- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:6.1-6.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
名馬ブケパラスの荒々しさを誰も御せない中、アレクサンドロスは馬が自らの影に怯えていることを見抜いて見事に手懐け、父ピリッポスはその才気に感涙して彼に相応しい王国の獲得を促す。
ἐπεὶ δὲ Φιλονίκου τοῦ Θεσσαλοῦ τὸν Βουκεφάλαν ἀγαγόντος ὤνιον τῷ Φιλίππῳ τρισκαίδεκα ταλάντων1 κατέβησαν εἰς τὸ πεδίον δοκιμάσοντες τὸν ἵππον, ἐδόκει τε χαλεπὸς εἶναι καὶ κομιδῇ δύσχρηστος, οὔτε ἀναβάτην προσιέμενος οὔτε φωνὴν ὑπομένων τινὸς τῶν περὶ τὸν Φίλιππον, ἀλλʼ ἁπάντων κατεξανιστάμενος, δυσχεραίνοντος δὲ τοῦ Φιλίππου καὶ κελεύοντος ἀπάγειν ὡς παντάπασιν ἄγριον καὶ ἀκόλαστον, παρὼν Ἀλέξανδρος εἶπεν· οἷον ἵππον ἀπολλύουσι διʼ ἀπειρίαν καὶ μαλακίαν χρήσασθαι μὴ δυνάμενοι, τὸ μὲν οὖν πρῶτον ὁ Φίλιππος ἐσιώπησε· πολλάκις δὲ αὐτοῦ παραφθεγγομένου καὶ περιπαθοῦντος, ἐπιτιμᾷς σύ, ἔφη, πρεσβυτέροις ὥς τι πλέον αὐτὸς εἰδὼς ἢ μᾶλλον ἵππῳ χρήσασθαι δυνάμενος;2
テッサリア人ピロニコスがブケパラスを十三タラントンで売りに出すべくピリッポスのもとへ連れてきたため、彼らはその馬を試そうと平原へ降りて行ったが、馬は気性が荒く全く扱いがたいように見え、乗り手を寄せつけず、ピリッポスの周囲の者たちの声にも耐えず、すべての人々に対して立ち上がって荒れ狂った。ピリッポスが不快に思い、全く野生的で御しがたいとして連れ去るよう命じたとき、その場に居合わせたアレクサンドロスが言った。 「なんと惜しい馬を台無しにしていることか。経験のなさと不甲斐なさのために扱うことができないばかりに」。 最初、ピリッポスは沈黙していたが、彼〔アレクサンドロス〕が何度もつぶやき、悔しがっていたため、「お前は、」と〔ピリッポスは〕言った。 「自分自身が何か余計に知っているかのように、あるいは馬をより良く扱えるかのように、年長者たちをとがめるのか」。
τούτῳ γοῦν, ἔφη, χρησαίμην ἂν ἑτέρου βέλτιον. ἂν δὲ μὴ χρήσῃ, τίνα δίκην τῆς προπετείας ὑφέξεις; ἐγὼ, νὴ Δίʼ, εἶπεν, ἀποτίσω τοῦ ἵππου τὴν τιμήν γενομένου δὲ γέλωτος, εἶτα ὁρισμοῦ πρὸς ἀλλήλους εἰς τὸ ἀργύριον, εὐθὺς προσδραμὼν τῷ ἵππῳ καὶ παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ἥλιον, ὡς ἔοικεν, ἐννοήσας ὅτι τὴν σκιὰν προπίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸ αὐτοῦ διαταράττοιτο.3
「少なくともこの馬ならば、」と彼は言った。 「ほかの者よりも上手に扱ってみせます」。 「では、もし扱えなかったら、その軽率さに対してどんな罰を受けるつもりだ」。 「僕が、誓ってゼウスにかけて、」と彼は言った。 「馬の代金を支払いましょう」。 笑いが起こり、次いで金銭についての取り決めが互いの間でなされると、彼はすぐさま馬のところへ駆け寄り、手綱を取って太陽の方へ向けた。自分の前方に落ちて揺れ動く影を見て馬が混乱しているのだと気づいたからのようである。
μικρὰ δὲ οὕτω παρακαλπάσας καὶ καταψήσας, ὡς ἑώρα πληρούμενον θυμοῦ καὶ πνεύματος, ἀπορρίψας ἡσυχῇ τὴν χλαμύδα καὶ μετεωρίσας αὑτόν ἀσφαλῶς περιέβη. καὶ μικρὰ μὲν περιλαβὼν ταῖς ἡνίαις τὸν χαλινόν ἄνευ πληγῆς καὶ σπαραγμοῦ, προσανέστειλεν ὡς δὲ ἑώρα τὸν ἵππον ἀφεικότα τὴν ἀπειλήν, ὀργῶντα δὲ πρὸς τὸν δρόμον, ἐφεὶς ἐδίωκεν ἤδη φωνῇ θρασυτέρᾳ καὶ ποδὸς κρούσει χρώμενος.
こうして馬の傍らを少し並走しつつ撫で、馬が気迫と息遣いに満ちてくるのを見ると、彼は静かに外套を脱ぎ捨て、身を躍らせて確実に跨った。そして手綱で少し銜を制御しつつ、打つことも引き裂くこともなく引き締めたが、馬が脅威を解き放ち、疾走を熱望しているのを見るや、手綱を緩めて今やいっそう大胆な声と足の蹴りを用いて走らせた。
τῶν δὲ περὶ τὸν Φίλιππον ἦν ἀγωνία καὶ σιγὴ τὸ πρῶτον ὡς δὲ κάμψας ἐπέστρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς, οἱ μὲν ἄλλοι πάντες ἠλάλαξαν, ὁ δὲ πατὴρ καὶ δακρῦσαί τι λέγεται πρὸς τὴν χαράν, καὶ καταβάντος αὐτοῦ τὴν κεφαλὴν φιλήσας, ὦ παῖ, φάναι,4 ζήτει σεαυτῷ βασιλείαν ἴσην Μακεδονία γάρ σε οὐ χωρεῖ
ピリッポスとその周囲の者たちには最初、不安と沈黙があった。しかし彼が折り返して堂々と意気揚々と戻ってくると、他の者たちは皆歓声を上げ、父は喜びのあまり涙さえ流したと伝えられる。そして彼が馬から下りると、その頭に口づけをして、「我が子よ、」と言った。 「汝自身に見合う王国を求めよ。マケドニアはお前には狭すぎるからだ」。
- 6.1τρισκαίδεκα ταλάντων
価格を表す属格(genitive of price)であり、形容詞 ὤνιον(「売りに出された」)を修飾して売値(13タラントン)を示している。
- 6.2ὥς τι πλέον αὐτὸς εἰδὼς ἢ μᾶλλον ἵππῳ χρήσασθαι δυνάμενος
接続詞 ὡς が主語 αὐτός と一致する分詞 εἰδώς および δυνάμενος を伴い、主観的理由または主張(「あたかも自ら何か多くを知っているかのように、あるいは馬をより扱えるかのように」)を提示している。
- 6.3διαταράττοιτο
間接話法・主観的思考を表す ὅτι 節における希求法(optative of indirect discourse)。主節の過去分詞 ἐννοήσας(過去の時制)に従属するため、直説法ではなく希求法が用いられている。
- 6.5φάναι
直前の主動詞 λέγεται(「〜と言われる」)に並列して従属する不定詞。先行する δακρῦσαι と接続詞 καί で結ばれ、主語は名詞 ὁ δὲ πατήρ である。
