- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:35.1-35.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペロピダスの死後、テーバイ軍はアレクサンドロスを討伐して領土を返還させた。のちにアレクサンドロスは妻テーベと彼女の兄弟たちによる謀計によって寝所で暗殺された。
ὁ δὲ θάνατος αὐτοῦ μεγάλα μὲν ἐλύπησε τοὺς συμμάχους, μείζονα δὲ ὠφέλησε. Θηβαῖοι γὰρ, ὡς ἐπύθοντο τὴν τοῦ Πελοπίδου τελευτήν, οὐδεμίαν ἀναβολὴν ποιησάμενοι τῆς τιμωρίας κατὰ τάχος ἐστράτευσαν ὁπλίταις ἑπτακισχιλίοις, ἱππεῦσι δʼ ἑπτακοσίοις, ἡγουμένου Μαλκίτου καὶ Διογείτονος.
彼の死は同盟者たちを大いに悲しませたが、それ以上に大きな益をもたらした。テーバイ人はペロピダスの死を知ると、復讐を少しも遅らせることなく、マルキトスとディオゲイトンの指揮の下、重装歩兵七千、騎兵七百をもって迅速に出陣した。
καταλαβόντες δὲ συνεσταλμένον καὶ περικεκομμένον τῆς δυνάμεως Ἀλέξανδρον ἠνάγκασαν Θεσσαλοῖς μὲν ἀποδοῦναι τὰς πόλεις ἃς εἶχεν αὐτῶν, Μάγνητας δὲ καὶ Φθιώτας Ἀχαιοὺς ἀφεῖναι καὶ τὰς φρουρὰς ἐξαγαγεῖν, ὀμόσαι δὲ αὐτὸν ἐφʼ οὓς ἂν ἡγῶνται Θηβαῖοι καὶ κελεύσωσιν ἀκολουθήσειν. Θηβαῖοι μὲν οὖν τούτοις ἠρκέσθησαν ἣν δὲ ὀλίγον ὕστερον τοῖς θεοῖς ὑπὲρ Πελοπίδου δίκην ἔδωκε1 διηγήσομαι.
そして、勢力を挫かれ削ぎ落とされたアレクサンドロスを見出すと、奪っていたテッサリア人たちの都市を彼らに返還し、マグネシア人とフティオティスのアカイア人を解放して守備隊を撤収させ、テーバイ人が導き命ずる相手に対してどこへでも従軍することを彼に誓わせた。テーバイ人はこれで満足したが、そののち間もなく彼がペロピダスのために神々に支払った報いについて、私は語ることにしよう。
Θήβην τὴν συνοικοῦσαν αὐτῷ πρῶτον μὲν, ὡς εἴρηται, Πελοπίδας ἐδίδαξε μὴ φοβεῖσθαι τὴν ἔξω λαμπρότητα καὶ παρασκευὴν τῆς τυραννίδος, ἐντὸς τῶν ὅπλων καὶ τῶν φυλακῶν οὖσαν ἔπειτα δὲ φοβουμένη τὴν ἀπιστίαν αὐτοῦ καὶ μισοῦσα τὴν ὠμότητα, συνθεμένη μετὰ τῶν ἀδελφῶν, τριῶν ὄντων, Τισιφόνου, Πειθολάου, Λυκόφρονος, ἐπεχείρει τόνδε τὸν τρόπον.
すでに述べられたように、ペロピダスはまず彼と同居していた妻テーベに、武具や衛兵の内側に身を置く〔彼女が〕僭主政の外側の華麗さや軍備を恐れることのないよう教えた。そのうえ彼女は、彼の不実を恐れ、その残酷さを憎んでいたので、ティシフォノス、ペイトラオス、リュコフロンという三人の兄弟と共謀して、次のような方法で事を企てた。
τὴν μὲν ἄλλην οἰκίαν τοῦ τυράννου κατεῖχον αἱ φυλακαὶ τῶν παρανυκτερευόντων, ὁ δὲ θάλαμος, ἐν ᾧ καθεύδειν εἰώθεσαν, ὑπερῷος ἦν, καὶ πρὸ αὐτοῦ φυλακὴν εἶχε κύων δεδεμένος, πᾶσι φοβερὸς πλὴν αὐτοῖς ἐκείνοις καὶ ἑνὶ τῶν οἰκετῶν τῷ τρέφοντι. καθʼ ὃν οὖν ἔμελλε καιρὸν ἐπιχειρεῖν ἡ Θήβη, τοὺς μὲν ἀδελφοὺς ἀφʼ ἡμέρας εἶχε πλησίον ἐν οἴκῳ τινὶ κεκρυμμένους, εἰσελθοῦσα δέ, ὥσπερ εἰώθει, μόνη πρὸς τὸν Ἀλέξανδρον ἤδη καθεύδοντα καὶ μετὰ μικρὸν πάλιν προελθοῦσα, τῷ μὲν οἰκέτῃ προσέταξεν ἀπάγειν ἔξω τὸν κύνα· βούλεσθαι γὰρ ἀναπαύεσθαι μεθʼ ἡσυχίας ἐκεῖνον·2 αὐτὴ δὲ τὴν κλίμακα φοβουμένη μὴ κτύπον παράσχῃ τῶν νεανίσκων ἀναβαινόντων ἐρίοις κατεστόρεσεν·
