← プルタルコス

ポキオン伝

§2.1-2.5

逆境の民衆心理と理想的な統治の調和

逆境にある民衆が過敏さゆえに直言を受け入れられなくなる心理を指摘し、理想的な統治とは硬直した対立や無原則な迎合ではなく、太陽の軌道のように威厳と寛容を調和させた柔軟な指導であると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1

καίτοι δοκοῦσιν οἱ δῆμοι μᾶλλον εἰς τοὺς ἀγαθοὺς ἐξυβρίζειν ὅταν εὐτυχῶσιν, ὑπὸ πραγμάτων μεγάλων καὶ δυνάμεως ἐπαιρόμενοι· συμβαίνει δὲ τοὐναντίον, αἱ γὰρ συμφοραὶ πικρὰ μὲν τὰ ἤθη καὶ μικρόλυπα καὶ ἀκροσφαλῆ πρὸς ὀργὰς ποιοῦσι, δύσκολον δὲ τὴν ἀκοὴν καὶ τραχεῖαν, ὑπὸ παντὸς λόγου καὶ ῥήματος τόνον ἔχοντος ἐνοχλουμένην ὁ δὲ ἐπιτιμῶν τοῖς ἐξαμαρτανομένοις ἐξονειδίζειν τὰ δυστυχήματα δοκεῖ, καὶ καταφρονεῖν ὁ παρρησιαζόμενος.

もっとも、民衆は順境にあるときこそ、偉大な事業や力に思い上がって善き人々に対して傲慢にふるまうと思われがちである。しかし実際にはその逆が起こる。というのも、災厄は人々の気性を苦々しく、些細なことにも傷つきやすく、怒りに傾きやすいものにし、その耳を気難しく荒々しいものにして、強い調子を帯びたあらゆる言葉や言論によって苛立たせるからである。そして、過ちを咎める者はその不運を嘲り罵っているように思われ、率直に語る者は侮蔑しているように思われるのである。

§2.2

καὶ καθάπερ τὸ μέλι λυπεῖ τὰ τετρωμένα καὶ ἡλκωμένα μέρη τοῦ σώματος, οὕτως πολλάκις οἱ ἀληθινοὶ καὶ νοῦν ἔχοντες λόγοι δάκνουσι καὶ παροξύνουσι τοὺς κακῶς πράττοντας, ἐὰν μὴ προσηνεῖς ὦσι καὶ συνείκοντες, ὥσπερ ἀμέλει τὸ ἡδὺ μενοεικὲς ὁ ποιητὴς κέκληκεν, ὡς τῷ ἡδομένῳ τῆς ψυχῆς ὑπεῖκον καὶ μὴ μαχόμενον μηδʼ ἀντιτυποῦν.

また、あたかも蜂蜜が身体の傷ついた部分やただれた部分を痛めるように、真実で思慮に富む言論もしばしば、温和で柔軟に従うものでないかぎり、逆境にある人々を刺し苛立たせる。じっさい詩人も、心地よいものを、魂の喜ぶところに従い、抗わず反発しないものだとして「心に適う」と呼んでいるとおりである。

§2.3

καὶ γὰρ ὄμμα φλεγμαῖνον ἥδιστα τοῖς σκιεροῖς καὶ ἀλαμπέσιν ἐνδιατρίβει χρώμασι, τὰ δὲ αὐγὴν ἔχοντα καὶ φῶς ἀποστρέφεται, καὶ πόλις ἐν τύχαις ἀβουλήτοις γενομένη ψοφοδεὲς καὶ τρυφερόν ἐστι διʼ ἀσθένειαν ἀνέχεσθαι παρρησίας,1 ὅτε μάλιστα δεῖται, τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων,2 διὸ πάντῃ σφαλερὸν ἡ τοιαύτη πολιτεία· συναπόλλυσι γὰρ τὸν πρὸς χάριν λέγοντα καὶ προαπόλλυσι τὸν μὴ χαριζόμενον.

実に、炎症を起こした目が日陰の光のない色彩に最も好んで留まり、輝きと光を持つものを避けるように、望まぬ境遇に陥ったポリスもまた、事態が過ちを取り戻す余地を与えず、直言が最も必要とされるそのときに、弱さのゆえに臆病で過敏となり、直言に耐えられなくなる。それゆえ、このような国政はどこをとっても極めて危うい。というのも、それは歓心を買おうと語る者を道連れにして滅ぼし、媚び諂わない者を先に滅ぼすからである。

§2.4

ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν μήτε ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον ὑγρὰν καὶ εὐκαμπῆ καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοσίοις ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον, ἡ δὲ ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτα ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος,3 ἐργώδης δὲ καὶ χαλεπὴ καὶ τὸ σεμνὸν ἔχουσα τῷ ἐπιεικεῖ δύσμικτον· ἐὰν δὲ μιχθῇ, τοῦτό ἔστιν ἡ πάντων μὲν ῥυθμῶν, πασῶν δὲ ἁρμονιῶν ἐμμελεστάτη καὶ μουσικωτάτη κρᾶσις, ᾗ καὶ τὸν κόσμον ὁ θεὸς λέγεται διοικεῖν, οὐ βιαζόμενος, ἀλλὰ πειθοῖ καὶ λόγῳ παράγων τὴν ἀνάγκην.

