← プルタルコス

キケロ伝

§44.1-44.5

若きカエサルとの提携とキケロの予言的な夢

オクタウィアヌスは後見人たちと共にキケロと政治・軍事的な相互扶助の盟約を結び、キケロが彼を重用した背景として、かつてキケロが見た予言的な夢の逸話が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§44.1

ἐκ δὲ τούτου Φίλιππος ὁ τὴν μητέρα τοῦ νέου Καίσαρος ἔχων καὶ Μάρκελλος ὁ τὴν ἀδελφὴν ἀφικόμενοι μετὰ τοῦ νεανίσκου πρὸς τὸν Κικέρωνα συνέθεντο, Κικέρωνα μὲν ἐκείνῳ τὴν ἀπὸ τοῦ λόγου καὶ τὴν ἀπὸ τῆς πολιτείας δύναμιν ἔν τε τῇ βουλῇ καὶ τῷ δήμῳ παρέχειν, ἐκεῖνον δὲ Κικέρωνι τὴν ἀπὸ τῶν χρημάτων καὶ τῶν ὅπλων ἀσφάλειαν. ἤδη γὰρ οὐκ ὀλίγους τῶν ὑπὸ Καίσαρι στρατευσαμένων περὶ αὑτὸν εἶχε τὸ μειράκιον.

これを受けて、若いカエサルの母を妻とするフィリッポスと、姉を妻とするマルケッルスが、その若者を伴ってキケロのもとに赴き、協定を結んだ。すなわち、キケロは彼に対して元老院および民会において弁論と国政による力を提供し、彼はキケロに対して財産と軍備による安全を提供するというものであった。その少年は、カエサルのもとで従軍した者たちをすでに身辺に少なからず集めていたからである。

§44.2

ἐδόκει δὲ καὶ μείζων τις αἰτία γεγονέναι τοῦ τὸν Κικέρωνα δέξασθαι προθύμως τὴν Καίσαρος φιλίαν. ἔτι γὰρ, ὡς ἔοικε, Πομπηίου ζῶντος καὶ Καίσαρος ἔδοξε κατὰ τοὺς ὕπνους ὁ Κικέρων καλεῖν τινα1 τοὺς τῶν συγκλητικῶν παῖδας εἰς τὸ Καπιτώλιον, ὡς μέλλοντος ἐξ αὐτῶν ἕνα τοῦ Διὸς ἀποδεικνύειν τῆς Ῥώμης ἡγεμόνα·

さらに、キケロがカエサルの友情を熱心に受け入れたことには、より大きな理由もあったと思われる。どうやら、まだポンペイウスとカエサルが生きていた頃、キケロは夢の中で、ある者が元老院議員たちの子息をカピトリウムへと招集するのを見たように思えたからである。それは、ゼウスが彼らの中から一人をローマの指導者に任命しようとしているかのようであった。

§44.3

τοὺς δὲ πολίτας ὑπὸ σπουδῆς θέοντας ἵστασθαι περὶ τὸν νεών, καὶ τοὺς παῖδας ἐν ταῖς περιπορφύροις καθέζεσθαι σιωπὴν ἔχοντας, ἐξαίφνης δὲ τῶν θυρῶν ἀνοιχθεισῶν καθʼ ἕνα τῶν παίδων ἀνισταμένων κύκλῳ παρὰ τὸν θεὸν παραπορεύεσθαι, τὸν δὲ πάντας ἐπισκοπεῖν καὶ ἀποπέμπειν ἀχθομένους. ὡς δʼ οὗτος ἦν προσιὼν κατʼ αὐτόν, ἐκτεῖναι τὴν δεξιὰν καὶ εἰπεῖν ὦ Ῥωμαῖοι, πέρας ὑμῖν ἐμφυλίων πολέμων οὗτος ἡγεμὼν γενόμενος.2

そして市民たちは急いで駆け寄り神殿の周囲に立ち、少年たちは紫の縁取りのある衣を着て沈黙のうちに座っていた。すると突然扉が開き、少年たちが一人ずつ立ち上がっては神のそばを順に巡って通り過ぎたが、神は全員を見定めては落胆させて退去させていた。しかし、この若者が神の正面に進み出ると、神は右手を差し伸べて言った。 「ローマ人よ、この者が指導者となることが、汝らにとっての内戦の終結である」と。

