← プルタルコス

マリウス伝

§38.1-38.6

ミントゥルナエでのマリウスの捕縛とファンニアの厚遇

沼地に隠れていたマリウスは追手に捕らえられてミントゥルナエに連行され、かつて自分が裁判を下した因縁のある女性ファンニアの家に留置されるが、彼女の手厚いもてなしを受け、道中で目撃したロバの行動から吉兆を読み取る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38.1

χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ψόφος αὐτῷ καὶ θόρυβος ἀπὸ τῆς καλύβης προσέπεσεν. ὁ γὰρ Γεμίνιος ἐκ Ταρρακίνης ἔπεμψε πολλοὺς ἐπὶ τὴν δίωξιν, ὧν ἔνιοι κατὰ τύχην ἐκεῖ προσελθόντες ἐξεφόβουν καὶ κατεβόων τοῦ γέροντος ὡς ὑποδεδεγμένου καὶ κατακρυβόντος1 πολέμιον Ῥωμαίων.

それから間もないころ、小屋の方から彼に物音と騒ぎが聞こえてきた。ゲミニウスがタッラキナから追跡のために多くの者を送っていたのだが、その一部が偶然そこに行き当たり、ローマ人の敵を受け入れて匿ったとして老人を脅し怒鳴りつけていたのである。

§38.2

ἐξαναστὰς οὖν ὁ Μάριος καὶ ἀποδυσάμενος καθῆκεν ἑαυτὸν εἰς τὴν λίμνην ὕδωρ παχὺ καὶ τελματῶδες ἔχουσαν. ὅθεν οὐ διέλαθε τοὺς ζητοῦντας, ἀλλʼ ἀνασπασθεὶς βορβόρου κατάπλεως γυμνὸς εἰς Μιντούρνας ἀνήχθη καὶ παρεδόθη τοῖς ἄρχουσιν. ἦν γάρ εἰς ἅπασαν ἤδη πόλιν ἐξενηνεγμένον παράγγελμα περὶ τοῦ Μαρίου δημοσίᾳ διώκειν καὶ κτείνειν τοὺς λαβόντας.2

そこでマリウスは起き上がり、衣服を脱いで、泥深く濁った水を湛える沼に身を沈めた。しかしそこでも捜索者たちの目を逃れることはできず、引きずり出されて泥まみれの裸のままミントゥルナエへと連行され、執政長官たちに引き渡された。すでにどの都市にも、マリウスを公に追跡し、捕らえた者がこれを殺害すべしという指令が出されていたからである。

§38.3

ὅμως δὲ βουλεύσασθαι πρότερον ἐδόκει τοῖς ἄρχουσι καὶ κατατίθενται τὸν Μάριον εἰς οἰκίαν Φαννίας γυναικὸς οὐκ εὐμενῶς δοκούσης ἔχειν πρὸς αὑτὸν ἐξ αἰτίας παλαιᾶς. ἦν γὰρ ἀνήρ τῇ Φαννίᾳ Τιτίννιος· τούτου διαστᾶσα τὴν φερνὴν ἀπῄτει λαμπρὰν οὖσαν. ὁ δὲ μοιχείαν ἐνεκάλει· καὶ γίνεται Μάριος ὑπατεύων τὸ ἕκτον δικαστής.

とはいえ長官たちはまず合議する方がよいと考え、古い因縁からマリウスに好意を持っていないと見なされていたファンニアという女性の家に彼を留置した。ファンニアにはティティニウスという夫がいたが、彼と離縁したのち、多額であった持参金の返還を求めた。しかし夫は姦通の罪で彼女を訴え、六度目の執政官を務めていたマリウスが裁判人となったのである。

§38.4

ἐπεὶ δὲ τῆς δίκης λεγομένης ἐφαίνετο καὶ τὴν Φαννίαν ἀκόλαστον γεγονέναι καὶ τὸν ἄνδρα τοιαύτην εἰδότα λαβεῖν καὶ συμβιῶσαι πολὺν χρόνον, ἀμφοτέρους δυσχεράνας τὸν μὲν ἄνδρα τὴν φερνὴν ἐκέλευσεν ἀποδοῦναι, τῆς δὲ γυναικὸς ἀτιμίας ἕνεκα τῇ καταδίκῃ χαλκοῦς τέσσαρας προσετίμησεν.

