削ごうと試みた。そのため、危機感を抱いたカエサルはキケロのもとに密使を送り、二人で共同の執政官職を追求し、キケロ自身が権力を掌握して自らの判断通りに国政を動かし、名声と栄誉だけを欲している若者(自分)を意のままに導くよう懇願し、説得させた。カエサル自身も、自軍の解体を恐れ、孤立無援となる危機に瀕したため、好機を捉えてキケロの権力欲を利用し、自らが協力し選挙運動を共にするから執政官に立候補するよう彼を促したのだと認めていた。
- 45.1προσεποίησε Καίσαρι νομίζοντα προσλαμβάνειν τῇ πολιτείᾳ τὴν ἐκείνου δύναμιν
主語は「アントニウスへの憎しみ」(τὸ πρὸς Ἀντώνιον μῖσος)および「名誉に弱い生来の気質」(ἡ φύσις ἥττων οὖσα τιμῆς)であり、動詞 προσεποίησε(与格を伴い「〜に結びつける」)の直接目的語は Κικέρωνα である。分詞 νομίζοντα は対格男性単数で、この直接目的語 Κικέρωνα と一致しており、「キケロが〜と思い込んでいたために」という理由あるいは付帯状況を表す。
- 45.2δῆλός ἐστιν οὐκ ἐλευθερίαν τῇ πατρίδι πράττων, ἀλλὰ δεσπότην φιλάνθρωπον αὑτῷ μνώμενος
δῆλός ἐστι +分詞(πράττων ... μνώμενος)による典型的な人称構文(形容詞の主格人称構文)。非人称の δῆλόν ἐστιν ὅτι(「〜であることは明白である」)に相当し、「彼が……を企てず、……を求めていることは明らかである」の意を表す。
- 45.4ἐπεὶ δʼ Ἀντώνιος μὲν ἥττητο... οὕτως ὁ Καῖσαρ φοβηθεὶς ὑπέπεμπε
長大な複文構造。接続詞 ἐπεὶ が導く従属部には、① Ἀντώνιος μὲν ἥττητο、② 独立属格(τῶν δʼ ὑπάτων... ἀποθανόντων)を伴う πρὸς Καίσαρα συνέστησαν αἱ δυνάμεις、③ 元老院の動向を示す主語・分詞・述語(δείσασα δʼ ἡ βουλὴ... ἐπειρᾶτο...)の3つの節が並列されており、これら全体の帰結・主節として οὕτως ὁ Καῖσαρ φοβηθεὶς ὑπέπεμπε が呼応する。
- 45.5παραλαμβάνοντα τὴν ἀρχήν, καὶ τὸ μειράκιον διοικεῖν
不定詞 χρῆσθαι および διοικεῖν は、分詞 πείθοντας の目的節(勧誘・説得の内容)を構成する。分詞 παραλαμβάνοντα は対格男性単数で、不定詞の意味上の主語であるキケロ(対格として想定される)に一致し、「(キケロが)権力を引き継ぎつつ国政を処遇し、少年を意のままに導く」という構図を表す。
