← プルタルコス

ペロピダス伝

§34.1-34.5

君主の虚飾と対比されるペロピダスの葬礼

著者はペロピダスの質素ながら心からの崇敬に満ちた葬礼を僭主や君主たちの虚飾と対比し、その完全な至福と名誉ある最期を称賛する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§34.1

ἐκείνων δὲ τῶν ταφῶν οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν,1 ὥσπερ Φίλιστος ὑμνῶν καὶ θαυμάζων τὴν Διονυσίου ταφήν, οἷον τραγῳδίας μεγάλης τῆς τυραννίδος ἐξόδιον θεατρικὸν γενομένην.

しかし、輝かしさとは象牙や黄金や紫衣の中にあるのではないと考える人々にとっては、あの葬礼よりも輝かしい他の葬礼が行われたとは思われない。フィリストスは〔輝かしさがそれらの中にあると考えて〕、あたかも僭主政という巨大な悲劇の演劇的な終幕劇となったかのようにディオニュシオスの葬礼を賛美し驚嘆したのであるが。

§34.2

Ἀλέξανδρος δὲ ὁ μέγας Ἡφαιστίωνος ἀποθανόντος οὐ μόνον ἵππους ἔκειρε καὶ ἡμιόνους, ἀλλὰ καὶ τὰς ἐπάλξεις ἀφεῖλε τῶν τειχῶν, ὡς ἂν δοκοῖεν αἱ πόλεις πενθεῖν, ἀντὶ τῆς πρόσθεν μορφῆς κούριμον σχῆμα καὶ ἄτιμον ἀναλαμβάνουσαι. ταῦτα μὲν οὖν προστάγματα δεσποτῶν ὄντα, καὶ μετὰ πολλῆς ἀνάγκης περαινόμενα καὶ μετὰ φθόνου τῶν τυχόντων καὶ μίσους τῶν βιαζομένων, οὐδεμιᾶς χάριτος ἦν οὐδὲ τιμῆς, ὄγκου δὲ βαρβαρικοῦ καὶ τρυφῆς καὶ ἀλαζονείας ἐπίδειξις,2 εἰς κενὰ καὶ ἄζηλα τὴν περιουσίαν διατιθεμένων·

大王アレクサンドロスは、ヘパイスティオンが死んだとき、馬や騾馬の毛を刈ったばかりか、城壁の胸壁までも撤去させ、諸都市がかつての姿の代わりに髪を刈った見窄らしい姿を帯びることで、あたかも喪に服しているかのように見せようとした。しかしこれらは専制君主の命令であり、激しい強制を伴って遂行され、〔それらを〕得た者たちへの嫉妬や強制する者たちへの憎悪を伴うものであったから、何の恩愛でも栄誉でもなく、むなしく羨まれることもない事柄に財産を費やす、野蛮な誇大と贅沢と傲慢の誇示にすぎなかった。

§34.3

ἀνὴρ δὲ δημοτικὸς ἐπὶ ξένης τεθνηκώς, οὐ γυναικός, οὐ παίδων, οὐ συγγενῶν παρόντων, οὐ δεομένου τινός, οὐκ ἀναγκάζοντος, ὑπὸ δήμων τοσούτων καὶ πόλεων ἁμιλλωμένων προπεμπόμενος καὶ συνεκκομιζόμενος καὶ στεφανούμενος, εἰκότως ἐδόκει τὸν τελειότατον ἀπέχειν εὐδαιμονισμόν.

これに対して、一市民でありながら異郷の地で死に、妻も子も親族も居合わせず、請い求める者も強制する者も誰もいないのに、これほど多くの民衆と都市が互いに競い合って送り、ともに葬列に従い、花冠を捧げたこの人は、もっとも完全な至福を享受していると見なされたのも当然であった。

§34.4

οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος, εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων.3 διὸ βέλτιον ὁ Λάκων τὸν Ὀλυμπιονίκην Διαγόραν, ἐπιδόντα μὲν υἱοὺς στεφανουμένους Ὀλυμπίασιν, ἐπιδόντα δʼ υἱωνοὺς καὶ θυγατριδοῦς, ἀσπασάμενος, κάτθανε, εἶπε, Διαγόρα· οὐκ εἰς τὸν Ὄλυμπον ἀναβήσῃ.

