- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:3.1-3.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プルタルコスは小カトーが過度の剛直さゆえに時勢に適さなかったことを時ならぬ果実に喩え、国政の舵取りから退けられながらも運命に抗したカトーとフォキオンの徳の精妙な共通性と差異を比較の主題として提示する。
ταῦτα δὲ καὶ Κάτωνι τῷ νέῳ συνέβη, καὶ γὰρ οὗτος οὐ πιθανὸν ἔσχεν οὐδὲ προσφιλὲς ὄχλῳ τὸ ἦθος, οὐδὲ ἤνθησεν ἐν τῇ πολιτείᾳ πρὸς χάριν· ἀλλʼ ὁ μὲν Κικέρων φησὶν αὐτὸν ὥσπερ ἐν τῇ Πλάτωνος πολιτείᾳ καὶ οὐκ ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ1 τῆς ὑπατείας ἐκπεσεῖν, ἐμοὶ δὲ ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθʼ ὥραν ἐκφανεῖσι καρποῖς.2
こうしたことは小カトーにも生じた。実に彼もまた、群衆にとって説得力があり親しみやすい気性を持たず、歓心を買って国政で頭角を現すこともなかった。キケロは、彼がロムルスの沈殿物においてではなく、あたかもプラトンの国家において国政に携わっているかのようであったために執政官職を逃したのだと言っているが、私には、彼が時ならぬ季節に現れた果実と同じ運命を被ったように思われる。
ὡς γὰρ ἐκείνους ἡδέως ὁρῶντες καὶ θαυμάζοντες οὐ χρῶνται, οὕτως ἡ Κάτωνος ἀρχαιοτροπία διὰ χρόνων πολλῶν ἐπιγενομένη βίοις διεφθορόσι καὶ πονηροῖς ἔθεσι δόξαν μὲν εἶχε μεγάλην καὶ κλέος, οὐκ ἐνήρμοσε δὲ ταῖς χρείαις διὰ βάρος καὶ μέγεθος τῆς ἀρετῆς ἀσύμμετρον τοῖς καθεστῶσι καιροῖς.
というのも、人々はそうした果実を喜んで眺め驚嘆しつつも口にしないように、長い年月の後に腐敗した生と邪悪な風習のもとに現れたカトーの古風な気質は、大いなる評判と名声を得たものの、当時の時勢と釣り合わないその徳の重みと大きさのゆえに、実用には適さなかったのである。
καὶ γὰρ αὐτὸς οὐ κεκλιμένης μὲν ἤδη τῆς πατρίδος, ὥσπερ ὁ Φωκίων, πολὺν δὲ χειμῶνα καὶ σάλον ἐχούσης, ὅσον ἱστίων καὶ κάλων ἐπιλαβέσθαι καὶ παραστῆναι τοῖς πλέον δυναμένοις πολιτευσάμενος, οἰάκων δὲ καὶ κυβερνήσεως ἀπωσθείς, ὅμως μέγαν ἀγῶνα τῇ τύχῃ περιέστησεν. εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν διʼ ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι διὰ Κάτωνα3 καὶ τὴν Κάτωνος ἀρετήν·
実に彼自身も、祖国がフォキオンの時のようにはいまだ完全に傾いてはいなかったものの、大いなる嵐と動揺のただ中にあったとき、帆や綱をつかみ、より大きな権力を持つ者たちの傍らに立つ程度に政治に関与し、舵や操船からは退けられながらも、運命に対して大いなる戦いを挑んだのである。なぜなら、運命は他の者たちを通じて国政を奪い打ち倒したものの、カトーとカトーの徳によって、〔国政が〕あと少しで打ち勝つところまで行った末に、辛うじて、遅々として、長い時間をかけてしか打ち倒せなかったからである。
ᾗ παραβάλλομεν τὴν Φωκίωνος, οὐ κατὰ κοινὰς ὁμοιότητας, ὡς ἀγαθῶν καὶ πολιτικῶν ἀνδρῶν ἔστι γὰρ ἀμέλει καὶ ἀνδρείας διαφορὰ πρὸς ἀνδρείαν, ὡς τῆς Ἀλκιβιάδου πρὸς τὴν Ἐπαμεινώνδου, καὶ φρονήσεως πρὸς φρόνησιν, ὡς τῆς Θεμιστοκλέους πρὸς τὴν Ἀριστείδου, καὶ δικαιοσύνης πρὸς δικαιοσύνην, ὡς τῆς Νομᾶ πρὸς τὴν Ἀγησιλάου.
