- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg038.humanitext-grc2:14.1-14.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ニキアスは遠征反対の立場から一転して消極的な作戦を主張し、アルキビアデス離脱後も怠慢により勝機を逸した。また偵察中に敵の兵籍名簿を捕獲したが、予言者たちはこれが「全シュラクサイ人を捕らえる」という神託の成就ではないかと懸念した。
τὸ μὲν οὖν ἐναντιωθῆναι ψηφιζομένῃ τῇ στρατείᾳ τὸν Νικίαν, καὶ μήθʼ ὑπʼ ἐλπίδων ἐπαρθέντα μήτε πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἐκπλαγέντα μεταθέσθαι τὴν γνώμην, ἀνδρὸς ἦν χρηστοῦ καὶ σώφρονος·1 ἐπεὶ δʼ οὔτε τοῦ πολέμου τὸν δῆμον ἀποτρέψαι πειρώμενος οὔθʼ αὑτὸν ἐξελέσθαι τῆς στρατηγίας δεόμενος ἴσχυσεν, ἀλλʼ ὥσπερ ἀράμενος καὶ φέρων αὐτὸν ὁ δῆμος ἐπέθηκε τῇ δυνάμει στρατηγόν, οὐδεὶς ἔτι καιρὸς ἦν τῆς πολλῆς εὐλαβείας καὶ μελλήσεως, ὥστε παιδὸς δίκην ἀπὸ τῆς νεὼς ὀπίσω βλέποντα καὶ τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς ἀναλαμβάνοντα καὶ στρέφοντα πολλάκις ἐναμβλῦναι καὶ τοὺς συνάρχοντας αὐτῷ καὶ τὴν ἀκμὴν διαφθεῖραι τῶν πράξεων,2 ἀλλʼ εὐθὺς ἔδει τοῖς πολεμίοις ἐμφύντα καὶ προσκείμενον ἐλέγχειν τὴν τύχην ἐπὶ τῶν ἀγώνων.
したがって、ニキアスが遠征の決議に反対し、希望に浮かれることもその指揮権の大きさに圧倒されることもなく自らの意見を変えなかったことは、善良で思慮ある人物のなせる業であった。しかし、民衆を戦争から思いとどまらせようと努めても、懇願して自身を将軍職から解任してもらおうとしても果たせず、民衆が彼をまるで抱え上げて運ぶかのように軍勢の上に将軍として据えたからには、もはや過度の慎重さや遅延の時ではなかった。子どものように船から後ろを振り返り、自分が道理によって打ち負かされたのではないことを何度も蒸し返して反芻し、同僚の指揮官たちまでも意気消沈させ、作戦の絶頂期を台無しにしてしまうような態度は不要であり、むしろ直ちに敵に取りすがり、迫り寄り、戦いの中で運を試すべきであった。
ὁ δέ, Λαμάχου μὲν ἄντικρυς ἀξιοῦντος πλεῖν ἐπὶ Συρακούσας καὶ μάχην ἔγγιστα τῆς πόλεως τιθέναι, Ἀλκιβιάδου δὲ τὰς πόλεις ἀφιστάναι Συρακουσίων, εἶθʼ οὕτως ἐπʼ αὐτοὺς βαδίζειν, τὰ ἐναντία λέγων καὶ κελεύων ἀτρέμα παρὰ τὴν Σικελίαν κομιζομένους καὶ περιπλέοντας ἐπιδείξασθαι τὰ ὅπλα καὶ τὰς τριήρεις, εἶτʼ ἀποπλεῖν Ἀθήναζε μικρὸν τῆς δυνάμεως Αἰγεστεῦσιν ἀπαρξαμένους, αὐτίκα τε τὴν γνώμην ὑπεξέλυσε καὶ κατέβαλε τὸ φρόνημα τῶν ἀνδρῶν.
しかし彼自身は、ラマコスが率直にシュラクサイへ向かって航行し都市のすぐ近くで会戦を行うことを求め、アルキビアデスが都市たちをシュラクサイから離反させ、そのうえで敵に向かって進軍することを求めたのに対して、正反対のことを主張した。すなわち、シケリア沿いに静かに進みながら周航して武具と三段櫂船を誇示し、アイゲスタ人たちに軍勢のわずかな一部を提供した後にアテナイへ帰航すべしと命じたのである。こうして彼は直ちに人々の決意を弛緩させ、士気を挫いてしまった。
καὶ μετʼ ὀλίγον χρόνον Ἀλκιβιάδην Ἀθηναίων μεταπεμψαμένων εἰς κρίσιν, λόγῳ μὲν ἀποδειχθεὶς δεύτερος ἡγεμών, δυνάμει δὲ μόνος ὤν, οὐκ ἐπαύσατο καθήμενος ἢ περιπλέων ἢ βουλευόμενος, πρὶν ἐγγηρᾶσαι μὲν αὐτῷ τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος3 καὶ τὸν φόβον ὃν ἡ πρώτη παρέθηκεν αὐτοῖς ὄψις τῶν δυνάμεων.
