← プルタルコス

ルクルス伝

§39.1-39.5

引退後のルクッルスの豪邸造営と奢侈な生活

ルクッルスは引退後、庭園、沿岸やトゥスクルムの豪奢な別荘、美術品蒐集に莫大な富を費やし、トゥベロからは「トガを着たクセルクセス」と呼ばれ、冬の住居を巡ってポンペイウスを軽妙にいなすなど、前例のない豪奢な生活を送った。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§39.1

ἔστι δʼ οὖν τοῦ Λουκούλλου βίου, καθάπερ ἀρχαίας κωμῳδίας, ἀναγνῶναι1 τὰ μὲν πρῶτα πολιτείας καὶ στρατηγίας, τὰ δʼ ὕστερα πότους καὶ δεῖπνα καὶ μονονουχὶ κώμους καὶ λαμπάδας καὶ παιδιὰν ἅπασαν.

ともあれ、ルクッルスの生涯においては、あたかも古代喜劇のように、前半部には政治や将軍職を、後半部には酒宴や晩餐、ほとんど祝宴行進や松明の行列、あらゆる遊興を読み取ることができる。

§39.2

εἰς παιδιὰν γὰρ ἔγωγε τίθεμαι καὶ οἰκοδομὰς πολυτελεῖς καὶ κατασκευὰς περιπάτων καὶ λουτρῶν καὶ ἔτι μᾶλλον γραφὰς καὶ ἀνδριάντας καὶ τὴν περὶ ταύτας τὰς τέχνας σπουδήν, ἃς ἐκεῖνος συνῆγε μεγάλοις ἀναλώμασιν, εἰς ταῦτα τῷ πλούτῳ ῥύδην καταχρώμενος, ὃν ἠθροίκει πολὺν καὶ λαμπρὸν ἀπὸ τῶν στρατειῶν, ὅπου καὶ νῦν, ἐπίδοσιν τοιαύτην τῆς τρυφῆς ἐχούσης, οἱ Λουκουλλιανοὶ κῆποι τῶν βασιλικῶν ἐν τοῖς πολυτελεστάτοις ἀριθμοῦνται.

というのも、私自身は、贅沢な邸宅の造営や遊歩道や浴場設備の建造、さらには絵画や彫像、それらの工芸品に対する熱狂もまた遊興の範疇に数えているからである。彼は遠征によって集めた莫大で輝かしい富を奔流のようにこれらに注ぎ込み、莫大な費用をかけてそれらを蒐集した。今日においてさえ、贅沢がこれほどの進展をみせているにもかかわらず、ルクッルスの庭園は皇帝の庭園群のなかでも最も豪奢なものに数えられているほどである。

§39.3

τὰ δʼ ἐν τοῖς παραλίοις καὶ περὶ Νέαν πόλιν ἔργα, λόφους ἀνακρεμαννύντος αὐτὸν μεγάλοις ὀρύγμασι καὶ τροχοὺς θαλάσσης καὶ διαδρομὰς ἰχθυοτρόφους τοῖς οἰκητηρίοις περιελίσσοντος καὶ διαίτας ἐναλίους κτίζοντος, ὁ Στωικὸς Τουβέρων θεασάμενος2 Ξέρξην αὐτὸν ἐκ τηβέννου3 προσηγόρευσεν.

また、海岸沿いやネアポリス近郊での土木工事――山腹を巨大な掘削によって宙吊りにし、海水を引き込む水路や魚の飼育池を屋敷の周りに巡らせ、海上の離宮を建造したこと――を目にしたストア派のトゥベロは、彼を「トガを着たクセルクセス」と呼んだ。

§39.4

ἦσαν δʼ αὐτῷ περὶ Τοῦσκλον ἐγχώριοι δίαιται καὶ κατασκοπαὶ περιόπτων καὶ κατασκευαὶ ἀναπεπταμένων ἀνδρώνων καὶ περιπάτων, ἐν αἷς ὁ Πομπήιος γενόμενος ἐμέμφετο τὸν Λούκουλλον, ὅτι πρὸς θέρος ἄριστα διαθεὶς τὴν ἔπαυλιν ἀοίκητον ἐν χειμῶνι πεποίηκε, γελάσας οὖν ἐκεῖνος εἶτα, ἔφη, σοὶ δοκῶ ἐλάττονα τῶν γεράνων νοῦν ἔχειν καὶ τῶν πελαργῶν, ὥστε ταῖς ὥραις μὴ συμμεταβάλλειν τὰς διαίτας;

