← プルタルコス

ペロピダス伝

§15.1-15.5

テーバイ軍の鍛錬とスパルタ軍に対する連勝

アテナイが制海権を握って離反都市を糾合する中、テーバイ軍は小規模な戦闘を通じて錬度と士気を高め、ペロピダスらの巧みな指揮のもと各地でスパルタ軍を撃破した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15.1

ἐκ τούτου πάλιν προθυμότατα Ἀθηναῖοι τοῖς Θηβαίοις συνεμάχουν, καί τῆς θαλάττης ἀντελαμβάνοντο, καί περιϊόντες ἐδέχοντο καί προσήγοντο τοὺς ἀποστατικῶς τῶν Ἑλλήνων ἔχοντας. οἱ δὲ Θηβαῖοι καθʼ αὑτοὺς ἐν τῇ Βοιωτίᾳ συμπλεκόμενοι τοῖς Λακεδαιμονίοις ἑκάστοτε, καί μαχόμενοι μάχας αὐτὰς μὲν οὐ μεγάλας, μεγάλην δὲ τὴν μελέτην ἐχούσας καί τὴν ἄσκησιν.

この結果、アテナイ人は再び極めて熱心にテーバイ人と同盟を結んで共闘し、制海権を握ると、各地を巡航してギリシア人のうち離反の気配を示す者たちを受け入れ、自陣営に引き入れた。一方テーバイ人は、ボイオティアにおいて自分たちだけでラケダイモン人と度々交戦し、戦闘そのものは大規模ではないものの、多大な鍛錬と訓練をもたらす戦いを交えていた。

§15.2

ἐξερριπίζοντο τοῖς θυμοῖς καί διεπονοῦντο τοῖς σώμασιν, ἐμπειρίαν ἅμα τῇ συνηθείᾳ καὶ φρόνημα προσλαμβάνοντες ἐκ τῶν ἀγώνων. διὸ καί φασιν Ἀνταλκίδαν τὸν Σπαρτιάτην, ὡς Ἀγησίλαος ἐπανῆλθεν ἐκ Βοιωτίας τετρωμένος, εἰπεῖν πρὸς αὐτόν ἦ καλὰ διδασκάλια1 παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὑτοὺς πολεμεῖν καί μάχεσθαι διδάξας.

彼らは気概を燃え立たせ、肉体を鍛え上げ、実戦の積み重ねとともに経験と誇り高い気概をこれらの戦いから身につけていった。それゆえ、アゲシラオスが負傷してボイオティアから帰還した際、スパルタ人のアンタルキダスが彼に向かって次のように言ったと伝えられる。 「望んでいなかった連中に戦争し戦うことを教えて、テーバイ人から実に見事な授業料をお受け取りになりましたね」と。

§15.3

ἦν δὲ ὡς ἀληθῶς διδάσκαλος οὐκ Ἀγησίλαος, ἀλλʼ οἱ σὺν καιρῷ καί μετὰ λογισμοῦ τοὺς Θηβαίους ὥσπερ σκύλακας ἐμπείρως προσβάλλοντες τοῖς πολεμίοις, εἶτα γευσαμένους νίκης καί φρονήματος ἀσφαλῶς ἀπάγοντες ὧν μεγίστην δόξαν εἶχεν ὁ Πελοπίδας,2 ἀφʼ ἧς γὰρ εἵλοντο πρῶτον ἡγεμόνα τῶν ὅπλων, οὐκ ἐπαύσαντο καθʼ ἕκαστον ἐνιαυτὸν ἄρχοντα χειροτονοῦντες, ἀλλʼ ἢ τὸν ἱερὸν λόχον ἄγων ἢ τὰ πλεῖστα βοιωταρχῶν ἄχρι τῆς τελευτῆς ἔπραττεν.

しかし真の教師はアゲシラオスではなく、好機を見計らい思慮をもって、テーバイ人を猟犬の子のように巧みに敵へとけしかけ、次いで勝利と誇り高い気概を味わわせたうえで安全に引き揚げさせた者たちであった。彼らの中で最大の栄誉を担っていたのがペロピダスであった。というのも、テーバイ人は彼を最初に軍の指揮官に選出して以来、毎年役職に選出することをやめず、彼は神聖隊を率いるか、あるいは大半の期間ボイオタルコスを務めながら、死に至るまで国事を執り行い続けたからである。

§15.4

ἐγένοντο μὲν οὖν καί περὶ Πλαταιὰς καί Θεσπιὰς ἧτται καί φυγαὶ τῶν Λακεδαιμονίων, ὅπου καί Φοιβίδας ὁ τὴν Καδμείαν καταλαβὼν ἀπέθανε, πολλοὺς δὲ καί πρὸς Τανάγρᾳ τρεψάμενος αὐτῶν καί Πανθοίδαν τὸν ἁρμοστὴν ἀνεῖλεν.3 ἀλλʼ οὗτοι μὲν οἱ ἀγῶνες ὥσπερ τοὺς κρατοῦντας εἰς φρόνημα καί θάρσος προῆγον, οὕτως τῶν ἡσσωμένων οὐ παντάπασιν ἐδουλοῦντο τὴν γνώμην·

こうしてプラタイアイやテスピアイの周辺でもラケダイモン人の敗北と逃走が相次ぎ、そこではカドメイアを占拠したフォイビダスも戦死した。またペロピダスはタナグラにおいても彼らの多くを潰走させ、ハルモステスのパントイダスを討ち取った。しかし、これらの戦いは勝者を誇りと勇気へと奮い立たせはしたものの、敗者の気力を完全に屈服させるには至らなかった。

§15.5

οὐ γὰρ ἐκ παρατάξεως ἦσαν οὐδὲ μάχης ἐμφανῆ κατάστασιν ἐχούσης καί νόμιμον, ἐκδρομὰς δὲ προσκαίρους τιθέμενοι, καί φυγὰς ἢ διώξεις ἐπιχειροῦντες αὐτοῖς καί συμπλεκόμενοι κατώρθουν.

なぜなら、それらの戦いは整然たる陣形によるものでも、正規の公然たる会戦の形態をとったものでもなく、機宜に応じた出撃を仕掛け、敵に対して退却や追撃を試みつつ交戦することで成功を収めていたからである。

構文注3 件
  1. 15.2διδασκάλια

    名詞 διδασκάλιον(教育・指導への謝礼、謝礼金)の中性複数形。「負傷」を逆説的にテーバイ人から受け取った「授業料・謝礼」になぞらえるアンタルキダスの皮肉な表現である。

  2. 15.3ὧν μεγίστην δόξαν εἶχεν ὁ Πελοπίδας

    関係代名詞 ὧν は直前の複数主語 οἱ... προσβάλλοντες... ἀπάγοντες(好機を捉えて指揮した指導者たち)を先行詞とする部分属格。「その指導者たちのなかでペロピダスが最大の栄誉を得ていた」の意。

  3. 15.4πολλοὺς δὲ καί πρὸς Τανάγρᾳ τρεψάμενος αὐτῶν καί Πανθοίδαν τὸν ἁρμοστὴν ἀνεῖλεν

    直前の節(ἐγένοντο... ἧτται καί φυγαί)は非人称的な事象を主語としていたが、男性単数主格の分詞 τρεψάμενος および動詞 ἀνεῖλεν の主語には、前の文で中心的主題として論じられていたペロピダス(ὁ Πελοπίδας)が文脈上補われる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:15.1-15.5