というのも、幸運に恵まれた者たちの死は、アイソポスが語っていたようなもっとも辛いものではなく、むしろ最も至福なのであり、それは善き人々の幸福な成功を安全な境地に納め、運命が暗転する余地を残さないからである。それゆえ、かのスパルタ人が、オリュンピア競技で勝利を収めた息子たちを見届け、さらに孫や外孫たちをも見届けたオリュンピア勝者ディアゴラスに挨拶をして言ったことのほうが、より優れている。 「死になさい、 ディアゴラスよ」と彼は言った、「そなたはオリュンポス山へ登るわけではないのだから」。

§34.5

τὰς δὲ Ὀλυμπιακὰς καὶ Πυθικὰς νίκας οὐκ ἂν, οἶμαί, τις εἰς τὸ αὐτὸ συνθεὶς ἁπάσας ἑνὶ τῶν Πελοπίδου παραβαλεῖν ἀγώνων ἀξιώσειεν, οὓς πολλοὺς ἀγωνισάμενος καὶ κατορθώσας, καὶ τοῦ βίου τὸ πλεῖστον ἐν δόξῃ καὶ τιμῇ βιώσας, τέλος ἐν τῇ τρισκαιδεκάτῃ βοιωταρχίᾳ, τυραννοκτονίᾳ μεμιγμένην ἀριστείαν ἀριστεύων, ὑπὲρ τῆς τῶν Θεσσαλῶν ἐλευθερίας ἀπέθανεν.

オリュンピア競技やピュティア競技のすべての勝利をひとつに寄せ集めたとしても、ペロピダスが戦った戦いのただ一つに匹敵すると見なす者はおそらくいないであろう。彼は数多くの戦いを戦い抜いて成功を収め、生涯の大半を名声と栄誉のうちに過ごし、ついに十三度目のボイオタルケスの職にあって、僭主の誅殺を兼ねた武勲を立てながら、テッサリア人の自由のために戦死したのである。

構文注3 件
  1. 34.1ἐκείνων δὲ τῶν ταφῶν οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν

    ἐκείνων τῶν ταφῶν は比較級 λαμπρότεραι に対する比較の属格(「あの葬礼たちよりも」)。後続の τοῖς ... νομίζουσιν は判断者の与格(dative of reference / judgment)で、「〜と考える人々にとっては」を意味し、全体の評価の視点を規定している。

  2. 34.2οὐδεμιᾶς χάριτος ἦν οὐδὲ τιμῆς, ὄγκου δὲ βαρβαρικοῦ καὶ τρυφῆς καὶ ἀλαζονείας ἐπίδειξις

    主語 ταῦτα に対し、不完了過去動詞 ἦν の補語として属格 οὐδεμιᾶς χάριτος ... οὐδὲ τιμῆς(性質・所属の述語属格「何の好意や名誉の表れでもなかった」)が置かれ、接続詞 δέ を挟んで主格名詞 ὄγκου ... ἐπίδειξις(「〜の誇示であった」)へと構文が切り替わっている(述語の非対称的並置)。

  3. 34.4εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων

    現在分詞 κατατιθέμενος は先行する主語 ὁ ... θάνατος に一致する擬人化された表現(死が成功を安全な場所へと収める)。属格 τῶν ἀγαθῶν は目的語 τὰς εὐπραξίας を修飾する所属・主格的属格(「善人たちの幸運な境遇/成功」)として係っている。また μεταβάλλεσθαι は結果・対象を表す不定詞で、「運命が転変する余地」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:34.1-34.5