- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:52.1-52.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルの進軍を受けて元老院とポンペイウスは事態を予見していたカトに頼り、カトはポンペイウスに全権を委ねるよう助言する。ポンペイウス脱出後、カトは富裕な寡婦となっていたマルキアと再婚して家族の世話を託し、自身はポンペイウスに合流する。
ὡς δὲ Ἀρίμινον κατείληπτο καὶ Καῖσαρ κατηγγέλλετο μετὰ στρατιᾶς ἐλαύνειν ἐπὶ τὴν πόλιν, ἐνταῦθα δὴ πάντες ἐπʼ ἐκεῖνον ἀφεώρων, οἵ τε πολλοὶ καὶ Πομπήϊος, ὡς μόνον μὲν ἐξ ἀρχῆς προαισθόμενον, πρῶτον δὲ φανερῶς προειπόντα τὴν Καίσαρος γνώμην.
しかしアリミヌムが占領され、カエサルが軍勢を率いて都へ進軍していると報じられると、その時こそ民衆もポンペイウスも、すべての者が彼に目を向けた。最初から一人だけ事態を予見し、最初にカエサルの意図を公に予告した人物としてである。
εἶπεν οὖν ὁ Κάτων· ἀλλὰ εἴ γε οἷς ἐγὼ προὔλεγον ἀεὶ καὶ συνεβούλευον ἐπείσθη τις ὑμῶν, ἄνδρες, οὔτʼ ἂν ἕνα ἐφοβεῖσθε νῦν οὔτε ἐν ἑνὶ τὰς ἐλπίδας εἴχετε. Πομπηΐου δὲ εἰπόντος μαντικώτερα μὲν εἰρῆσθαι Κάτωνι, φιλικώτερα δὲ αὐτῷ πεπρᾶχθαι, συνεβούλευεν ὁ Κάτων ἑνὶ Πομπηΐῳ τὰ πράγματα τὴν σύγκλητον ἐγχειρίσαι· τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν.1
そこでカトは言った。 「しかし、諸君、もし私の常に予告し助言していたことに諸君の誰かが従っていたなら、今一人の男を恐れることも、一人の男に希望を託すこともなかったであろうに。」 ポンペイウスが、カトの言葉はより予言的であったが、自分自身の行動はより友誼に満ちたものであったと述べると、カトは元老院に対し、政務をポンペイウス一人の手に委ねるよう助言した。大いなる災厄を引き起こした者たちこそが、それを終息させる役目をも担うべきだからである。
ὁ μὲν οὖν Πομπήϊος οὔτε δύναμιν ἔχων ἑτοίμην οὔτε οὓς κατέλεγε τότε προθύμους ὁρῶν ἐξέλιπε τὴν Ῥώμην, ὁ δὲ Κάτων ἕπεσθαι καὶ συμφεύγειν ἐγνωκώς τὸν μὲν νεώτερον υἱὸν εἰς Βρεττίους ὑπεξέθετο πρὸς Μουνάτιον, τὸν δὲ πρεσβύτερον εἶχε σὺν ἑαυτῷ. τῆς οἰκίας καὶ τῶν θυγατέρων κηδεμόνος δεομένων ἀνέλαβε πάλιν τὴν Μαρκίαν χηρεύουσαν ἐπὶ χρήμασι πολλοῖς· ὁ γὰρ Ὁρτήσιος θνῄσκων ἐκείνην ἀπέλιπε κληρονόμον.
そこでポンペイウスは、手元に即応できる戦力がなく、当時召集していた者たちにも熱意が見られないのを見て、ローマを脱出した。カトは彼に従って共に逃亡することを決意し、下の息子をブルッティイ地方へムナティウスのもとに避難させ、上の息子を手元に留めた。また、家庭と娘たちに庇護者が必要であったため、莫大な財産を伴って寡婦となっていたマルキアを再び引き取った。ホルテンシウスが死に臨んで彼女を遺産相続人として遺していたからである。
εἰς ὃ δὴ μάλιστα λοιδορούμενος ὁ Καῖσαρ τῷ Κάτωνι2 φιλοπλουτίαν προφέρει καὶ μισθαρνίαν ἐπὶ τῷ γάμῳ. τί γὰρ ἔδει παραχωρεῖν δεόμενον γυναικός ἢ τί μὴ δεόμενον αὖθις ἀναλαμβάνειν, εἰ μὴ δέλεαρ ἐξ ἀρχῆς ὑφείθη τὸ γύναιον Ὁρτησίῳ καὶ νέαν ἔχρησεν, ἵνα πλουσίαν ἀπολάβῃ; πρὸς μὲν οὖν ταῦτα μετρίως ἔχει τὸ Εὐριπίδειον ἐκεῖνο· "πρῶτον μὲν οὖν τἄρρητʼ·3 ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, ὦ Ἡράκλεις·"
これについてカエサルはカトを極力罵倒し、その婚姻における利得への執着と金銭欲を責め立てた。「もし初めからホルテンシウスへの餌としてあの女を差し向け、若い盛りに貸し与えて、富裕になったところで取り戻すためでなかったとすれば、妻を必要としていたのに手放す必要がどこにあったのか、あるいは必要としていなかったのに再び引き取る必要がどこにあったのか」と。これに対しては、あのエウリピデスの詩句を引き合いに出せば十分であろう。 「まずもって、口にすべきでないことだ。そなたの臆病など、 口にするのも恥ずべきことと私は思っているのだから、ヘラクレスよ。」
ὅμοιον γάρ ἐστι τῷ Ἡρακλεῖ μαλακίαν ὀνειδίζειν καὶ κατηγορεῖν αἰσχροκέρδειαν Κάτωνος, εἰ δὲ ἄλλῃ πη μὴ καλῶς πέπρακται τὰ περὶ τὸν γάμον, ἐπισκεπτέον. ἐγγυησάμενος γὰρ τὴν Μαρκίαν ὁ Κάτων, καὶ τὸν οἶκον ἐπιτρέψας ἐκείνῃ καὶ τὰς θυγατέρας, αὐτὸς ἐδίωκε Πομπήϊον.
ヘラクレスの軟弱さを責めるのと、カトの不当な利欲を告発するのとは同様であるからだ。しかし、この婚姻に関する事柄が別の点で適切になされなかったかどうかは、吟味されるべきであろう。カトはマルキアと婚約を交わし、家と娘たちを彼女に委ねると、自らはポンペイウスの後を追ったのである。
- 52.2τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν
属格 τῶν αὐτῶν は動詞 εἶναι の述語属格(所有・職分・性質の属格)であり、「〜の性質・職分である」を表す。不定詞 ποιεῖν と παύειν がこの文の主語として機能している(「大いなる悪を引き起こすことも、それを終わらせることも、同一の者たちに属する/の役目である」)。
- 52.4εἰς ὃ δὴ μάλιστα λοιδορούμενος ὁ Καῖσαρ τῷ Κάτωνι
関係代名詞 ὅ は直前で述べられたマルキアとの再婚の件全体を指す先行詞なき名詞化代名詞。前置詞 εἰς は「〜に関して」「〜の点において」という批判の論点を表す。λοιδορέομαι は中動態で与格(τῷ Κάτωνι)を伴い「〜を罵倒する」を意味する。
- 52.4πρῶτον μὲν οὖν τἄρρητʼ
エウリピデスの悲劇からの引用(『狂えるヘラクレス』174行)。τἄρρητα は τὰ ἄρρητα の縮約形(crasis)で、主節の動詞(λέξω 等)が省略されており、「まずもって言及するに値しないこと/口にすべきでないことを(語ろう)」という意味の決まり文句的構文。
