← プルタルコス

ルクルス伝

§38.1-38.4

セルウィリアとの離婚とルクッルスの政界引退

ルクッルスは再婚した妻セルウィリアとも離婚し、ポンペイウスへの対抗を期待されながらも公職から引退した。一部の者はその賢明な隠退を賞賛したが、ポンペイウスらは彼の贅沢な生活を嘲笑した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38.1

τῆς δὲ Κλωδίας ἀπηλλαγμένος, οὔσης ἀσελγοῦς καὶ πονηρᾶς, Σερουϊλίαν ἔγημεν, ἀδελφὴν Κάτωνος, οὐδὲ τοῦτον εὐτυχῆ γάμον. ἓν γὰρ οὐ προσῆν αὐτῷ τῶν Κλωδίας κακῶν μόνον, ἡ τῶν ἀδελφῶν διαβολή· τἆλλα δὲ βδελυρὰν ὁμοίως οὖσαν καὶ ἀκόλαστον ἠναγκάζετο φέρειν αἰδούμενος Κάτωνα, τέλος δὲ ἀπεῖπεν.

ルクッルスは、放蕩で邪悪であったクロディアと離縁したのち、カトの妹セルウィリアを娶ったが、この結婚も決して幸福なものではなかった。なぜなら、クロディアの悪徳のうちそれ〔この結婚〕に欠けていたのはただ一つ、兄弟たちとの醜聞だけであり、それ以外の点では同様に下劣かつ不身持ちであったため、ルクッルスはカトへの遠慮から耐え忍ばざるを得なかったものの、最後には彼女を離縁したからである。

§38.2

ἐλπίδας δὲ θαυμαστὰς τῇ βουλῇ παρασχών, ὡς ἐχούσῃ1 τὸν ἄνδρα τοῦτον ἀντίταγμα πρὸς τὴν τοῦ Πομπηίου τυραννίδα καὶ τῆς ἀριστοκρατίας πρόμαχον ἀπὸ δόξης καὶ δυνάμεως ὁρμώμενον μεγάλης, ἐγκατέλιπε καὶ προήκατο τὴν πολιτείαν, εἴτε δυσκάθεκτον ἤδη καὶ νοσοῦσαν ὁρῶν εἴθʼ, ὥς φασιν ἔνιοι, μεστὸς ὢν δόξης καὶ πρὸς τὸ ῥᾷστον ἀναπίπτων τοῦ βίου καὶ μαλακώτατον ἐκ πολλῶν ἀγώνων καὶ πόνων οὐκ εὐτυχέστατον τέλος λαβόντων.

そして元老院に対し、この男をポンペイウスの専制に対する対抗勢力とし、大きな名声と実力に支えられた元老院貴族派の擁護者を得たという並々ならぬ期待を抱かせながらも、彼は国政を放棄し投げ打ってしまった。それは、国家がもはや制御しがたく病んでいるのを見たためか、あるいは一部の者が言うように、名声に満ち足り、決して最も幸運な結末を迎えなかった数々の闘争や労苦ののちに、人生の最も安楽で柔弱な境遇へと退いたためであった。

§38.3

οἱ μὲν γὰρ ἐπαινοῦσιν αὐτοῦ τὴν τοσαύτην μεταβολήν, τὸ Μαρίου πάθος μὴ παθόντος, ὃς ἐπὶ ταῖς Κιμβρικαῖς νίκαις καὶ τοῖς καλοῖς καὶ μεγάλοις ἐκείνοις κατορθώμασιν οὐκ ἠθέλησεν αὑτὸν ἀνεῖναι τιμῇ τοσαύτῃ ζηλωτόν, ἀλλʼ ἀπληστίᾳ δόξης καὶ ἀρχῆς νέοις ἀνδράσι γέρων ἀντιπολιτευόμενος εἰς ἔργα δεινὰ καὶ πάθη δεινότερα τῶν ἔργων ἐξώκειλε· βέλτιον δʼ ἂν καὶ Κικέρωνα γηρᾶσαι μετὰ Κατιλίναν ὑποστειλάμενον καὶ Σκηπίωνα Καρχηδόνι προσθέντα Νομαντίαν, εἶτα παυσάμενον·2