§44.4

τοιοῦτόν φασιν ἐνύπνιον ἰδόντα τὸν Κικέρωνα τὴν μὲν ἰδέαν τοῦ παιδὸς ἐκμεμάχθαι καὶ κατέχειν ἐναργῶς, αὑτὸν δʼ οὐκ ἐπίστασθαι. μεθʼ ἡμέραν δὲ καταβαίνοντος εἰς τὸ πεδίον τὸ Ἄρειον αὐτοῦ, τοὺς παῖδας ἤδη γεγυμνασμένους ἀπέρχεσθαι, κἀκεῖνον ὀφθῆναι τῷ Κικέρωνι πρῶτον οἷος ὤφθη καθʼ ὕπνον, ἐκπλαγέντα δὲ πυνθάνεσθαι τίνων εἴη γονέων.

キケロはこのような夢を見て、その少年の容姿を心に深く刻みつけ鮮明に覚えていたものの、それが誰であるかは知らなかったという。しかし昼になって、キケロがカンプス・マルティウスへと下りて行ったとき、少年たちがちょうど鍛錬を終えて立ち去るところであり、あの少年がまさに夢で現れた通りの姿でキケロの目に初めて留まった。驚いたキケロは、誰を両親に持つのかと尋ねた。

§44.5

ἦν δὲ πατρὸς Ὀκταουΐου τῶν οὐκ ἄγαν ἐπιφανῶν, Ἀττίας δὲ μητρός,3 ἀδελφιδῆς Καίσαρος, ὅθεν Καῖσαρ αὐτῷ παῖδας οὐκ ἔχων ἰδίους τὴν οὐσίαν ἑαυτοῦ καὶ τὸν οἶκον ἐν ταῖς διαθήκαις ἔδωκεν. ἐκ τούτου φασὶ τὸν Κικέρωνα τῷ παιδὶ κατὰ τὰς ἀπαντήσεις ἐντυγχάνειν ἐπιμελῶς, κἀκεῖνον οἰκείως δέχεσθαι τὰς φιλοφροσύνας καὶ γὰρ ἐκ τύχης αὐτῷ γεγονέναι συμβεβήκει Κικέρωνος ὑπατεύοντος.

彼は、それほど顕著ではない家柄のオクタウィウスを父とし、カエサルの姪アッティアを母としていた。それゆえにカエサルは自身に実子がいなかったため、遺言によって自らの財産と家を彼に遺贈したのであった。これ以来、キケロは行き会うたびにその少年に熱心に声をかけ、少年もまた親密にその好意を受け入れたという。実際、彼が生まれたのは偶然にもキケロが執政官を務めていた年のことであった。

構文注3 件
  1. 44.2ἔδοξε κατὰ τοὺς ὕπνους ὁ Κικέρων καλεῖν τινα

    動詞 δοκέω の人称構文(personal construction)。非人称的に「キケロに対して〜と思われた」と取るのではなく、主語 ὁ Κικέρων を主格のまま立てて「キケロは(夢の中で)誰かが呼んでいるのを見たように思えた/夢に見た」という構文を形成している。間接話法の不定詞 καλεῖν の意味上の主語は 不定代名詞対格の τινα である。

  2. 44.3πέρας ὑμῖν ἐμφυλίων πολέμων οὗτος ἡγεμὼν γενόμενος

    コピュラ(ἐστί または ἔσται)の省略を伴う名詞述語文。名詞 οὗτος と分詞 γενόμενος が結びつき、「この者が指導者となること」という事象全体を主語的に表すか(ラテン語の ab urbe condita 構文に相当)、あるいは「指導者となったこの者こそが内戦の終結(をもたらす者)である」と述語的に取る。いずれの言語でも「この者が指導者となることが内乱の終結である」という因果関係を反映させている。

  3. 44.5ἦν δὲ πατρὸς Ὀκταουΐου τῶν οὐκ ἄγαν ἐπιφανῶν, Ἀττίας δὲ μητρός

    出自・血統を表す属格(genitive of origin / parentage)。動詞 εἰμί と結びつき、「〜を父とし、〜を母とする」の意を表す。後続の τῶν οὐκ ἄγαν ἐπιφανῶν は父 Ὀκταουΐου を修飾・限定する部分属格的な限定表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:44.1-44.5