我々がフォキオンの徳を比べるのは、このカトーの徳に対してである。それも、善き男たち、政治に携わる者たちとしての一般的な類似によるのではない。実に、アルキビアデスの勇気とエパメイノンダスの勇気、テミストクレスの思慮とアリステイデスの思慮、ヌマの正義とアゲシラオスの正義のように、勇気と勇気、思慮と思慮、正義と正義の間にも当然差異はあるからである。
τούτων δὲ τῶν ἀνδρῶν αἱ ἀρεταὶ μέχρι τῶν τελευταίων καὶ ἀτόμων διαφορῶν ἕνα χαρακτῆρα καὶ μορφὴν καὶ χρῶμα κοινὸν ἤθους ἐγκεκραμένον ἐκφέρουσιν, ὥσπερ ἴσῳ μέτρῳ μεμιγμένου πρὸς τὸ αὐστηρὸν τοῦ φιλανθρώπου4 καὶ πρὸς τὸ ἀσφαλὲς τοῦ ἀνδρείου, καὶ τῆς ὑπὲρ ἄλλων μὲν κηδεμονίας, ὑπὲρ αὐτῶν δὲ ἀφοβίας, καὶ πρὸς μὲν τὸ αἰσχρὸν εὐλαβείας, πρὸς δὲ τὸ δίκαιον εὐτονίας συνηρμοσμένης ὁμοίως· ὥστε λεπτοῦ πάνυ λόγου δεῖσθαι καθάπερ ὀργάνου πρὸς διάκρισιν καὶ ἀνεύρεσιν τῶν διαφερόντων.
しかし、これら二人の男たちの徳は、最後の分割できない差異に至るまで、気性に混和された一つの単一な性格、形姿、共通の色彩を表し出している。あたかも人間愛が厳格さと、勇敢さが慎重さと等しい尺度で混和され、他人のための配慮と自分自身についての恐れなさ、醜悪なことへの警戒と正しいことへの堅固な熱意が同様に調和しているかのようである。それゆえ、その相違点を見分け発見するためには、まるで器具のように極めて精妙な言論を必要とするのである。
- 3.1ἐν τῇ Ῥωμύλου πολιτευόμενον ὑποστάθμῃ
キケロのアッティクス宛書簡(Att. 2.1.8)にある有名な語句(tanquam in Platonis politeia, non tanquam in Romuli faece sententiam dixit)を踏まえた表現。ὑποστάθμη は沈殿物・澱みを意味し、「ロムルスの澱み(腐敗したローマ社会)の中ではなくプラトンの国家において国政を行うかのようであった」という対比をなす。
- 3.1ταὐτὸ δοκεῖ παθεῖν τοῖς μὴ καθʼ ὥραν ἐκφανεῖσι καρποῖς
ταὐτό は動詞 παθεῖν の目的語であり、与格 τοῖς ... καρποῖς は ὁ αὐτός (同一の)に後続する同等・比較の与格。「時ならぬ季節に現れた果実と同じこと(運命)を被る」の意。カトーの存在が時代遅れ(あるいは時代に先立ちすぎた)貴品として賞賛されつつも用いられなかったあり方を表す。
- 3.3εἷλε μὲν γὰρ καὶ κατέβαλε τὴν πολιτείαν διʼ ἄλλους, μόλις δὲ καὶ βραδέως καὶ χρόνῳ πολλῷ καὶ παρὰ μικρὸν ἐλθοῦσαν περιγενέσθαι διὰ Κάτωνα
文の主語は直前の文脈にある ἡ τύχη(運命)。εἷλε と κατέβαλε の目的語は τὴν πολιτείαν。続く μόλις δὲ 以下は前の動詞 εἷλε と κατέβαλε を補って解し、対格分詞 ἐλθοῦσαν は τὴν πολιτείαν を修飾し、不定詞 περιγενέσθαι は慣用句 παρὰ μικρὸν ἐλθοῦσαν に従属する(「国家があと少しで打ち勝つ[生き残る]ところまで行った」)。運命が国政を打ち倒したものの、カトーの徳があったために、国家がほぼ勝利を収めかけるところまで追い詰められ、運命も辛うじて長い時間をかけてしか勝てなかったという激しいせめぎ合いを描く。
- 3.5ὥσπερ ἴσῳ μέτρῳ μεμιγμένου πρὸς τὸ αὐστηρὸν τοῦ φιλανθρώπου
μεμιγμένου は中性単数属格の受動分詞で、中性名詞化された属格 τοῦ φιλανθρώπου(および続く τοῦ ἀνδρείου)を主語とする独立属格構文をなし(後続の συνηρμοσμένης の独立属格と並列)、πρὸς τὸ αὐστηρόν を伴って「人間愛(親愛の情)が厳格さと等しい尺度で混和されているかのように」の意を表す。