彼にはまたトゥスクルム近郊に内陸の山荘があり、見晴らしのよい展望台や、開け放たれた広間や遊歩道の構造物を備えていた。そこを訪れたポンペイウスが、別荘を夏向きには申し分なく整えながら冬には居住不能にしてしまった、とルクッルスを非難したところ、彼は笑って言った。 「それでは君は、私が季節に合わせて住処を変えられないほど、ツルやコウノトリよりも知恵が足りないと思っているのか」と。

§39.5

στρατηγοῦ δέ ποτε φιλοτιμουμένου περὶ θέας καὶ χορῷ τινι κόσμον αἰτουμένου πορφυρᾶς χλαμύδας ἀπεκρίνατο σκεψάμενος, ἂν ἔχῃ, δώσειν, εἶτα μεθʼ ἡμέραν ἠρώτησεν αὐτὸν, ὁπόσων δέοιτο. τοῦ δὲ ἑκατὸν ἀρκέσειν φήσαντος ἐκέλευσε λαβεῖν δὶς τοσαύτας εἰς ὃ καὶ Φλάκκος ὁ ποιητὴς ἐπιπεφώνηκεν, ὡς οὐ νομίζει πλοῦτον, οὗ μὴ τὰ παρορώμενα καὶ λανθάνοντα πλείονα τῶν φαινομένων ἐστί.4

また、ある法務官が競技会の開催に情熱を傾け、ある合唱隊の衣装として紫の外套を求めたとき、ルクッルスは確かめたうえで、あれば与えようと答えた。そして翌日、何着必要かと彼に尋ねた。法務官が百着あれば足りると言うと、ルクッルスはその二倍の数を取るように命じた。これについて詩人フラックスも、見過ごされ隠されているものが目に見えるものよりも多くないものは富とはみなさない、と評言を添えている。

構文注4 件
  1. 39.1ἔστι δʼ οὖν τοῦ Λουκούλλου βίου... ἀναγνῶναι

    非人称動詞 ἔστι(ἔξεστι「〜できる、可能である」の意)に不定詞 ἀναγνῶναι が後続する構文。属格 τοῦ Λουκούλλου βίου は部分属格または場所を示す属格的表現であり、「ルクッルスの生涯において(その一部として)〜を読み取ることができる」の意味を成す。

  2. 39.3τὰ δʼ ἐν τοῖς παραλίοις καὶ περὶ Νέαν πόλιν ἔργα... θεασάμενος

    文頭の τὰ δʼ ... ἔργα は主節の主語ではなく、後続の分詞 θεασάμενος の目的語が文頭に先置(前置)された構造。中間に λόφους ἀνακρεμαννύντος αὐτοῦ... 以下の長大な属格絶対構文が挿入された後、主語 ὁ Στωικὸς Τουβέρων と分詞 θεασάμενος、主動詞 προσηγόρευσεν が現れる。

  3. 39.3Ξέρξην αὐτὸν ἐκ τηβέννου

    前置詞句 ἐκ τηβέννου は着用・出自の状態を表し、「トガ(ローマ人の衣服)を着けた/トガの中から現れた」の意味を成す。クセルクセスがアトス山を開削しヘレスポントスに橋を架けた故事を念頭に、大掛かりな地形改造を行うルクッルスを「ローマのトガをまとったクセルクセス」と皮肉ったもの。

  4. 39.5οὗ μὴ τὰ παρορώμενα καὶ λανθάνοντα πλείονα τῶν φαινομένων ἐστί

    詩人ホラティウス(フラックス)の詩(『書簡詩』1.6.45-46)を踏まえた関係節。否定辞 μή は関係詞 οὗ に伴う仮定・限定的性格(「〜でないような(富)」)を示す。主語は τὰ παρορώμενα καὶ λανθάνοντα(見過ごされ隠されているもの)、比較の基準は属格 τῶν φαινομένων(目に見えているもの)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:39.1-39.5