僭主の邸宅の他の部分は夜警の衛兵たちが占めていたが、彼らが常日頃眠る寝室は上階にあり、その前には鎖で繋がれた犬が見張りをしていた。その犬は、彼ら自身とそれを養う一人の召使いのほかには、誰にとっても恐ろしいものであった。そこでテーベは企てを実行しようとした時、兄弟たちを昼のうちから近くの部屋に隠しておいた。そしていつものように、すでに眠っていたアレクサンドロスのもとへ一人で入り、しばらくして再び出てくると、召使いに犬を外へ連れ出すよう命じた。あの男が静かに休むことを望んでいるからというのであった。そして彼女自身は、若者たちが登ってくるときに階段が音を立てるのを恐れて、階段に羊毛を敷き詰めた。
εἶτα οὕτως ἀναγαγοῦσα τοὺς ἀδελφοὺς ξιφήρεις καὶ στήσασα πρὸ τῶν θυρῶν εἰσῆλθεν αὐτή, καὶ καθελοῦσα τὸ ξίφος ὑπὲρ τῆς κεφαλῆς κρεμάμενον σημεῖον εἶναι τοῦ κατέχεσθαι τὸν ἄνδρα καὶ καθεύδειν ἔδειξεν. ἐκπεπληγμένων δὲ τῶν νεανίσκων καὶ κατοκνούντων, κακίζουσα καὶ διομνυμένη μετʼ ὀργῆς αὐτὴ τὸν Ἀλέξανδρον ἐξεγείρασα μηνύσειν τὴν πρᾶξιν, αἰσχυνθέντας αὐτοὺς ἅμα καὶ φοβηθέντας εἰσήγαγε καὶ περιέστησε τῇ κλίνῃ, προσφέρουσα τὸν λύχνον.
それからこのようにして兄弟たちに剣を持たせて連れ上がり、扉の前に立たせると、自分自身が入っていき、頭上に吊るされていた剣を取り外して見せ、あの男が熟睡して無防備になっていることの合図とした。しかし若者たちがおじけづき躊躇したため、彼女は彼らを罵り、怒りを込めて、自分からアレクサンドロスを起こしてこの企てを通報すると誓い、恥じ入るとともに恐ろしくなった彼らを、ランプをかざしながら中へ導き入れて寝台の周りに立たせた。
τῶν δὲ ὁ μὲν τοὺς πόδας κατεῖχε πιέσας, ὁ δὲ τὴν κεφαλὴν λαβόμενος τῶν τριχῶν ἀνέκλασεν, ὁ δὲ τρίτος τῷ ξίφει τύπτων αὐτὸν διεχρήσατο, τῷ μὲν τάχει τῆς τελευτῆς πρᾳότερον ἴσως ἢ προσῆκον ἦν ἀποθανόντα, τῷ δὲ μόνον ἢ πρῶτον τυράννων ὑπὸ γυναικὸς ἰδίας ἀπολέσθαι, καὶ τῇ μετὰ θάνατον αἰκίᾳ3 τοῦ σώματος ῥιφέντος καὶ πατηθέντος ὑπὸ τῶν Φεραίων, ἄξια πεπονθέναι δόξαντα τῶν παρανομημάτων.
そして彼らのうち一人は足を押さえつけ、もう一人は髪をつかんで頭を後ろに反らせ、三人目が剣で刺して彼を殺害した。死の速さという点では彼はおそらくふさわしい以上に穏やかに死んだものの、僭主のなかで唯一あるいは最初に自身の妻の手によって滅ぼされたこと、そして死後に遺体がフェライの人々によって投げ捨てられ踏みにじられるという陵辱を受けたことによって、その無法に見合った報いを受けたと見なされたのである。
- 35.2ἣν δὲ ὀλίγον ὕστερον τοῖς θεοῖς ὑπὲρ Πελοπίδου δίκην ἔδωκε
先行詞である名詞 δίκην が冠詞を伴わず関係節内に取り込まれた先行詞内置(incorporation)の構文。主節の他動詞 διηγήσομαι の直接目的語となる名詞句(τὴν δίκην ἣν ἔδωκε)に相当する。
- 35.5βούλεσθαι γὰρ ἀναπαύεσθαι μεθʼ ἡσυχίας ἐκεῖνον
理由を表す接続詞 γάρ を伴いながら、直前の προσέταξεν(命令した)に連動して間接話法となり、対格不定詞構文(accusativus cum infinitivo)をとっている。主語の対格 ἐκεῖνον は部屋で眠っているアレクサンドロスを指し、テーベが召使いに告げた口実の内容を示す。
- 35.7τῷ μὲν τάχει τῆς τελευτῆς ... τῷ δὲ μόνον ἢ πρῶτον τυράννων ὑπὸ γυναικὸς ἰδίας ἀπολέσθαι, καὶ τῇ μετὰ θάνατον αἰκίᾳ
文末の分詞 ἀποθανόντα および δόξαντα を修飾する観点・基準の与格が、μέν...δέ によって対比されている。アレクサンドロスの死が速やかであった点(τῷ τάχει)では過分に穏やかであったのに対し、妻に殺されたこと(τῷ ἀπολέσθαι:冠詞付き不定詞)と死後の遺体の辱め(τῇ αἰκίᾳ)という観点においてはその罪に相応しい報いを受けたと評価されている。