というのも、ある人々は彼のこの大きな転身を称賛している。マリウスのような破滅を被らなかったからである。マリウスはキンブリ族に対する勝利と、かの輝かしく偉大な功績ののちにも、あれほどの名誉に恵まれ羨望の的となりながら自らを引退させることを欲せず、名声と権力に対する飽くなき欲望から、老身でありながら若き男たちに対抗して政治を行い、恐るべき悪業と、その悪業よりもさらに恐るべき悲惨な受難へと座礁したのである。これに対し、キケロもカティリーナ事件ののちに帆を縮めて身を引き、スキピオもカルタゴにヌマンティアの征服を加えたのちに引退して老後を過ごした方が、より良かったであろう、と彼らは言う。

§38.4

εἶναι γάρ τινα καὶ πολιτικῆς περιόδου κατάλυσιν τῶν γὰρ ἀθλητικῶν ἀγώνων τοὺς πολιτικοὺς οὐδὲν ἧττον ἀκμῆς καὶ ὥρας ἐπιλιπούσης ἐλέγχεσθαι. οἱ δὲ περὶ τὸν Κράσσον καὶ Πομπήϊον ἐχλεύαζον τὸν Λούκουλλον εἰς ἡδονὴν ἀφεικότα καὶ πολυτέλειαν αὑτόν, ὥσπερ οὐ τοῦ τρυφᾶν μᾶλλον τοῖς τηλικούτοις παρʼ ἡλικίαν ὄντος ἢ τοῦ πολιτεύεσθαι καὶ στρατηγεῖν.3

なぜなら、政治的な活動期にもある種の終焉があり、運動競技の選手と同じく政治家たちも、気力と盛りの時期が衰えれば、その無能さが暴かれるからである。しかしクラッススやポンペイウスの一派は、快楽と贅沢に身を委ねたルクッルスをあざ笑った。あたかもその年代の人々にとって、贅沢に耽ることの方が政治を行い軍を率いることよりも年齢にそぐわないわけではないかのように。

構文注3 件
  1. 38.2ὡς ἐχούσῃ

    接続詞 ὡς に与格分詞 ἐχούσῃ が後続し、先行する τῇ βουλῇ の主観的期待や思惑を表している(「元老院が〜を持っていると考えていたのに」)。客観的現実ではなく、元老院側の抱いた強い期待の根拠を示している。

  2. 38.3βέλτιον δʼ ἂν καὶ Κικέρωνα γηρᾶσαι ... καὶ Σκηπίωνα ... παυσάμενον·

    間接話法における ἄν + 不定詞構文(直説法過去 + ἄν に相当する反実仮想)。ルクッルスの隠退を称賛する人々(οἱ μὲν γὰρ ἐπαινοῦσιν)の主張を引用しており、「キケロも〜身を引いて老後を過ごしたならば、またスキピオも〜活動をやめたならば、より良かったであろうに(実際にはそうしなかった)」という意味を表す。

  3. 38.4ὥσπερ οὐ τοῦ τρυφᾶν μᾶλλον τοῖς τηλικούτοις παρʼ ἡλικίαν ὄντος ἢ τοῦ πολιτεύεσθαι καὶ στρατηγεῖν

    ὥσπερ οὐ に属格絶対構文(τοῦ τρυφᾶν ... παρʼ ἡλικίαν ὄντος)が続く構造。二重否定の含意を帯びた皮肉な比較表現であり、「その年代の人々にとって、贅沢をすることの方が政治や軍務に携わることよりもいっそう年齢に反している(不似合いである)わけではないかのように」という意味で、すなわち「その歳の人々にとっては公務よりも贅沢に耽ることこそが本来年齢に不相応である」という含意を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg036.humanitext-grc2:38.1-38.4