← プルタルコス

アエミリウス・パウルス伝

§13.1-13.7

ゲンティオスの裏切りとパウルスによる軍規の粛正

ペルセウスは金銭を惜しんでイリュリア王ゲンティオスを欺いて見殺しにし、自らは堅固な陣地で持久戦を図るが、アイミリウスは敵の戦力に警戒しつつ弛緩した軍規を粛正する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

οὐ γὰρ μόνον ἀπέπεμψε τοὺς Γαλάτας ψευσάμενος, ἀλλὰ καὶ Γένθιον ἐπάρας τὸν Ἰλλυριὸν ἐπὶ τριακοσίοις ταλάντοις συνεφάψασθαι τοῦ πολέμου τὰ μὲν χρήματα τοῖς παρʼ αὐτοῦ πεμφθεῖσι προὔθηκεν ἠριθμημένα καὶ κατασημήνασθαι παρέσχεν·

というのも、ペルセウスは偽ってガラティア人たちを追い返しただけでなく、イリュリア人のゲンティオスに対しても、三百タラントンで戦争に加担するよう唆し、ゲンティオスから派遣された使節たちに数え終えた金銭を前に差し出し、封印させたのである。

§13.2

ὡς δὲ πεισθεὶς ἔχειν ἃ ᾔτησεν ὁ Γένθιος ἔργον ἀσεβὲς καὶ δεινὸν ἔδρασε (πρέσβεις γὰρ ἐλθόντας Ῥωμαίων πρὸς αὐτὸν συνέλαβε καὶ κατέδησεν), ἡγούμενος ὁ Περσεὺς οὐδὲν ἔτι δεῖσθαι τῶν χρημάτων τὴν ἐκπολέμωσιν, ἄλυτα τοῦ Γενθίου προδεδωκότος ἔχθρας ἐνέχυρα καὶ διὰ τηλικαύτης ἀδικίας ἐμβεβληκότος ἑαυτὸν εἰς τὸν πόλεμον, ἀπεστέρησε τὸν κακοδαίμονα τῶν τριακοσίων ταλάντων,1 καὶ περιεῖδεν ὀλίγῳ χρόνῳ μετὰ τέκνων καὶ γυναικὸς ὡς ἀπὸ νεοττιᾶς ἀρθέντα τῆς βασιλείας ὑπὸ Λευκίου Ἀνικίου στρατηγοῦ πεμφθέντος ἐπʼ αὐτὸν μετὰ δυνάμεως.

しかしゲンティオスが、求めていた金銭を手に入れたと信じ込んで不敬極まる恐ろしい暴挙に及ぶと(というのも、自らのもとへやって来たローマの使節たちを捕縛して投獄したからである)、ゲンティオスが解消し得ない敵意の証拠をあらかじめ提供し、これほどの不義によって自らを戦争へと投げ入れた以上、戦争へと駆り立てるのにもはやその金銭はまったく必要ないとペルセウスは判断し、この不運な男から三百タラントンを奪い取り、やがて彼が妻子とともに鳥の巣から奪われるようにして、軍勢を率いて差し向けられた法務官ルキウス・アニキウスによって王国から連れ去られるのを放置して顧みなかったのである。

§13.4

ἐπὶ τοιοῦτον ἀντίπαλον ἐλθὼν ὁ Αἰμίλιος αὐτοῦ μὲν κατεφρόνει, τὴν δʼ ὑπʼ αὐτῷ παρασκευὴν καὶ δύναμιν ἐθαύμαζεν. ἦσαν γὰρ ἱππεῖς μὲν τετρακισχίλιοι, πεζοὶ δʼ εἰς φάλαγγα τετρακισμυρίων οὐ πολλοῖς ἀποδέοντες.

アイミリウスはこのような対戦相手に向かって進軍し、ペルセウス自身は見くびっていたものの、その指揮下にある軍備と戦力には驚嘆した。実に騎兵が四千、ファランクスに属する歩兵が四万にわずかに足りないほどいたからである。

§13.5

ἱδρυμένος δὲ πρὸ τῆς θαλάττης παρὰ τὴν Ὀλυμπικὴν ὑπώρειαν ἐπὶ χωρίων οὐδαμόθεν προσαγωγὴν ἐχόντων καὶ πάντοθεν ὑπʼ αὐτοῦ διαπεφραγμένων ἐρύμασι καὶ προτειχίσμασι ξυλίνοις πολλὴν ἄδειαν ἦγεν, ἀποτρύσειν χρόνῳ καὶ χρημάτων δαπάνῃ τὸν Αἰμίλιον ἡγούμενος.

