← プルタルコス

アレクサンドロス大王伝

§7.1-7.5

アリストテレースの招聘と秘儀的学問の教授

ピリッポスはアレクサンドロスの教育を重んじてアリストテレースを招聘し、謝礼として故郷スタゲイラを再興した。アレクサンドロスは哲学の秘儀的教えまでも学んだが、後にその公刊を知って師に抗議し、アリストテレースから弁明を受けた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.1

καθορῶν δὲ τὴν φύσιν αὐτοῦ δυσκίνητον μὲν οὖσαν ἐρίσαντος μὴ βιασθῆναι,1 ῥᾳδίως δὲ ἀγομένην ὑπὸ λόγου πρὸς τὸ δέον, αὐτός τε πείθειν ἐπειρᾶτο μᾶλλον ἢ προστάττειν, καὶ τοῖς περὶ μουσικὴν καὶ τὰ ἐγκύκλια παιδευταῖς οὐ πάνυ τι πιστεύων τὴν ἐπιστασίαν αὐτοῦ καὶ κατάρτισιν, ὡς μείζονος οὖσαν πραγματείας καὶ κατὰ τὸν Σοφοκλέα "πολλῶν χαλινῶν ἔργον οἰάκων θʼ ἅμα,"

また、彼の気質が、抗えば無理強いされることには従わないものの、理屈によってなされるべきことへと容易に導かれることを見て取ると、ピリッポス自身も命じるよりは説得しようと努め、彼の監督と育成を音楽や一般教養の教師たちに任せきりにすることはせず、それがより大いなる仕事であり、ソポクレースの言うように「多くの手綱と同時に舵の働き」

§7.2

μετεπέμψατο τῶν φιλοσόφων τὸν ἐνδοξότατον καὶ λογιώτατον Ἀριστοτέλην, καλὰ καὶ πρέποντα διδασκάλια τελέσας αὐτῷ. τὴν γὰρ Σταγειριτῶν πόλιν, ἐξ ἧς ἦν Ἀριστοτέλης, ἀνάστατον ὑπʼ αὐτοῦ γεγενημένην συνῴκισε πάλιν, καὶ τοὺς διαφυγόντας ἢ δουλεύοντας τῶν πολιτῶν ἀποκατέστησε.

であるとして、哲学者たちの中で最も名高く最も博識なアリストテレースを招き寄せ、彼に美しく相応しい謝礼を支払った。すなわち、アリストテレースの出身地であり、かつて自らによって破壊された町スタゲイラを再び復興し、逃亡したり奴隷となっていた市民たちを呼び戻したのである。

§7.3

σχολὴν μὲν οὖν αὐτοῖς καὶ διατριβὴν τὸ περὶ Μίεζαν Νυμφαῖον ἀπέδειξεν, ὅπου μέχρι νῦν Ἀριστοτέλους ἕδρας τε λιθίνας καὶ ὑποσκίους περιπάτους δεικνύουσιν. ἔοικε δὲ Ἀλέξανδρος οὐ μόνον τὸν ἠθικὸν καὶ πολιτικὸν παραλαβεῖν λόγον, ἀλλὰ καὶ τῶν ἀπορρήτων καὶ βαθυτέρων διδασκαλιῶν, ἃς οἱ ἄνδρες ἰδίως ἀκροαματικὰς καὶ ἐποπτικὰς προσαγορεύοντες οὐκ ἐξέφερον εἰς πολλούς, μετασχεῖν.

さて、彼らの学びと談話の場として、ピリッポスはミエザの近傍にあるニュンペーの神域を定めた。そこには今日に至るまでアリストテレースの石の座席や木陰の散歩道が示されている。そしてアレクサンドロスは倫理や政治に関する議論を学んだだけでなく、あの人々が固有に「聴講的」および「密儀的」と呼び、多くの人々に公表しなかった秘儀的でより深い教えにも与ったようである。

§7.4

ἤδη γὰρ εἰς Ἀσίαν διαβεβηκώς, καὶ πυθόμενος λόγους τινὰς ἐν βιβλίοις περὶ τούτων ὑπὸ Ἀριστοτέλους ἐκδεδόσθαι, γράφει πρὸς αὐτὸν ὑπὲρ φιλοσοφίας παρρησιαζόμενος ἐπιστολήν, ἧς ἀντίγραφόν ἐστιν· Ἀλέξανδρος Ἀριστοτέλει εὖ πράττειν. οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων τίνι γὰρ δὴ διοίσομεν ἡμεῖς τῶν ἄλλων, εἰ καθʼ οὓς ἐπαιδεύθημεν λόγους, οὗτοι2 πάντων ἔσονται κοινοί; ἐγὼ δὲ βουλοίμην ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ἢ ταῖς δυνάμεσι διαφέρειν. ἔρρωσο.

というのも、すでにアジアへと渡り、これらのことについての論述がアリストテレースによって書物として公刊されたと知るや、彼は哲学のために率直な言葉を用いて彼に手紙を書き送ったからである。その写しは次の通りである。 「アレクサンドロスよりアリストテレースへ、平安あれ。そなたは聴講的な論述を公刊して正しくないことをなした。われわれが教えを受けた議論が万人にとって共通のものとなるならば、いったいわれわれは他の者たちと何において異なるというのか。わたしは力において優るよりも、最善の事柄についての知識において秀でることを望む。息災であれ」。

§7.5

ταύτην μὲν οὖν τὴν φιλοτιμίαν αὐτοῦ παραμυθούμενος Ἀριστοτέλης ἀπολογεῖται περὶ τῶν λόγων ἐκείνων, ὡς καὶ ἐκδεδομένων καὶ μὴ ἐκδεδομένων·3 ἀληθῶς γὰρ ἡ μετὰ τὰ φυσικὰ πραγματεία πρὸς διδασκαλίαν καὶ μάθησιν οὐδὲν ἔχουσα χρήσιμον ὑπόδειγμα τοῖς πεπαιδευμένοις ἀπʼ ἀρχῆς γέγραπται.

そこで、彼のこの自尊心をなだめつつ、アリストテレースはそれらの論述について、公刊されているとも公刊されていないとも言えるとして弁明した。実際、形而上学の著作は、教育や学習に役立つものを何一つ含んでおらず、初めから手ほどきを受けた者たちのための備忘として書かれたものだからである。

構文注3 件
  1. 7.1ἐρίσαντος μὴ βιασθῆναι

    意味上の主語(アレクサンドロス)が省略された独立属格(ἐρίσαντος)に、結果・目的を表す不定詞句(μὴ βιασθῆναι)が続いている。「彼が意地を張った場合には、力づくで強いられることに屈しない」という条件的な含意を持つ。

  2. 7.4καθʼ οὓς ἐπαιδεύθημεν λόγους, οὗτοι

    先行詞(λόγους)が関係代名詞節(καθʼ οὓς ...)の内部に取り込まれ、主節の側で指示代名詞(οὗτοι)によって受け直されている先取り・取り込み構文。「われわれが教えを受けた議論、これらが……」という語順と強調の役割を果たす。

  3. 7.5ὡς καὶ ἐκδεδομένων καὶ μὴ ἐκδεδομένων

    小辞 ὡς を伴う独立属格構文で、アリストテレースの主観的な主張・弁明の内容を表す(「公刊されているとも公刊されていないとも言えるものとして」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:7.1-7.5