- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:39.1-39.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ミントゥルナエの長官たちはマリウスの処刑を決定するが、送られた異民族の兵士は彼の威容に怯えて逃げ出し、人々は悔悟してマリカの聖林を突破し彼を海へと送り出す。
βουλευομένοις δὲ τοῖς ἄρχουσι καὶ συνέδροις τῶν Μιντουρνησίων ἔδοξε μὴ μέλλειν, ἀλλὰ διαχρήσασθαι τὸν ἄνδρα. καὶ τῶν μὲν πολιτῶν οὐδεὶς ὑπέστη τὸ ἔργον, ἱππεὺς δὲ Γαλάτης τὸ γένος ἢ Κίμβρος ἀμφοτέρως γὰρ ἱστορεῖται λαβών ξίφος ἐπεισῆλθεν αὐτῷ.
しかしミントゥルナエの長官たちと評議員たちが協議した結果、ためらうことなくこの男を処刑することに決した。市民の誰もその役目を引き受けようとはしなかったが、剣を手にした騎兵――ガリア人、あるいはキンブリ人とも(両様に伝えられているため)――が彼のところに入り込んだ。
τοῦ δὲ οἰκήματος ἐν ᾧ ἔτυχε μέρει κατακείμενος οὐ πάνυ λαμπρὸν φῶς ἔχοντος, ἀλλʼ ὄντος ἐπισκίου, λέγεται τὰ μὲν ὄμματα τοῦ Μαρίου φλόγα πολλὴν ἐκβάλλοντα τῷ στρατιώτῃ φανῆναι, φωνὴν δὲ μεγάλην ἐκ τοῦ παλισκίου γενέσθαι, σὺ δὴ τολμᾷς, ἄνθρωπε, Γάϊον Μάριον ἀνελεῖν; ἐξῆλθεν οὖν εὐθὺς ὁ βάρβαρος φυγῇ, καὶ τὸ ξίφος ἐν μέσῳ καταβαλὼν ἐχώρει διὰ θυρῶν, τοῦτο μόνον βοῶν, οὐ δύναμαι Γάϊον Μάριον ἀποκτεῖναι. πάντας οὖν ἔκπληξις ἔσχεν, εἶτα οἶκτος καὶ μετάνοια τῆς γνώμης καὶ κατάμεμψις ἑαυτῶν ὡς βούλευμα βεβουλευκότων1 ἄνομον καὶ ἀχάριστον ἐπʼ ἀνδρὶ σωτῆρι τῆς Ἰταλίας, ᾧ μὴ βοηθῆσαι δεινὸν ἦν. ἲτω δʼοὖν ὅπῃ χρῄζει φυγάς ἀνατλησόμενος ἀλλαχόθι τὸ μεμορμένον. ἡμεῖς δὲ εὐχώμεθα μὴ νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν.2 ὑπὸ τοιούτων λογισμῶν εἰσπεσόντες ἀθρόοι καὶ περισχόντες αὐτὸν ἐξῆγον ἐπὶ τὴν θάλασσαν.
彼が横たわっていた部屋のその一角には十分な光がなく、薄暗がりであったため、兵士にはマリウスの目が激しい炎を放っているように見え、陰の中から大声が轟いたと言われる。 「人間よ、お前があえてガイウス・マリウスを殺害しようとするのか」するとその異民族の兵はただちに逃げ出し、部屋の中央に剣を投げ捨てて、ただこれだけを叫びながら扉を抜けて立ち去った。 「私にはガイウス・マリウスを殺すことはできない」そこで全員が驚愕に打たれ、次いで哀憐の情と決断の悔悟、そしてイタリアの救い主であり助けないことこそが恐るべき罪であった人物に対して、不法で恩知らずな決定を下したことへの自責の念に駆られた。 「それなら追放者として望むところへ行くがよい、定められた運命をどこか別の地で耐え忍ぶために。我らは、マリウスを無一物かつ裸のまま都市から追い出す我々に対し、神々が怒りを下されないことを祈ろう」このような思慮に駆られ、彼らは一斉に押し入り、彼を取り囲んで海へと連れ出した。
ἄλλου δὲ ἄλλο τι προθύμως ὑπηρετοῦντος καὶ σπευδόντων ἁπάντων ἐγίνετο τριβὴ τοῦ χρόνου. τὸ γάρ τῆς λεγομένης Μαρίκας ἄλσος, ὃ σέβονται καὶ παραφυλάττουσι μηθὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν εἰσκομισθέντων,3 ἐμποδὼν ἦν τῆς ἐπὶ θάλασσαν ὁδοῦ, καὶ κύκλῳ περιιόντας ἔδει βραδύνειν, ἄχρι οὗ τῶν πρεσβυτέρων τις ἐκβοήσας ἔφη μηδεμίαν ἄβατον μηδʼ ἀπόρευτον ὁδὸν εἶναι διʼ ἧς σῴζεται Μάριος, καὶ πρῶτος αὐτὸς λαβών τι τῶν κομιζομένων ἐπὶ ναῦν διὰ τοῦ τόπου διεξῆλθε.
各人が進んで異なる務めを果たし、皆が急いでいたものの、時間の遅れが生じた。というのも、彼らが崇敬し、一度運び入れられたものは何一つそこから運び出してはならないと厳重に守っている、いわゆるマリカの聖林が海への道を遮っており、迂回するために遅れが生じざるを得なかったからである。ついに長老の一人が大声で叫び、マリウスの命が救われる道に立ち入り禁止や通行できないものなど何もないと言い、自ら船へと運ばれる荷物の一部を手に取って真っ先にその聖林の中を通り抜けた。
- 39.3ὡς βούλευμα βεβουλευκότων
接続詞 ὡς を伴う完了分詞 βεβουλευκότων(属格複数)は、直前の名詞 κατάμεμψις(自責・非難)の目的格的属格である ἑαυτῶν(自分自身に対する)と同格の関係にあり、自責の主観的根拠を示している(「〜を決議した者として」)。
- 39.3νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν
祈願・懸念の動詞 εὐχώμεθα μή に導かれる不定詞構文において、θεούς は不定詞 νεμεσῆσαι の意味上の主語(対格)。νεμεσάω(怒る・神罰を下す)が与格を補語に取るため、アオリスト分詞 ἐκβαλοῦσιν(与格複数)は文脈上省略された「我々に対して(ἡμῖν)」と一致し、Μάριον はこの分詞の直接目的語、ἄπορον καὶ γυμνόν はその述語的補語をなす。
- 39.4μηδὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν εἰσκομισθέντων
動詞 παραφυλάττουσι(見張る、厳重に守る)の目的語となる否定不定詞節。否定詞 μηδέν に実質化された受動分詞 τῶν εἰσκομισθέντων が部分属格として掛かっており、「運び込まれたもののうち何一つとして(外へ運び出されないように)」という禁止・予防の規定を表す。
