- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:15.1-15.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アルキビアデス離脱後、全権を握ったニキアスは、貧しいが剛勇の同僚ラマコスを圧迫し、持ち前の慎重さと遅延によって好機を逃し敵に侮られ、ヒュッカラの攻略以外に成果を出せないままカタネへ退いた。
ἀποπλεύσαντος δὲ τοῦ Ἀλκιβιάδου μετʼ ὀλίγον ἐκ Σικελίας, τὸ πᾶν ἤδη κράτος ὁ Νικίας ἔσχεν. ὁ δὲ Λάμαχος ἦν μὲν ἀνδρώδης καὶ δίκαιος ἀνὴρ καὶ τῇ χειρὶ χρώμενος ἀφειδῶς κατὰ τὰς μάχας, πένης δὲ τοσοῦτον καὶ λιτὸς ὥστε καθʼ ἑκάστην στρατηγίαν ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ.1
アルキビアデスが間もなくシケリアから船で去ると、ニキアスが今や全権を掌握した。ラマコスは勇壮で公正な男であり、戦闘においては惜しみなく腕を振るったが、あまりに貧しく質素であったため、将軍職を務めるたびに自分のための衣服や履物の費用としてわずかな金銭をアテナイ人に請求するほどであった。
τοῦ δὲ Νικίου καὶ διὰ τἆλλα μέγας ἦν καὶ διὰ τὸν πλοῦτον καὶ διὰ τὴν δόξαν ὁ ὄγκος. λέγεται δʼ ἐν τῷ στρατηγίῳ ποτὲ βουλευομένων τι κοινῇ τῶν συναρχόντων, κελευσθεὶς ὑπʼ αὐτοῦ πρῶτος εἰπεῖν γνώμην Σοφοκλῆς ὁ ποιητὴς ὡς πρεσβύτατος ὢν τῶν συστρατήγων, ἐγώ, φάναι, παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος.2
一方、ニキアスの威厳は、他の事柄によっても、また富と名声によっても大きかった。かつて将軍官邸で同僚の指揮官たちが共同で何事かを熟議していた際、詩人ソフォクレスが同僚将軍たちのうちで最年長であるという理由で、彼〔ニキアス〕から最初に意見を述べるよう命じられ、「私は」と言ったと伝えられている、「最も老いてはいるが、最も重きをなすのは君だ」と。
οὕτω δὴ καὶ τότε τὸν Λάμαχον ἄγων ὑφʼ ἑαυτῷ στρατηγικώτερον ὄντα, καὶ χρώμενος εὐλαβῶς καὶ διὰ μελλήσεως ἀεὶ τῇ δυνάμει, πρῶτον μὲν ἀπωτάτω τῶν πολεμίων ἐκπεριπλέων Σικελίαν θάρσος ἔδωκεν αὐτοῖς, ἔπειτα προσβαλὼν Ὕβλῃ, πολιχνίῳ μικρῷ, καὶ πρὶν ἑλεῖν ἀποστάς, κομιδῇ κατεφρονήθη.
このように当時もまた、ニキアスは自分よりも軍事指揮に長けていたラマコスを自分の下に従わせ、常に軍勢を過度の慎重さと遅延をもって動かしたため、まず敵から最も遠く離れてシケリアを周航することで敵に自信を与え、次いで小都市ヒュブラを攻めたものの落とす前に退いたため、完全に侮られてしまった。
καὶ τέλος εἰς Κατάνην ἀπῆλθε πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκκαρα,3 βαρβαρικὸν χωρίον, ὅθεν λέγεται καὶ Λαΐδα τὴν ἑταίραν ἔτι κόρην ἐν τοῖς αἰχμαλώτοις πραθεῖσαν εἰς Πελοπόννησον κομισθῆναι.
そしてついに、異民族の拠点であるヒュッカラを征服したほかは何の成果もあげずにカタネへと去った。伝えられるところでは、遊女ライスもまだ少女であった頃、捕虜の中に交じって売られ、そこ〔ヒュッカラ〕からペロポネソスへ連れて行かれたのだという。
- 15.1ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ
ἀπολογίζεσθαι は「計算書を提出する」「請求する」の意。与格 τοῖς Ἀθηναίοις は提出先・請求先を示し、対格 μικρὸν ἀργύριον が目的語。前置詞句 εἰς ἐσθῆτα καὶ κρηπῖδας は用途(費目)、与格 ἑαυτῷ は受益者を表す。
- 15.2ἐγώ, φάναι, παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος
間接話法を示す φάναι(主節の λέγεται に従属)が直接話法の中に挿入され、引用文 ἐγὼ ... παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος を導いている。語頭の ὡς πρεσβύτατος ὢν(最年長であるとして)を受けて、παλαιός(暦年齢として古い・老いている)と πρέσβυς / πρεσβύτατος(序列・威信・地位において最上位・尊長である)の意味の対比・言葉遊びが成立している。
- 15.4πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκκαρα
οὐδὲν ἄλλο ἤ の ἄλλο が省略された慣用構文 οὐδὲν ἤ(〜のほかには何もしない)である。主節動詞 ἀπῆλθε に対し、分詞 πράξας と καταστρεψάμενος が並列的に係る(「ヒュッカラを屈服させた以外には何も成し遂げずに」)。