そしてまもなく、アテナイ人が裁判のためにアルキビアデスを召還すると、ニキアスは名目上は第二の指導者として任命されていたものの、事実上は単独の指導者であったのに、座視するか、周航するか、熟議するかしてやむことがなかった。ついには、彼の中で希望の絶頂が老い衰え、敵が抱いていた、軍勢の最初の姿がもたらした驚愕と恐怖が消え去ってしまったのである。
ἔτι δὲ τοῦ Ἀλκιβιάδου παρόντος ἑξήκοντα ναυσὶ πλεύσαντες ἐπὶ Συρακούσας, τὰς μὲν ἄλλας ἀνεῖχον ὑπὲρ τοῦ λιμένος ἔξω παρατάξαντες, δέκα δὲ κατήλαυνον εἴσω κατασκοπῆς εἵνεκα· καὶ Λεοντίνους ἐπὶ τὴν οἰκείαν ἀποκαλοῦσαι διὰ κήρυκος, αὗται λαμβάνουσι ναῦν πολεμίαν σανίδας κομίζουσαν, εἰς ἃς ἀπεγράφοντο κατὰ φυλὰς αὑτοὺς οἱ Συρακούσιοι· κείμεναι δʼ ἄπωθεν τῆς πόλεως ἐν ἱερῷ Διὸς Ὀλυμπίου τότε πρὸς ἐξέτασιν καὶ κατάλογον τῶν ἐν ἡλικίᾳ μετεπέμφθησαν.
なお、アルキビアデスがまだ滞在していた頃、彼らは六十隻の船でシュラクサイへ向かって航行し、他の船は港の外に布陣させて留め置いたが、十隻を偵察のために内部へ進入させた。そしてこれら十隻が布告人を通じてレオンティノイの人々を自国へ呼び戻す際、ある敵船を拿捕した。その船は板を運んでおり、そこにはシュラクサイ人たちが部族ごとに自らを登録していたのである。その板は都市から離れたオリンピアのゼウスの神殿に置かれていたが、当時、軍務適齢期の者たちの検査と登録のために取り寄せられたものであった。
ὡς οὖν ὑπὸ τῶν Ἀθηναίων ἁλοῦσαι πρὸς τοὺς στρατηγοὺς ἐκομίσθησαν καὶ τὸ πλῆθος ὤφθη τῶν ὀνομάτων, ἠχθέσθησαν οἱ μάντεις μή ποτε ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι,4 λέγοντος ὡς Ἀθηναῖοι λήψονται Συρακουσίους ἅπαντας. οὐ μὴν ἀλλʼ ἑτέρῳ φασιν ἔργῳ τοῦτο τοῖς Ἀθηναίοις γενέσθαι ἐπιτελὲς καθʼ ὃν χρόνον ἀποκτείνας Δίωνα Κάλλιππος ὁ Ἀθηναῖος ἔσχε Συρακούσας.
そこで、それらがアテナイ人に拿捕されて将軍たちのもとへ運ばれ、おびただしい数の名前が目に留まると、予言者たちは、「アテナイ人はすべてのシュラクサイ人を捕らえるであろう」と告げた神託の成就が、まさかここにおいて果たされてしまうのではないかと苦々しく思った。もっとも人々によれば、この神託はアテナイ人にとって別の出来事において実現したのだという。それは、アテナイ人カリッポスがディオンを殺害してシュラクサイを掌握した時のことであった。
- 14.1ἀνδρὸς ἦν χρηστοῦ καὶ σώφρονος
主語である名詞化された不定詞句 τὸ μὲν οὖν ἐναντιωθῆναι... μεταθέσθαι に対し、述語が属格(性質の属格または所属の属格)をとる構文。「〜することは善良で思慮深い人間の特徴/成すところであった」を表す。
- 14.2ὥστε παιδὸς δίκην ἀπὸ τῆς νεὼς ὀπίσω βλέποντα καὶ τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς ἀναλαμβάνοντα καὶ στρέφοντα πολλάκις ἐναμβλῦναι καὶ τοὺς συνάρχοντας αὐτῷ καὶ τὴν ἀκμὴν διαφθεῖραι τῶν πράξεων
οὐδεὶς ἔτι καιρὸς ἦν τῆς πολλῆς εὐλαβείας καὶ μελλήσεως(「過度の慎重さや遅延の時ではもはやなかった」)に後続する ὥστε 節。ὥστε は程度または結果を表し、不定詞 ἐναμβλῦναι および διαφθεῖραι を導く。分詞 βλέποντα, ἀναλαμβάνοντα, στρέφοντα は不定詞の意味上の主語(ニキアス)に対格で一致する。また τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς は「自らが道理(議論)によって打ち負かされたのではないこと」を意味する名詞化された不定詞句である。
- 14.4πρὶν ἐγγηρᾶσαι μὲν αὐτῷ τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος
否定的主節 οὐκ ἐπαύσατο に続く πρίν 構文。通常、否定文の後では πρίν は接続法や直説法を導くことが多いが、ここでは不定詞構文(ἐγγηρᾶσαι と ἐκρυῆναι)が用いられ、各不定詞の意味上の主語として対格 τὴν ἀκμήν と τὸ θάμβος が置かれている。αὐτῷ は倫理的与格ないし所有の与格(「彼において」)。
- 14.6ἠχθέσθησαν οἱ μάντεις μή ποτε ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι
感情を表す動詞 ἠχθέσθησαν(「不快に思った、苦々しく感じた」)の後に、懸念・恐れを表す節 μή... περαίνοι(希求法現在)が続いている。接続詞 μή は「〜ではないかと恐れて/案じて」を表し、ποτέ と ἄρα は「まさか、万が一にも」という危惧の語感を強調する。τὸ χρεὼν τοῦ χρησμοῦ は「神託の定められた運命/必然的成就」を意味する。
