← プルタルコス

ペロピダス伝

§14.1-14.3

スフォドリアスへの謀略とアテナイの再参戦

スパルタの侵入に怯えたアテナイが同盟を破棄したため、ペロピダスらはスパルタの指揮官スフォドリアスを唆してアッティカを急襲させ、アテナイを再びスパルタとの戦争に引き戻す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14.1

ἐπεὶ τοίνυν στρατῷ μεγάλῳ Λακεδαιμονίων εἰς τήν Βοιωτίαν ἐμβαλόντων οἱ Ἀθηναῖοι περίφοβοι γενόμενοι τήν τε συμμαχίαν ἀπείπαντο τοῖς Θηβαίοις καὶ τῶν βοιωτιαζόντων εἰς τὸ δικαστήριον παραγαγόντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐφυγάδευσαν, τοὺς δὲ χρήμασιν ἐζημίωσαν,1 ἐδόκει δὲ κακῶς ἔχειν τὰ τῶν Θηβαίων πράγματα μηδενὸς αὐτοῖς βοηθοῦντος, ἔτυχε μὲν ὁ Πελοπίδας μετὰ Γοργίδου βοιωταρχῶν, ἐπιβουλεύοντες δὲ συγκροῦσαι πάλιν τοὺς Ἀθηναίους τοῖς Λακεδαιμονίοις τοιόνδε τι μηχανῶνται.2

そこで、ラケダイモン軍が大軍をもってボイオティアに侵入すると、アテナイ人たちは恐怖にかられてテーバイ人との同盟を破棄し、ボイオティア派の者たちを法廷に引き出して、ある者を処刑し、ある者を追放し、ある者には罰金を科した。そしてテーバイ人の事態は、誰一人として彼らを救援しないなか、悪い状態にあるかに見えた。そのとき、たまたまペロピダスはゴルギダスとともにボイオタルコスを務めていたが、彼らはアテナイ人を再びラケダイモン人と衝突させようと謀り、次のような策略をめぐらせた。

§14.2

Σφοδρίας, ἀνὴρ Σπαρτιάτης, εὐδόκιμος μὲν ἐν τοῖς πολεμικοῖς καὶ λαμπρός, ὑπόκουφος δὲ τήν γνώμην καὶ κενῶν ἐλπίδων καὶ φιλοτιμίας ἀνοήτου μεστός, ἀπελείφθη περὶ Θεσπιὰς μετὰ δυνάμεως τοὺς ἀφισταμένους τῶν Θηβαίων δέχεσθαι καὶ βοηθεῖν. πρὸς τοῦτον ὑποπέμπουσιν οἱ περὶ τὸν Πελοπίδαν ἰδίᾳ ἔμπορόν τινα τῶν φίλων, χρήματα κομίζοντα καὶ λόγους, οἳ τῶν χρημάτων μᾶλλον ἀνέπεισαν αὐτόν ὡς χρὴ πραγμάτων ἅψασθαι μεγάλων καὶ τὸν Πειραιᾶ καταλαβεῖν, ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις·3

スパルタ人のスフォドリアスは、軍事においては名声高く目覚ましい働きをしていたものの、思慮が浅く、根拠のない希望と愚かな野心に満ちていたが、テーバイから離反する者たちを受け入れて支援するために、テスピアイ周辺に軍勢とともに残されていた。ペロピダスらは彼のもとへ密かに友人のある商人を遣わし、金銭とともに、言葉を携えさせたが、その言葉は金銭以上に彼を説得した。その言葉とは、大事業に着手し、警戒していないアテナイ人に不意に襲いかかってペイライエウスを占領すべきだ、というものであった。

§14.3

Λακεδαιμονίοις τε γὰρ οὐδὲν οὕτως ἔσεσθαι κεχαρισμένον ὡς λαβεῖν τὰς Ἀθήνας, Θηβαίους τε χαλεπῶς ἔχοντας αὐτοῖς καὶ προδότας νομίζοντας οὐκ ἐπιβοηθήσειν. τέλος δὲ συμπεισθεὶς ὁ Σφοδρίας καὶ τοὺς στρατιώτας ἀναλαβών, νυκτὸς εἰς τήν Ἀττικὴν ἐνέβαλε. καὶ μέχρι μὲν Ἐλευσῖνος προῆλθεν, ἐκεῖ δὲ τῶν στρατιωτῶν ἀποδειλιασάντων φανερὸς γενόμενος, καὶ συνταράξας οὐ φαῦλον οὐδὲ ῥᾴδιον τοῖς Σπαρτιάταις πόλεμον, ἀνεχώρησεν εἰς Θεσπιάς.

というのも、ラケダイモン人にとってアテナイを奪うことほど喜ばしいことはないであろうし、アテナイ人に腹を立て裏切り者とみなしているテーバイ人は救援に駆けつけないはずだからである。ついにスフォドリアスは説得され、兵士たちを率いて夜間にアッティカへと侵入した。そしてエレウシスまで進軍したものの、そこで兵士たちが怖じ気づいたために露見してしまい、スパルタ人にとって軽微でも容易でもない戦争を巻き起こして、テスピアイへと退却した。

構文注3 件
  1. 14.1τῶν βοιωτιαζόντων εἰς τὸ δικαστήριον παραγαγόντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐφυγάδευσαν, τοὺς δὲ χρήμασιν ἐζημίωσαν

    文頭の部分属格 τῶν βοιωτιαζόντων(ボイオティア派の人々のうち)が全体の枠組みを提示し、後続する各節の直接目的語である配分的対格(τοὺς μέν... τοὺς δέ... τοὺς δέ...)へと分割されて各動詞に係っている。

  2. 14.1ἔτυχε μὲν ὁ Πελοπίδας μετὰ Γοργίδου βοιωταρχῶν, ἐπιβουλεύοντες δὲ ... μηχανῶνται

    ἔτυχε の主語は単数の ὁ Πελοπίδας であるが、付随の μετὰ Γοργίδου(ゴルギダスとともに)によって意味上の主語が二人(複数)となるため、後続する分詞 ἐπιβουλεύοντες および主動詞 μηχανῶνται が複数形になっている(構文の意味的一致、constructio ad sensum)。

  3. 14.2ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις

    対格分詞 ἐπιπεσόντα は不定詞 καταλαβεῖν の意味上の主語(スフォドリアス)に一致する。形容詞 ἀπροσδόκητον は男性単数対格として述語的に(または中性単数対格として副詞的に)分詞 ἐπιπεσόντα に係り「不意に/予期せぬ仕方で」を表し、与格句 μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις は動詞 ἐπιπίπτω が支配する対象を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:14.1-14.3