- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:2.1-2.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
リュサンドロスの家系、清貧とスパルタ教育による名誉心、有力者への追従という天性、晩年の鬱気質が述べられ、自身は無欲でありながら祖国に富を流入させた矛盾と、僭主の贈り物に対する逸話が語られる。
λέγεται δὲ ὁ Λυσάνδρου πατὴρ Ἀριστόκλειτος οἰκίας μὲν οὐ γενέσθαι βασιλικῆς, ἄλλως δὲ γένους εἶναι τοῦ τῶν Ἡρακλειδῶν. ἐτράφη δὲ ὁ Λύσανδρος ἐν πενίᾳ, καὶ παρέσχεν ἑαυτὸν εὔτακτον, ὡς εἴ τις ἄλλος, πρὸς τοὺς ἐθισμοὺς καὶ ἀνδρώδη καὶ κρείττονα πάσης ἡδονῆς, πλὴν εἴ τινα τιμωμένοις καὶ κατορθοῦσιν αἱ καλαὶ πράξεις ἐπιφέρουσι. ταύτης δὲ οὐκ αἰσχρόν ἐστιν ἡττᾶσθαι τοὺς νέους ἐν Σπάρτῃ.
リュサンドロスの父アリストクレイトスは、王家の出ではなかったものの、ヘラクレスの末裔の家系に属していたと伝えられている。リュサンドロスは清貧のなかで育ち、他の誰にも劣らず諸々の習俗に対して規律正しく、雄々しく、あらゆる快楽を超越した者として身を処したが、高潔な行為が賞賛を受け成功を収めた者にもたらす快楽だけは例外であった。そしてスパルタにおいて若者がこの快楽に屈することは、恥ずべきことではないとされている。
βούλονται γὰρ εὐθὺς ἐξ ἀρχῆς πάσχειν τι τοὺς παῖδας αὐτῶν πρὸς δόξαν, ἀλγυνομένους τε τοῖς ψόγοις καὶ μεγαλυνομένους ὑπὸ τῶν ἐπαίνων· ὁ δὲ ἀπαθὴς καὶ ἀκίνητος ἐν τούτοις ὡς ἀφιλότιμος πρὸς ἀρετὴν καὶ ἀργὸς καταφρονεῖται. τὸ μὲν οὖν φιλότιμον αὐτῷ καὶ φιλόνεικον ἐκ τῆς Λακωνικῆς παρέμεινε παιδείας ἐγγενόμενον, καὶ οὐδέν τι μέγα χρὴ τὴν φύσιν ἐν τούτοις αἰτιᾶσθαι·
なぜなら彼らは、子供たちが最初から世評に対して何らかの感受性を持ち、非難には心を痛め、称賛には誇らしさを覚えるようになることを望んでいるからである。これらに対して無感動で平然としている者は、徳への名誉心を欠く怠惰な者として軽蔑される。したがって、彼に名誉心や競争心が培われて残ったのはラコニア式の教育によるものであり、この点について彼の天性を責める理由はほとんどない。
θεραπευτικὸς δὲ τῶν δυνατῶν μᾶλλον ἢ κατὰ Σπαρτιάτην1 φύσει δοκεῖ γενέσθαι, καὶ βάρος ἐξουσίας διὰ χρείαν ἐνεγκεῖν εὔκολος· ὃ πολιτικῆς δεινότητος οὐ μικρὸν ἔνιοι ποιοῦνται μέρος. Ἀριστοτέλης δὲ τὰς μεγάλας φύσεις ἀποφαίνων μελαγχολικάς, ὡς τὴν Σωκράτους καὶ Πλάτωνος καὶ Ἡρακλέους, ἱστορεῖ καὶ Λύσανδρον οὐκ εὐθύς, ἀλλὰ πρεσβύτερον ὄντα τῇ μελαγχολίᾳ περιπεσεῖν.