裁判の審理が進むにつれ、ファンニアが放埒であったことのみならず、夫も彼女がそうであると知りながらめとり、長い間同居していたことが明らかになったため、マリウスは双方に反感を抱き、夫には持参金を返還するよう命じ、妻には不名誉の印として有罪判決において四カルクスの罰金を科した。

§38.5

οὐ μὴν ἥ γε Φαννία τότε πάθος γυναικὸς ἠδικημένης ἔλαβεν, ἀλλʼ ὡς εἶδε τὸν Μάριον, πορρωτάτω γενομένη τοῦ μνησικακεῖν, ἐκ τῶν παρόντων ἐπεμελεῖτο καὶ παρεθάρρυνεν αὐτόν, ὁ δὲ κἀκείνην ἐπῄνει καὶ θαρρεῖν ἔφασκε· σημεῖον γάρ αὐτῷ γεγονέναι χρηστόν. ἦν δὲ τοιοῦτον. ὡς ἀγόμενος πρὸς τῇ οἰκίᾳ τῆς Φαννίας ἐγεγόνει, τῶν θυρῶν ἀνοιχθεισῶν ὄνος ἔνδοθεν ἐχώρει δρόμῳ, πιόμενος ἀπὸ κρήνης ἐγγὺς ἀπορρεούσης·

だがファンニアはそのとき、不当な扱いを受けた女のような恨みを抱くことはなく、マリウスを見るや怨念を抱くどころか、手元にあるもので彼を世話し、元気づけた。マリウスもまた彼女を褒め称え、自分は気落ちしていないと言った。吉兆が自分に現れていたからである。それは次のようなものであった。彼が引かれてファンニアの邸宅のそばに来たとき、扉が開くと一頭のロバが、近くを流れる泉から水を飲もうと中から駆け出してきた。

§38.6

προσβλέψας δὲ τῷ Μαρίῳ λαμυρόν τι καὶ γεγηθὸς ἔστη πρῶτον ἐναντίον, εἶτα φωνὴν ἀφῆκε λαμπρὰν καὶ παρεσκίρτησε παρʼ αὑτὸν ὑπὸ γαυρότητος. ἐξ οὗ συμβαλὼν ὁ Μάριος ἔφασκεν ὡς διὰ θαλάσσης αὐτῷ μᾶλλον ἢ διὰ γῆς ὑποδείκνυσι σωτηρίαν τὸ δαιμόνιον τὸν γάρ ὄνον οὐ προσέχοντα τῇ ξηρᾷ τροφῇ πρὸς τὸ ὕδωρ ἀπʼ αὐτοῦ3 τραπέσθαι. ταῦτα διαλεχθεὶς τῇ Φαννίᾳ καθʼ αὑτὸν ἀνεπαύετο, τὴν θύραν τοῦ δωματίου προσθεῖναι κελεύσας.

そしてマリウスを陽気で喜ばしげに見つめながら、まずその前に立ち止まり、次いで甲高い声を上げて誇らしげに彼の傍らを跳ねながら通り過ぎた。このことからマリウスは推し量って、神意は自分に対し陸路よりもむしろ海路による救いを示していると述べた。なぜならロバは乾いた餌に目もくれず、彼の前から水へと向かったからである。ファンニアにこう語ると、彼は部屋の扉を閉めるよう命じ、一人で休息をとった。

構文注3 件
  1. 38.1ὡς ὑποδεδεγμένου καὶ κατακρυβόντος

    ὡς に完了分詞およびアオリスト分詞の属格が後続し、先行する κατεβόων τοῦ γέροντος の τοῦ γέροντος に呼応して追跡者たちの主観的告発・非難の理由を示している。独立属格ではなく、動詞の支配格である属格名詞に対する叙述的修飾と取るのが自然である。

  2. 38.2δημοσίᾳ διώκειν καὶ κτείνειν τοὺς λαβόντας

    名詞 παράγγελμα の内容を説明する同格的不定詞句。τοὺς λαβόντας(分詞アオリスト能動態男性対格複数)は κτείνειν の客体(「捕らえられた者たち」)ではなく意味上の主語(「捕らえた者たちが〜を殺害すべし」)であり、κτείνειν の目的語(マリウス)は文脈上省略されている。

  3. 38.6ἀπʼ αὐτοῦ

    前置詞句 ἀπʼ αὐτοῦ の αὐτοῦ は、直前の τῇ ξηρᾷ τροφῇ(女性形)を意味の上で中性単数で受ける(「乾いた餌から」)と解する余地もあるが、人称代名詞男性単数としてマリウス自身を指し、「マリウスの傍らから離れて」水に向かったとする解釈が適切である(直前の παρʼ αὑτὸν と意味的に呼応している)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:38.1-38.6