ペルセウスはオリュンポスの麓の海辺で、どこからも接近路がなく、四方から彼によって防壁と木製の前哨陣地で固められた地域に布陣して大いに安閑としており、歳月と戦費の浪費によってアイミリウスを疲弊させることができると考えていた。

§13.6

ὁ δὲ τῇ γνώμῃ μὲν ἦν ἐνεργός ἐπὶ πᾶν βούλευμα καὶ πᾶσαν τρεπόμενος πεῖραν, ὑπʼ ἀδείας δὲ τῆς πρόσθεν τὸν στρατὸν ὁρῶν δυσανασχετοῦντα καὶ λόγῳ πολλὰ διαστρατηγοῦντα τῶν ἀπράκτων, ἐπετίμησεν αὐτοῖς, καὶ παρήγγειλε μηδὲν πολυπραγμονεῖν μηδὲ φροντίζειν, ἀλλʼ ἢ τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πανοπλίαν ἕκαστον ὅπως ἐνεργὸν παρέξει καὶ χρήσεται Ῥωμαϊκῶς τῇ μαχαίρᾳ,2 τὸν καιρὸν παραδόντος τοῦ στρατηγοῦ.

一方のアイミリウスは、思慮においては精力的であらゆる方策を講じ、あらゆる試みに向かっていたが、以前の放縦さから軍が不平を漏らし、口先だけで実行もしない作戦をあれこれ論評しているのを見て、彼らを叱責し、余計な詮索や配慮は一切せず、ただ将軍が好機を与えたときには、各自が自らの肉体と武具を万全に保ち、ローマ人らしく剣を振るうことだけに専念するよう命じた。

§13.7

τὰς δὲ νυκτερινὰς ἐκέλευσε φυλακὰς ἄνευ λόγχης φυλάττειν, ὡς μᾶλλον προσέξοντας καὶ διαμαχουμένους πρὸς τὸν ὕπνον,3 ἂν ἀμύνασθαι τοὺς πολεμίους μὴ δύνωνται προσιόντας.

また夜間の歩哨には槍を持たずに警備するよう命じたが、これは、近づいてくる敵を防ぎ止める手立てがないならば、いっそう注意を払い、眠気と戦うであろうと考えたからであった。

構文注3 件
  1. 13.2ὡς δὲ πεισθεὶς ἔχειν ἃ ᾔτησεν ὁ Γένθιος ... ἀπεστέρησε τὸν κακοδαίμονα τῶν τριακοσίων ταλάντων

    主節の動詞 ἀπεστέρησε(および περιεῖδεν)に至るまでの文構造が長く複雑に展開している。ὡς 従属節(ὡς δὲ ... ἔδρασε)と、その理由を説明する括弧内の文(πρέσβεις γὰρ ... κατέδησεν)に続き、属格絶対構文(ἄλυτα τοῦ Γενθίου προδεδωκότος ... εἰς τὸν πόλεμον)を従えた主語の分詞節 ἡγούμενος ὁ Περσεύς が置かれ、その後に主動詞 ἀπεστέρησε が現れる。「ペルセウスは〜と考えて、300タラントンを奪い取った」がこの長文の骨格である。

  2. 13.6ἀλλʼ ἢ τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὴν πανοπλίαν ἕκαστον ὅπως ἐνεργὸν παρέξει καὶ χρήσεται Ῥωμαϊκῶς τῇ μαχαίρᾳ

    否定語 μηδὲν に続く ἀλλʼ ἤ は「〜を除いては(ただ〜だけ)」を意味する定型表現。続く ὅπως + 未来直説法(παρέξει, χρήσεται)は、本来配慮や努力を命じる動詞(σκόπει 等)を補って理解される目的・努力の構文であり、ここでは παρήγγειλε に従属しつつ「各自が〜することだけに意を用いるよう命じた」という強い命令・注意義務を表す。

  3. 13.7ὡς μᾶλλον προσέξοντας καὶ διαμαχουμένους πρὸς τὸν ὕπνον

    ὡς + 分詞(未来分詞 προσέξοντας および διαμαχουμένους)は、主節の主語(アイミリウス)の意図・主観的判断を示す。「〜するだろうと考えて」の意。分詞の意味上の主語は対格名詞 φυλακάς(歩哨たち)であり、対格で一致している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:13.1-13.7