それゆえ、天文学者たちが太陽について、天と同じ運動で巡ることもなく、また真っ向から反対で逆行する運動でもなく、斜めに傾いた運行の軌道をとることで、柔軟でしなやかに旋回する螺旋を描き、それによって万物が保たれ最善の調和を得ると述べるように、国政においても、あまりに直截で公衆の意向にことごとく逆らうような態度は冷酷で頑なであり、逆にまた、多数の者が過ちを犯すことに引きずられ、ともに傾き流されるような態度は危険で転落しやすい。これに対して、従う者には折れて譲歩し、歓心を与える一方で、次いで有益なことを要求するような人間統御の舵取り――人々は、すべてを専制的に力ずくで導かれさえしなければ、多くのことを穏やかに有益に尽くすものであるが――こそは救いをもたらす。しかしそれは骨が折れ困難であり、威厳と寛容とを調和させがたい。だがもし調和するならば、これこそがあらゆるリズム、あらゆる調和のうちで最も調律に適い、最もムーサ的な混和であり、神もこの混和によって、力ずくではなく、説得と理性によって必然性を導きながら宇宙を統治していると言われるのである。

構文注3 件
  1. 2.3ψοφοδεὲς καὶ τρυφερόν ἐστι διʼ ἀσθένειαν ἀνέχεσθαι παρρησίας

    主語である女性名詞 πόλις に対し、述語形容詞 ψοφοδεὲς καὶ τρυφερόν が中性単数形をとっているのは、都市の状態や性質を客観的・抽象的な事態として述べる表現である。後続する不定詞 ἀνέχεσθαι はこれらの形容詞を限定し、「直言に耐えるにはあまりに臆病で過敏である(臆病で過敏なため耐えられない)」という限定・結果の意味を表している。

  2. 2.3τῶν πραγμάτων ἀναφορὰν ἁμαρτήματος οὐκ ἐχόντων

    独立属格構文。ἁμαρτήματος は名詞 ἀναφορά に対する目的格的属格であり、ここでの ἀναφορά は「回復・取り消し・やり直し」の意。「事態が一度犯した過ちのやり直しを許さない状況にあるなかで」という、ポリスが直言を必要としながらも耐えられない時間的・理由的背景を明示している。

  3. 2.4ὥσπερ οὖν τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν μήτε ἄντικρυς ἐναντίαν καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον ὑγρὰν καὶ εὐκαμπῆ καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν, οὕτως ἄρα τῆς πολιτείας ὁ μὲν ὄρθιος ἄγαν καὶ πρὸς ἅπαντα τοῖς δημοσίοις ἀντιβαίνων τόνος ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον οἷς ἁμαρτάνουσιν οἱ πολλοὶ καὶ συνεπιρρέπον, ἡ δὲ ἀνθυπείκουσα πειθομένοις καὶ διδοῦσα τὸ πρὸς χάριν, εἶτα ἀπαιτοῦσα τὸ συμφέρον ἐπιστασία καὶ κυβέρνησις ἀνθρώπων πολλὰ πρᾴως καὶ χρησίμως ὑπουργούντων, εἰ μὴ πάντα δεσποτικῶς καὶ βιαίως ἄγοιντο, σωτήριος

    太陽の黄道傾斜運動を比喩とする長大な構文。主節(οὕτως ἄρα 以下)では動詞 ἐστί が省略されつつ 3 つの統治態度が対比されている。(1) 極端に厳格な態度(ὁ μὲν ... τόνος [ἐστὶν] ἀπηνὴς καὶ σκληρός)、(2) 大衆の誤りに流される態度(ὥσπερ αὖ πάλιν ἐπισφαλὲς ... [ἐστὶ] τὸ συνεφελκόμενον ...)、(3) 譲歩と要求を巧みに組み合わせる中庸の指導体制(ἡ δὲ ... ἐπιστασία καὶ κυβέρνησις ... [ἐστὶ] σωτήριος)。太陽の運動様態と統治のあり方が精緻に対応している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:2.1-2.5