- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:53.1-53.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カトは内乱の勃発以降、終生喪に服す誓いを立て、シキリアを無用な戦火から守るため戦わずに退去してポンペイウスに合流する。彼は戦況の長期化による和平模索と、無用な略奪や同胞殺害を禁じる人道的布告の実現に尽力する。
ἀπʼ ἐκείνης δὲ λέγεται τῆς ἡμέρας μήτε κεφαλὴν ἔτι κείρασθαι μήτε γένεια μήτε στέφανον ἐπιθέσθαι, πένθους δὲ καὶ κατηφείας καὶ βαρύτητος ἐπὶ ταῖς συμφοραῖς τῆς πατρίδος ἓν σχῆμα νικώντων ὁμοίως καὶ νικωμένων1 ἄχρι τελευτῆς διαφυλάξαι. τότε δὲ κλήρῳ λαχὼν Σικελίαν διέβη μὲν εἰς Συρακούσας, πυθόμενος δὲ Ἀσίννιον Πολλίωνα παρὰ τῶν πολεμίων ἀφῖχθαι μετὰ δυνάμεως εἰς Μεσσήνην ἔπεμψε, λόγον ἀπαιτῶν παρʼ αὐτοῦ τῆς διαβάσεως.
その日以来、彼は二度と頭髪を刈ることも髭を剃ることもなく、冠を戴くこともせず、祖国の災厄に際して悲嘆と沈鬱と重々しさのただ一つの姿を、味方が勝とうと負けようと死に至るまで保ち続けたと言われている。その当時、彼は籤引きによってシキリアを引き当ててシラクサへ渡ったが、敵方のアシンニウス・ポッリオが軍勢を率いてメッセネに到着したと知ると、使者を送って彼に渡航の理由を釈明するよう求めた。
ἀνταπαιτηθεὶς δὲ λόγον ὑπʼ ἐκείνου τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ Πομπήϊον ἀκούσας ἐκλελοιπότα παντελῶς Ἰταλίαν ἐν Δυρραχίῳ στρατοπεδεύειν, πολὺν ἔφη περὶ τὰ θεῖα πλάνον εἶναι καὶ ἀσάφειαν, εἰ Πομπήϊον ἐν οἷς ὑγιὲς οὐδὲν οὐδὲ δίκαιον ἔπραττεν ἀήττητον γενόμενον νῦν, ὅτε τὴν πατρίδα βούλεται σῴζειν καὶ τῆς ἐλευθερίας ὑπερμάχεται, προλέλοιπε τὸ εὐτυχεῖν.2
しかし彼から逆に情勢の激変についての釈明を求められ、またポンペイウスがイタリアを完全に放棄してデュッラキウムに布陣していると聞くと、不健全かつ不正なことばかりを行っていた頃には不敗であったポンペイウスを、祖国を救おうとし自由のために奮闘している今になって幸運が見放すとは、神慮をめぐって大きな迷いと曖昧さがある、とカトは述べた。
Ἀσίννιον μὲν οὖν ἔφη δυνατὸς εἶναι Σικελίας ἐκβαλεῖν,3 ἄλλης δὲ μείζονος ἐπερχομένης δυνάμεως οὐ βούλεσθαι τὴν νῆσον ἐμπολεμῶν ἀπολέσαι, χωρεῖν δὲ πρὸς τὸ κρατοῦν καὶ σῴζεσθαι παραινέσας Συρακουσίοις ἐξέπλευσεν. ἀφικόμενος δὲ πρὸς Πομπήϊον ἀεὶ μὲν εἴχετο μιᾶς γνώμης, χρονοτριβεῖν τὸν πόλεμον, ἐλπίζων διαλύσεις καὶ μὴ βουλόμενος ἐν ἀγῶνι χείρω γενομένην τὴν πόλιν αὐτὴν ὑφʼ αὑτῆς παθεῖν τὰ ἔσχατα, σιδήρῳ διακριθεῖσαν.
そして、アシンニウスをシキリアから追い払うことは可能であるが、別のより大規模な軍勢が迫り来るなか、戦争に巻き込んでこの島を破滅させることは望まないと言い、シラクサ人たちには優勢な側に身を寄せて保身を図るよう勧めてから出航した。ポンペイウスのもとに到着してからも、彼は終始一つの考えに固執し、和解を期待して戦争を引き延ばそうとし、戦いの中で劣勢となった国家が刃によって決着をつけられ、自らの手で最悪の破滅を被ることを望まなかった。
ἄλλα δὲ τούτων ἀδελφὰ Πομπήϊον ἔπεισε καὶ τοὺς συνέδρους ψηφίσασθαι, μήτε πόλιν ὑπήκοον Ῥωμαίων διαρπάζειν μήτε ἄνδρα Ῥωμαῖον ἔξω παρατάξεως ἀναιρεῖν ἃ καὶ δόξαν ἤνεγκε καὶ προσηγάγετο πολλοὺς τῇ Πομπηΐου μερίδι, τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ ἥμερον ἀσπασαμένους.
さらに彼はこれと同種の方針として、ローマに従属する都市を略奪せず、戦闘の場を離れてローマ人を殺害しないことをポンペイウスと評議員たちに説得して議決させた。このことは名声をもたらし、カトの寛大さと温和さを歓迎した多くの人々をポンペイウス陣営に引き寄せることとなった。
- 53.1νικώντων ὁμοίως καὶ νικωμένων
意味上の主語が明示されていない独立属格構文。「自陣営の軍勢が勝とうと負けようと」という状況を示す非人称・一般化用法。分詞 νικώντων と νικωμένων の対比によって、戦況の成否を問わず常に喪に服し続けた姿勢を強調している。
- 53.2εἰ Πομπήϊον ἐν οἷς ὑγιὲς οὐδὲν οὐδὲ δίκαιον ἔπραττεν ἀήττητον γενόμενον νῦν, ὅτε τὴν πατρίδα βούλεται σῴζειν καὶ τῆς ἐλευθερίας ὑπερμάχεται, προλέλοιπε τὸ εὐτυχεῖν.
驚きや不条理を示す感情の表現に伴う εἰ 節(「〜とは」)。主節の述部 προλέλοιπε(動詞)と τὸ εὐτυχεῖν(主語)に対して、目的語となる対格名詞句 Πομπήϊον ... ἀήττητον γενόμενον が節の冒頭に前置され、長い挿入関係節群(ἐν οἷς ... / ὅτε ...)によって主語・動詞から大きく離隔されている(ハイパーバトン)。骨格は「τὸ εὐτυχεῖν προλέλοιπε Πομπήϊον(幸運がポンペイウスを見放した)」。
- 53.3Ἀσίννιον μὲν οὖν ἔφη δυνατὸς εἶναι Σικελίας ἐκβαλεῖν
間接話法における主格不定詞構文(nominativus cum infinitivo)。不定詞 εἶναι の主語が伝達動詞 ἔφη の主語(カト自身)と同一であるため、補語が対格 δυνατὸν ではなく主格 δυνατὸς となっている。また Σικελίας は動詞 ἐκβαλεῖν(追放する)に伴う分離の属格。