しかし、彼はスパルタ人の気風を超えて有力者に奉仕する傾向が生まれつきあり、必要に応じて権力の重圧に耐える適応力があったと見なされている。これを一部の人々は、政治的な手腕の小さからぬ部分をなすものと評価している。またアリストテレスは、ソクラテス、プラトン、ヘラクレスの例を引いて、偉大な天性は鬱気質(メランコリー)であると論じるなかで、リュサンドロスもすぐさまではなく老年になってから鬱気質に陥ったと伝えている。
ἴδιον δὲ αὐτοῦ μάλιστα τὸ καλῶς πενίαν φέροντα, καὶ μηδαμοῦ κρατηθέντα μηδὲ διαφθαρέντα χρήμασιν αὐτόν, ἐμπλῆσαι τὴν πατρίδα πλούτου καὶ φιλοπλουτίας καὶ παῦσαι θαυμαζομένην ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον, εἰσάγοντα χρυσίου καὶ ἀργυρίου πλῆθος μετὰ τὸν Ἀττικὸν πόλεμον, ἑαυτῷ δὲ μηδεμίαν δραχμὴν ὑπολειπόμενον.2
彼の際立って特異な点は、自身は貧困を立派に耐え忍び、いかなる場合にも金銭に屈せず汚されることもなかったにもかかわらず、アッティカ戦争ののちに大量の金銀を持ち込み、自身のためには一ドラクマも残さなかった一方で、祖国を富と貪欲で満たし、富を重んじないことによって称賛されていた祖国の評判を終わらせてしまったことである。
Διονυσίου δὲ τοῦ τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσι πολυτελῆ χιτώνια τῶν Σικελῶν, οὐκ ἔλαβεν, εἰπὼν φοβεῖσθαι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ δύο στολὰς ἐκείνου καὶ κελεύσαντος ἣν βούλεται τούτων ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι,3 καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.
また、僭主ディオニュシオスが彼の娘たちにシケリア風の豪華な長衣を贈ってきたとき、彼はこれを断り、これらの衣のせいで娘たちがかえって見苦しく見えるのではないかと恐れるからだ、と述べた。しかしその少し後、同じ僭主のもとへ同じ祖国から使節として派遣された際、ディオニュシオスが彼に二着の衣装を贈り、娘のためにこれらの中から望むものを一つ選んで持ち帰るようにと促すと、彼は娘自身のほうがよりうまく選ぶだろうと言って、二着とも受け取って立ち去ったのである。
- 2.3θεραπευτικὸς δὲ τῶν δυνατῶν μᾶλλον ἢ κατὰ Σπαρτιάτην
比較級 μᾶλλον と結合した前置詞句 ἢ κατά +対格は「〜の基準を超えて」「〜の身分・性質にふさわしい以上に」という度合いの超過を示す慣用表現。ここでは「スパルタ人として通常あるべき限度を超えて」有力者へ追従的であったことを表す。
- 2.4ἴδιον δὲ αὐτοῦ μάλιστα τὸ καλῶς πενίαν φέροντα, καὶ μηδαμοῦ κρατηθέντα μηδὲ διαφθαρέντα χρήμασιν αὐτόν, ἐμπλῆσαι τὴν πατρίδα πλούτου καὶ φιλοπλουτίας καὶ παῦσαι θαυμαζομένην ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον, εἰσάγοντα χρυσίου καὶ ἀργυρίου πλῆθος μετὰ τὸν Ἀττικὸν πόλεμον, ἑαυτῷ δὲ μηδεμίαν δραχμὴν ὑπολειπόμενον.
文の骨格は ἴδιον(述語名詞)に対し、冠詞を伴う不定詞句 τὸ ... ἐμπλῆσαι ... καὶ παῦσαι が主語となっている。不定詞の意味上の主語であるリュサンドロスは明示されず、対格分詞 φέροντα, κρατηθέντα, διαφθαρέντα, εἰσάγοντα, ὑπολειπόμενον(代名詞 αὐτόν を伴う)が彼を修飾する形で不定詞句内に埋め込まれている。
- 2.5αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι
間接話法における対格不定詞構文。αὐτὴν ἐκείνην(彼女自身)は不定詞 αἱρήσεσθαι(未来中間態不定詞)の意味上の対格主語であり、娘自身を強調している(「娘自らがよりうまく選ぶだろう」)。
