← プルタルコス

リュサンドロス伝

§3.1-3.3

海軍司令官リュサンドロスの派遣とエフェソスの繁栄

アルキビアデスの復帰により戦況が変化したため、スパルタはリュサンドロスを海軍司令官として派遣する。リュサンドロスはエフェソスに入り、造船所の設置や通商の振興を通じて同市を復興・繁栄へと導く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος, καὶ μετὰ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων κακοπραγίαν αὐτίκα μὲν ἐπιδόξων ὄντων ἐκπεσεῖσθαι τῆς θαλάττης, οὐ πολλῷ δὲ ὕστερον ἀπαγορεύσειν παντάπασιν, Ἀλκιβιάδης ἀπὸ τῆς φυγῆς ἐπιστὰς τοῖς πράγμασι μεγάλην μεταβολὴν ἐποίησε καὶ κατέστησε τοὺς ναυτικοὺς ἀγῶνας εἰς ἀντίπαλον1 αὐτοῖς, δείσαντες οὖν οἱ Λακεδαιμόνιοι2 πάλιν καὶ γενόμενοι ταῖς προθυμίαις καινοὶ πρὸς τὸν πόλεμον, ὡς ἡγεμόνος τε δεινοῦ καὶ παρασκευῆς ἐρρωμενεστέρας δεόμενον,3 ἐκπέμπουσιν ἐπὶ τὴν τῆς θαλάττης ἡγεμονίαν Λύσανδρον. γενόμενος δʼ ἐν Ἐφέσῳ, καὶ τὴν πόλιν εὑρὼν εὔνουν μὲν αὑτῷ καὶ λακωνίζουσαν προθυμότατα, πράττουσαν δὲ τότε λυπρῶς καὶ κινδυνεύουσαν ἐκβαρβαρωθῆναι τοῖς Περσικοῖς ἔθεσι διὰ τὰς ἐπιμιξίας, ἅτε δὴ τῆς Λυδίας περικεχυμένης καὶ τῶν βασιλικῶν στρατηγῶν αὐτόθι τὰ πολλὰ διατριβόντων, στρατόπεδον βαλόμενος καὶ τὰ πλοῖα πανταχόθεν ἕλκεσθαι κελεύσας ἐκεῖ τὰ φορτηγά, καὶ ναυπηγίαν τριήρων ἐκεῖ κατασκευασάμενος, ταῖς μὲν ἐμπορίαις τοὺς λιμένας αὐτῶν ἀνέλαβεν, ἐργασίαις δὲ τὴν ἀγοράν, χρηματισμῶν δὲ τοὺς οἴκους καὶ τὰς τέχνας ἐνέπλησεν, ὥστε πρῶτον ἀπʼ ἐκείνου τοῦ χρόνου τὴν πόλιν ἐν ἐλπίδι τοῦ περὶ αὐτὴν νῦν ὄντος ὄγκου καὶ μεγέθους διὰ Λύσανδρον γενέσθαι.

しかし、ペロポネソス戦争が長期化し、シケリアでのアテナイ人の大敗ののちには、彼らが直ちに制海権を失い、その後まもなく完全に屈服すると思われていたところへ、アルキビアデスが亡命先から戻って事態の指揮を執り、大きな変化をもたらして海戦を彼らにとって互角の状態にしたため、スパルタ人たちは再び恐れを抱き、戦争への意気込みを新たにして、有能な指導者とより強力な軍備が必要であるとして、リュサンドロスを海軍の司令官として派遣した。彼はエフェソスに到着すると、同市が自分に対して好意的であり、きわめて熱心にスパルタに荷担しているのを見出す一方で、当時は悲惨な境遇にあり、リュディアに取り囲まれ、大王の将軍たちがそこで多くの時間を過ごしていたことから、往来を通じてペルシアの風習によって野蛮化する危機に瀕しているのを認めた。そこで彼は陣営を築き、各地から商船をそこへ曳航させるよう命じ、そこに三段櫂船の造船所を設けて、交易によって彼らの港を復興させ、手工業によって広場を活気づけ、家々や職人たちを利得で満たした。その結果、その時以降初めて、この都市はリュサンドロスのおかげで、現在その都市を取り巻いている威容と規模への期待を抱くに至ったのである。

構文注3 件
  1. 3.1εἰς ἀντίπαλον

    形容詞中性単数 ἀντίπαλον が前置詞 εἰς と結びつき名詞化され、「互角の状態へ」「対等な勝負へ」という結果・到達点を表す副詞的句を形成している。

  2. 3.1ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος ... δείσαντες οὖν οἱ Λακεδαιμόνιοι

    ἐπεὶ で始まる理由・時の従属節の中に絶対属格(τοῦ ... πολέμου μῆκος λαμβάνοντος, ὄντων)やアルキビアデスを主語とする節(Ἀλκιβιάδης ... ἐποίησε καὶ κατέστησε)が長く続いたため、主節の冒頭に照応の οὖν(resumptive οὖν)を置いて主節文を再開させている(破格構文/アナコルートンの一種)。

  3. 3.2ὡς ἡγεμόνος τε δεινοῦ καὶ παρασκευῆς ἐρρωμενεστέρας δεόμενον

    中受動態動詞 δέομαι(属格支配で「〜を必要とする」)の分詞・男性単数対格形 δεόμενον が直前の τὸν πόλεμον に一致しており、ὡς に導かれて戦争が有能な指導者とより強力な軍備を「必要としていると考えられたため」という、主語(スパルタ人たち)の主観的理由・動機を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:3.1-3.3